Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἱερωσύνης

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Δ΄: Η αναγκαιότητα του διδακτικού λόγου και το παράδειγμα του αποστόλου Παύλου

Η σημασία του λόγου ως του κατεξοχήν ιατρικού και πνευματικού όπλου για την αντιμετώπιση των αιρέσεων. Αναλύεται το παράδειγμα του αποστόλου Παύλου και ανασκευάζονται οι παρερμηνείες περί της αμαθείας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 12

γʹ. Ὅτι πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ ἱερεῖ Ἢ ἀγνοεῖς ὅτι καὶ πλείοσι τῆς ἡμετέρας σαρκὸς καὶ νόσοις καὶ ἐπιβουλαῖς τοῦτο ὑπόκειται τὸ σῶμα καὶ θᾶττον αὐτοῦ φθείρεται καὶ σχολαίτερον ὑγιαίνει; Καὶ τοῖς μὲν ἐκεῖνα θεραπεύουσι τὰ σώματα καὶ φαρμάκων ἐξεύρηται ποικιλία καὶ ὀργάνων διάφοροι κατασκευαὶ καὶ τροφαὶ τοῖς νοσοῦσι κατάλληλοι καὶ φύσις δὲ ἀέρων πολλάκις ἤρκεσε μόνη πρὸς τὴν τοῦ κάμνοντος ὑγίειαν· ἔστι δὲ ὅπου καὶ ὕπνος προσπεσὼν εἰς καιρὸν παντὸς πόνου ἀπήλλαξε τὸν ἰατρόν. Ἐνταῦθα δὲ οὐδὲν τούτων ἐπινοῆσαι ἔστιν, ἀλλὰ μία τις μετὰ τὰ ἔργα δέδοται μηχανὴ καὶ θεραπείας ὁδός, ἡ διὰ τοῦ λόγου διδασκαλία.

Τοῦτο ὄργανον, τοῦτο τροφή, τοῦτο ἀέρων κρᾶσις ἀρίστη· τοῦτο ἀντὶ φαρμάκου, τοῦτο ἀντὶ πυρός, τοῦτο ἀντὶ σιδήρου· κἂν καῦσαι δέῃ καὶ τεμεῖν, τούτῳ χρήσασθαι ἀνάγκη· κἂν τοῦτο μηδὲν ἰσχύσῃ, πάντα οἴχεται τὰ λοιπά.

Τούτῳ καὶ κειμένην ἐγείρομεν καὶ φλεγμαίνουσαν καταστέλλομεν τὴν ψυχὴν καὶ τὰ περιττὰ περικόπτομεν καὶ τὰ λείποντα πληροῦμεν καὶ τὰ ἄλλα ἅπαντα ἐργαζόμεθα ὅσα εἰς τὴν τῆς ψυχῆς ἡμῖν ὑγίειαν συντελεῖ. Πρὸς μὲν γὰρ βίου κατάστασιν ἀρίστην βίος ἕτερος εἰς τὸν ἴσον ἂν ἐναγάγοι ζῆλον· ὅταν δὲ περὶ δόγματα νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους.

Εἰ μὲν γάρ τις ἔχοι τὴν μάχαιραν τοῦ πνεύματος καὶ θυρεὸν πίστεως τοσοῦτον ὡς δύνασθαι θαυματουργεῖν καὶ διὰ τῶν τεραστίων τὰ τῶν ἀναισχύντων ἐμφράττειν στόματα, οὐδὲν ἂν δέοιτο τῆς ἀπὸ τοῦ λόγου βοηθείας, μᾶλλον δὲ οὐδὲ τότε ἄχρηστος ἡ τούτου φύσις, ἀλλὰ καὶ λίαν ἀναγκαία.

