Καὶ τούτου δὲ τοῦ δεινοῦ τὰς αἰτίας εἰ θέλεις μαθεῖν, ὁμοίας ταῖς προτέραις εὑρήσεις· τὴν μὲν γὰρ ῥίζαν καί, ὡς ἄν τις εἴποι, μητέρα μίαν ἔχουσι, τὴν βασκανίαν· αὐταὶ δὲ οὐ μιᾶς εἰσιν ἰδέας, ἀλλὰ διεστήκασιν. Ὁ μὲν γάρ, ἐπειδὴ νέος ἐστίν, ἐκβαλλέσθω, φησίν, ὁ δέ, ἐπειδὴ κολακεύειν οὐκ οἶδεν, ὁ δέ, ἐπειδὴ τῷ δεῖνι προσέκρουσεν· καὶ ὁ μέν, ἵνα μὴ ὁ δεῖνα λυπῆται, τὸν μὲν ὑπ᾽ αὐτοῦ δοθέντα ἀποδοκιμασθέντα, τοῦτον δὲ ἐγκεκριμένον ὁρῶν, ὁ δέ, ἐπειδὴ χρηστός ἐστι καὶ ἐπιεικής, ὁ δέ, ἐπειδὴ τοῖς ἁμαρτάνουσι φοβερός, ὁ δέ, δι᾽ ἄλλην αἰτίαν τοιαύτην· οὐδὲ γὰρ ἀποροῦσι προφάσεων ὅσων ἂν ἐθέλωσιν. Ἀλλὰ καὶ τὸ πλῆθος τῶν ὄντων ἐστὶν αὐτοῖς αἰτιᾶσθαι, ὅταν μηδὲν ἔχωσιν ἕτερον, καὶ τὸ μὴ δεῖν ἀθρόως εἰς ταύτην ἄγεσθαι τὴν τιμήν, ἀλλ᾽ ἠρέμα καὶ κατὰ μικρόν· καὶ ἑτέρας ὅσας ἂν βούλωνται δύναιντ᾽ ἂν αἰτίας εὑρεῖν.