Καὶ γὰρ ὁ μακάριος Παῦλος αὐτὸν μετεχείρισε, καίτοι γε ἀπὸ τῶν σημείων πανταχοῦ θαυμαζόμενος. Καὶ ἕτερός τις τῶν ἀπ᾽ ἐκείνου τοῦ χοροῦ παραινεῖ ταύτης ἐπιμελεῖσθαι τῆς δυνάμεως, λέγων· «Ἕτοιμοι πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος.» Καὶ πάντες δὲ ὁμοῦ τότε δι᾽ οὐδὲν ἕτερον τοῖς περὶ Στέφανον τὴν τῶν χηρῶν ἐπέτρεψαν οἰκονομίαν ἀλλ᾽ ἢ ἵνα αὐτοὶ τῇ τοῦ λόγου σχολάζωσι διακονίᾳ. Πλὴν οὐ παραπλησίως αὐτὸν ἐπιζητήσομεν, τὴν ἀπὸ τῶν σημείων ἔχοντες ἰσχύν, εἰ δὲ τῆς μὲν δυνάμεως ἐκείνης οὐδὲ ἴχνος ὑπολέλειπται, πολλοὶ δὲ πανταχόθεν ἐφεστήκασιν οἱ πολέμιοι καὶ συνεχεῖς, τούτῳ λοιπὸν ἡμᾶς ἀνάγκη φράττεσθαι καὶ ἵνα μὴ βαλλώμεθα τοῖς τῶν ἐχθρῶν βέλεσι καὶ ἵνα βάλλωμεν ἐκείνους. Διὸ πολλὴν χρὴ ποιεῖσθαι τὴν σπουδὴν ὥστε τὸν λόγον τοῦ Χριστοῦ ἐν ἡμῖν ἐνοικεῖν πλουσίως· οὐ γὰρ πρὸς ἓν εἶδος ἡμῖν μάχης ἡ παρασκευή, ἀλλὰ ποικίλος οὗτος ὁ πόλεμος καὶ ἐκ διαφόρων συγκροτούμενος τῶν ἐχθρῶν· οὔτε γὰρ ὅπλοις ἅπαντες χρῶνται τοῖς αὐτοῖς, οὔτε ἑνὶ προσβάλλειν ἡμῖν μεμελετήκασι τρόπῳ.

δʹ. Ὅτι πρὸς τὰς ἁπάντων μάχας καὶ Ἑλλήνων καὶ Ἰουδαίων καὶ αἱρετικῶν παρεσκευάσθαι χρή Καὶ δεῖ τὸν μέλλοντα τὴν πρὸς πάντας ἀναδέχεσθαι μάχην τὰς ἁπάντων εἰδέναι τέχνας καὶ τὸν αὐτὸν τοξότην τε εἶναι καὶ σφενδονιστὴν καὶ ταξίαρχον καὶ λοχαγὸν καὶ στρατιώτην καὶ στρατηγὸν καὶ πεζὸν καὶ ἱππέα καὶ ναυμάχην καὶ τειχομάχην.

Ἐπὶ μὲν γὰρ τῶν στρατιωτικῶν πολέμων, οἷον ἕκαστος ἂν ἔργον ἀπολάβῃ, τούτῳ τοὺς ἐπιόντας ἀμύνεται· ἐνταῦθα δὲ τοῦτο οὐκ ἔστιν, ἀλλὰ ἂν μὴ πάσας ἐπιστάμενος ᾖ τῆς τέχνης τὰς ἰδέας ὁ μέλλων νικᾶν, οἶδεν ὁ διάβολος καὶ δι᾽ ἑνὸς μέρους, ὅταν ἠμελημένον τύχῃ, τοὺς πειρατὰς εἰσαγαγὼν τοὺς αὑτοῦ, διαρπάσαι τὰ πρόβατα· ἀλλ᾽ οὐχ, ὅταν διὰ πάσης ἥκοντα τῆς ἐπιστήμης τὸν ποιμένα αἴσθηται, καὶ τὰς ἐπιβουλὰς αὐτοῦ καλῶς ἐπιστάμενον. Διὸ χρὴ καλῶς ἐξ ὅλων φράττεσθαι τῶν μερῶν· καὶ γὰρ πόλις, ἕως μὲν ἂν πανταχόθεν περιβεβλημένη τυγχάνῃ, καταγελᾷ, τῶν πολιορκούντων αὐτὴν ἐν ἀσφαλείᾳ μένουσα πολλῇ· ἐὰν δέ τις πυλίδος μόνον μέτρον διακόψῃ τὸ τεῖχος, οὐδὲν αὐτῇ λοιπὸν ὄφελος τοῦ περιβόλου γίνεται, καίτοι γε τοῦ λοιποῦ παντὸς ἀσφαλῶς ἑστηκότος. Οὕτως οὖν καὶ ἡ τοῦ Θεοῦ πόλις· ὅταν μὲν αὐτὴν πανταχόθεν ἀντὶ τείχους ἡ τοῦ ποιμένος ἀγχίνοιά τε καὶ σύνεσις περιβάλλῃ, πάντα εἰς αἰσχύνην καὶ γέλωτα τοῖς ἐχθροῖς τὰ μηχανήματα τελευτᾷ καὶ μένουσιν οἱ κατοικοῦντες ἔνδον ἀσινεῖς, ὅταν δέ τις αὐτὴν ἐκ μέρους καταλῦσαι δυνηθῇ, κἂν μὴ πᾶσαν καταβάλῃ, διὰ τοῦ μέρους ἅπαν, ὡς εἰπεῖν, λυμαίνεται τὸ λοιπόν.

Τί γάρ, ὅταν πρὸς Ἕλληνας μὲν ἀγωνίζηται καλῶς, συλῶσι δὲ αὐτὸν Ἰουδαῖοι; ἢ τούτων μὲν ἀμφοτέρων κρατῇ, ἁρπάζωσι δὲ Μανιχαῖοι; ἢ μετὰ τὸ περιγενέσθαι καὶ τούτων, οἱ τὴν εἱμαρμένην εἰσάγοντες ἔνδον τὰ πρόβατα κατασφάττωσι; καὶ τί δεῖ πάσας καταλέγειν τοῦ διαβόλου τὰς αἱρέσεις ἃς ἂν μὴ πάσας ἀποκρούεσθαι καλῶς ὁ ποιμὴν εἰδῇ, δύναιτ᾽ ἂν καὶ διὰ μιᾶς τὰ πλείονα τῶν προβάτων καταφαγεῖν ὁ λύκος;

Καὶ ἐπὶ μὲν τῶν στρατιωτῶν, ἀπὸ τῶν ἑστώτων καὶ μαχομένων καὶ τὴν νίκην ἔσεσθαι καὶ τὴν ἧτταν προσδοκᾶν ἀεὶ χρή. Ἐνταῦθα δὲ πολὺ τοὐναντίον· πολλάκις γὰρ ἡ πρὸς ἑτέρους μάχη τοὺς οὐδὲ τὴν ἀρχὴν συμβαλόντας, οὐδὲ πονέσαντας ὅλως ἡσυχάζοντας καὶ καθημένους νικῆσαι πεποίηκε· καὶ τῷ οἰκείῳ ξίφει περιπαρεὶς ὁ μὴ πολλὴν περὶ ταῦτα τὴν ἐμπειρίαν ἔχων, καὶ τοῖς φίλοις καὶ τοῖς πολεμίοις καταγέλαστος γίνεται.

Οἷον—πειράσομαι γάρ σοι καὶ ἐπὶ παραδείγματος ὃ λέγω ποιῆσαι φανερόν—τὸν ὑπὸ τοῦ Θεοῦ δοθέντα τῷ Μωϋσῇ νόμον οἱ τὴν Οὐαλεντίνου καὶ Μαρκίωνος διαδεξάμενοι φρενοβλάβειαν καὶ ὅσοι τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις τοῦ καταλόγου τῶν θείων ἐκβάλλουσι γραφῶν· Ἰουδαῖοι δὲ αὐτὸν οὕτω τιμῶσιν ὡς καὶ τοῦ καιροῦ κωλύοντος φιλονεικεῖν ἅπαντα φυλάττειν, παρὰ τὸ τῷ Θεῷ δοκοῦν. Ἡ δὲ Ἐκκλησία τοῦ Θεοῦ, τὴν ἀμφοτέρων ἀμετρίαν φεύγουσα, μέσην ἐβάδισε καὶ οὔτε ὑποκεῖσθαι αὐτοῦ τῷ ζυγῷ πείθεται, οὔτε διαβάλλειν αὐτὸν ἀνέχεται, ἀλλὰ καὶ πεπαυμένον ἐπαινεῖ διὰ τὸ χρησιμεῦσαί ποτε εἰς καιρόν.

Δεῖ δὴ τὸν μέλλοντα πρὸς ἀμφοτέρους μάχεσθαι τὴν συμμετρίαν εἰδέναι ταύτην· ἄν τε γὰρ Ἰουδαίους διδάξαι βουλόμενος ὡς οὐκ ἐν καιρῷ τῆς παλαιᾶς ἔχονται νομοθεσίας, ἄρξηται κατηγορεῖν αὐτῆς ἀφειδῶς, ἔδωκε τοῖς διασύρειν βουλομένοις τῶν αἱρετικῶν λαβὴν οὐ μικράν· ἄν τε τούτους ἐπιστομίσαι σπουδάζων ἀμέτρως αὐτὸν ἐπαίρῃ καὶ ὡς ἀναγκαῖον ἐν τῷ παρόντι τυγχάνοντα θαυμάζῃ, τὰ τῶν Ἰουδαίων ἀνέῳξε στόματα. Πάλιν οἱ τὴν Σαβελλίου μαινόμενοι μανίαν καὶ οἱ τὰ Ἀρείου λυττῶντες ἐξ ἀμετρίας ἀμφότεροι τῆς ὑγιοῦς ἐξέπεσαν πίστεως· καὶ τὸ μὲν ὄνομα χριστιανῶν ἀμφοτέροις ἐπίκειται, εἰ δέ τις τὰ δόγματα ἐξετάσειε, τοὺς μὲν οὐδὲν ἄμεινον Ἰουδαίων διακειμένους εὑρήσει, πλὴν ὅσον ὑπὲρ ὀνομάτων διαφέρονται μόνον, τοὺς δὲ πολλὴν τὴν ἐμφέρειαν πρὸς τὴν αἵρεσιν Παύλου τοῦ Σαμοσατέως ἔχοντας, ἀμφοτέρους δὲ τῆς ἀληθείας ἐκτός.

Πολὺς οὖν κἀνταῦθα ὁ κίνδυνος καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ὑπὸ κρημνῶν ἀμφοτέρωθεν ἀπειλημμένη, καὶ δέος οὐ μικρὸν μὴ τὸν ἕτερόν τις θέλων βαλεῖν ὑπὸ θατέρου πληγῇ· ἄν τε γὰρ μίαν τις εἴπῃ θεότητα, πρὸς τὴν ἑαυτοῦ παροινίαν εὐθέως εἵλκυσε τὴν φωνὴν ὁ Σαβέλλιος· ἄν τε διέλῃ πάλιν, ἕτερον μὲν τὸν Πατέρα, ἕτερον δὲ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ἕτερον εἶναι λέγων, ἐφέστηκεν Ἄρειος εἰς παραλλαγὴν οὐσίας ἕλκων τὴν ἐν τοῖς προσώποις διαφοράν. Δεῖ δὲ καὶ τὴν ἀσεβῆ σύγχυσιν ἐκείνου καὶ τὴν μανιώδη τούτου διαίρεσιν ἀποστρέφεσθαι καὶ φεύγειν, τὴν μὲν θεότητα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὁμολογοῦντας, προστιθέντας δὲ τὰς τρεῖς ὑποστάσεις· οὕτω γὰρ ἀποτειχίσαι δυνησόμεθα τὰς ἀμφοτέρων ἐφόδους. Πολλὰς δὲ καὶ ἑτέρας ἔνι συλλέγειν συμπλοκὰς πρὸς ἃς ἂν μὴ γενναίως τις καὶ ἀκριβῶς μάχηται, μυρία λαβὼν ἄπεισι τραύματα.

εʹ. Ὅτι σφόδρα ἔμπειρον εἶναι δεῖ τῆς διαλεκτικῆς Τί ἄν τις λέγοι τὰς τῶν οἰκείων ἐρεσχελίας; Οὐ γάρ εἰσιν ἐλάττους αὗται τῶν ἔξωθεν προσβολῶν, ἀλλὰ καὶ πλείονα τῷ διδάσκοντι παρέχουσιν ἱδρῶτα. Οἱ μὲν γὰρ ὑπὸ πολυπραγμοσύνης ἁπλῶς καὶ εἰκῇ περιεργάζεσθαι θέλουσιν ἃ μήτε μαθόντας ἔστι κερδᾶναι, μήτε μαθεῖν δυνατόν· ἕτεροι πάλιν τῶν τοῦ Θεοῦ κριμάτων εὐθύνας αὐτὸν ἀπαιτοῦσιν καὶ τὴν ἄβυσσον τὴν πολλὴν ἀναμετρεῖν βιάζονται· «Τὰ γὰρ κρίματά σου, φησίν, ἄβυσσος πολλή.» Καὶ πίστεως μὲν πέρι καὶ πολιτείας, ὀλίγους ἂν εὕροις σπουδάζοντας· τοὺς δὲ πλείους ταῦτα περιεργαζομένους καὶ ζητοῦντας ἃ μήτε εὑρεῖν δυνατὸν καὶ τὸν Θεὸν παροξύνει ζητούμενα. Ὅταν γὰρ ἅπερ αὐτὸς ἡμᾶς οὐκ ἠθέλησεν εἰδέναι ταῦτα βιαζώμεθα μανθάνειν, οὔτε εἰσόμεθα—πῶς γάρ, Θεοῦ μὴ βουλομένου; —καὶ τὸ κινδυνεύειν ἡμῖν ἐκ τοῦ ζητεῖν περιέσται μόνον. Ἀλλ᾽ ὅμως καὶ τούτων τοιούτων ὄντων, ὅταν τις μετὰ αὐθεντίας ἐπιστομίζῃ τοὺς τὰ ἄπορα ταῦτα ἐρευνῶντας, ἀπονοίας τε καὶ ἀμαθίας ἑαυτῷ προσετρίψατο δόξαν. Διὸ χρὴ κἀνταῦθα πολλῇ κεχρῆσθαι τῇ συνέσει ὡς καὶ ἀπάγειν τῶν ἀτόπων ἐρωτήσεων τὸν προεστῶτα καὶ τὰς εἰρημένας ἐκφεύγειν αἰτίας.

Πρὸς ἅπαντα δὲ ταῦτα ἕτερον μὲν οὐδέν, ἡ δὲ τοῦ λόγου βοήθεια δέδοται μόνη· κἄν τις ταύτης ἀπεστερημένος ᾖ τῆς δυνάμεως, οὐδὲν ἄμεινον τῶν χειμαζομένων πλοίων διηνεκῶς αἱ ψυχαὶ τῶν ὑπ᾽ αὐτῷ τεταγμένων ἀνδρῶν διακείσονται, τῶν ἀσθενεστέρων καὶ περιεργοτέρων λέγω.

Διὸ χρὴ τὸν ἱερέα πάντα ποιεῖν ὑπὲρ τοῦ ταύτην κτήσασθαι τὴν ἰσχύν.

ϛʹ. Ὅτι τῷ μακαρίῳ Παύλῳ μάλιστα τοῦτο κατώρθωτο Καὶ ὁ Βασίλειος· Τί οὖν ὁ Παῦλος, φησίν, οὐκ ἐσπούδασε ταύτην οἷ κατορθωθῆναι τὴν ἀρετήν, οὐδὲ ἐγκαλύπτεται ἐπὶ τῇ τοῦ λόγου πενίᾳ, ἀλλὰ καὶ διαρρήδην ὁμολογεῖ ἰδιώτην ἑαυτὸν εἶναι, καὶ ταῦτα Κορινθίοις ἐπιστέλλων, τοῖς ἀπὸ τοῦ λέγειν θαυμαζομένοις καὶ μέγα ἐπὶ τοῦτο φρονοῦσι; ΙΩ. Τοῦτο γάρ, ἔφην, τοῦτό ἐστιν ὃ τοὺς πολλοὺς ἀπώλεσε καὶ ῥαθυμοτέρους περὶ τὴν ἀληθῆ διδασκαλίαν ἐποίησε· μὴ γὰρ δυνηθέντες ἀκριβῶς ἐξετάσαι τῶν ἀποστολικῶν φρενῶν τὸ βάθος, μηδὲ συνιέναι τὴν τῶν ῥημάτων διάνοιαν, διετέλεσαν τὸν ἅπαντα χρόνον νυστάζοντες καὶ χασμώμενοι καὶ τὴν ἀμαθίαν τιμῶντες ταύτην, οὐχ ἣν ὁ Παῦλός φησιν εἶναι ἀμαθής, ἀλλ᾽ ἧς τοσοῦτον ἀπεῖχεν ὅσον οὐδὲ ἄλλος τις τῶν ὑπὸ τὸν οὐρανὸν τοῦτον ἀνθρώπων. Ἀλλ᾽ οὗτος μὲν ἡμᾶς εἰς καιρὸν ὁ λόγος μενέτω· τέως δὲ ἐκεῖνό φημι· Θῶμεν αὐτὸν εἶναι ἰδιώτην τοῦτο τὸ μέρος ὅπερ οὗτοι βούλονται, τί οὖν τοῦτο πρὸς τοὺς ἄνδρας τοὺς νῦν; Ἐκεῖνος μὲν γὰρ εἶχεν ἰσχὺν πολλῷ τοῦ λόγου μείζονα καὶ πλείονα δυναμένην κατορθοῦν· φαινόμενος γὰρ μόνον καὶ σιγῶν, τοῖς δαίμοσιν ἦν φοβερός. Οἱ δὲ νῦν πάντες ὁμοῦ συνελθόντες μετὰ μυρίων εὐχῶν καὶ δακρύων οὐκ ἂν δυνηθεῖεν ὅσα ἴσχυσε τὰ σημικίνθια Παύλου ποτέ.

Καὶ Παῦλος μὲν εὐχόμενος νεκροὺς ἀνίστη καὶ ἄλλα ἐθαυματούργει τοιαῦτα ὡς καὶ θεὸς νομισθῆναι παρὰ τοῖς ἔξωθεν· καὶ πρὶν ἢ τοῦ βίου μεταστῆναι τούτου, κατηξιώθη ἁρπαγῆναι ἕως τρίτου οὐρανοῦ καὶ ῥημάτων μετασχεῖν ὧν οὐ θέμις ἀνθρωπείαν ἀκοῦσαι φύσιν. Οἱ δὲ νῦν ὄντες —ἀλλ᾽ οὐδὲν δύναμαι δυσχερὲς εἰπεῖν οὐδὲ βαρύ· καὶ γὰρ καὶ ταῦτα οὐκ ἐπεμβαίνων αὐτοῖς λέγω νῦν, ἀλλὰ θαυμάζων—, πῶς οὐ φρίττουσιν ἀνδρὶ τηλικούτῳ παραβάλλοντες ἑαυτούς;

Εἰ γὰρ καὶ τὰ θαύματα ἀφέντες, ἐπὶ τὸν βίον ἔλθοιμεν τοῦ μακαρίου καὶ τὴν πολιτείαν ἐξετάσαιμεν αὐτοῦ τὴν ἀγγελικὴν καὶ ἐν ταύτῃ μᾶλλον ἢ ἐν τοῖς σημείοις, ὄψει νικῶντα τὸν ἀθλητὴν τοῦ Χριστοῦ. Τί γὰρ ἄν τις εἴποι τὸν ζῆλον, τὴν ἐπιείκειαν, τοὺς συνεχεῖς κινδύνους, τὰς ἐπαλλήλους φροντίδας, τὰς ἀδιαλείπτους ὑπὲρ τῶν Ἐκκλησιῶν ἀθυμίας, τὸ πρὸς τοὺς ἀσθενεῖς συμπαθές, τὰς πολλὰς θλίψεις, τοὺς καινοτέρους διωγμούς, τοὺς καθημερινοὺς θανάτους; τίς γὰρ τόπος τῆς οἰκουμένης, ποία ἤπειρος, ποία θάλαττα τοῦ δικαίου τοὺς ἄθλους ἠγνόησεν; Ἐκεῖνον καὶ ἡ ἀοίκητος ἔγνω, κινδυνεύοντα δεξαμένη πολλάκις· πᾶν γὰρ εἶδος ὑπέμεινεν ἐπιβουλῆς καὶ πάντα τρόπον ἐπῆλθε νίκης καὶ οὔτε ἀγωνιζόμενος οὔτε στεφανούμενος διέλιπέ ποτε.

Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς προήχθην ὑβρίζειν τὸν ἄνδρα· τὰ γὰρ κατορθώματα αὐτοῦ πάντα μὲν ὑπερβαίνει λόγον, τὸν δὲ ἡμέτερον, τοσοῦτον ὅσον καὶ ἡμᾶς οἱ λέγειν εἰδότες· πλὴν ἀλλὰ καὶ οὕτως—οὐδὲ γὰρ ἀπὸ τῆς ἐκβάσεως, ἀλλ᾽ ἀπὸ τῆς προαιρέσεως ἡμᾶς ὁ μακάριος κρινεῖ—οὐκ ἀποστήσομαι, ἕως ἂν εἴπω τοῦτο ὃ τοσοῦτο τῶν εἰρημένων κρεῖττόν ἐστιν ὅσον ἁπάντων ἀνθρώπων ἐκεῖνος. Τί οὖν τοῦτό ἐστιν;

Μετὰ τοσαῦτα κατορθώματα, μετὰ τοὺς μυρίους στεφάνους, ηὔξατο εἰς γέενναν ἀπελθεῖν καὶ αἰωνίῳ παραδοθῆναι κολάσει ὑπὲρ τοῦ τοὺς πολλάκις αὐτὸν καὶ λιθάσαντας καὶ ἀνελόντας, τό γε αὐτῶν μέρος, Ἰουδαίους σωθῆναι καὶ τῷ Χριστῷ προσελθεῖν. Τίς οὕτως ἐπόθησε τὸν Χριστόν, εἴγε πόθον αὐτὸν δεῖ καλεῖν, ἀλλ᾽ οὐχ ἕτερόν τι τοῦ πόθου πλέον; Ἔτι οὖν ἑαυτοὺς ἐκείνῳ παραβαλοῦμεν, μετὰ τὴν τοσαύτην χάριν ἣν ἔλαβεν ἄνωθεν, μετὰ τὴν τοσαύτην ἀρετὴν ἣν οἴκοθεν ἐπεδείξατο; καὶ τί τούτου γένοιτ᾽ ἂν τολμηρότερον;

Ὅτι δὲ οὐδὲ οὗτος ἦν ἰδιώτης, ὡς οὗτοι νομίζουσι, καὶ τοῦτο λοιπὸν ἀποδεῖξαι πειράσομαι. Οὗτοι μὲν γὰρ οὐ μόνον τὸν οὐκ ἠσκημένον τὴν τῶν ἔξωθεν λόγων τερθρείαν ἰδιώτην καλοῦσιν, ἀλλὰ καὶ τὸν οὐκ εἰδότα μάχεσθαι ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων· καὶ καλῶς νομίζουσιν. Ὁ δὲ Παῦλος οὐκ ἐν ἀμφοτέροις ἔφησεν ἰδιώτης εἶναι, ἀλλ᾽ ἐν θατέρῳ μόνον· καὶ τοῦτο ἀσφαλιζόμενος τὸν διορισμὸν ἀκριβῶς πεποίηται, λέγων τῷ λόγῳ ἰδιώτης εἶναι, ἀλλ᾽ οὐ τῇ γνώσει.

Ἐγὼ δὲ εἰ μὲν τὴν λειότητα Ἰσοκράτους ἀπῄτουν καὶ τὸν Δημοσθένους ὄγκον καὶ τὴν Θουκυδίδου σεμνότητα καὶ τὸ Πλάτωνος ὕψος, ἔδει φέρειν εἰς μέσον ταύτην τοῦ Παύλου τὴν μαρτυρίαν· νῦν δὲ ἐκεῖνα μὲν πάντα ἀφίημι καὶ τὸν περίεργον τῶν ἔξωθεν καλλωπισμὸν καὶ οὐδέν μοι φράσεως, οὐδὲ ἀπαγγελίας μέλει. Ἀλλ᾽ ἐξέστω καὶ τῇ λέξει πτωχεύειν καὶ τὴν συνθήκην τῶν ὀνομάτων ἁπλῆν τινα εἶναι καὶ ἀφελῆ, μόνον μὴ τῇ γνώσει τις καὶ τῇ τῶν δογμάτων ἀκριβείᾳ ἰδιώτης ἔστω· μηδ᾽ ἵνα τὴν οἰκείαν ἀργίαν ἐπικαλύψῃ, τὸν μακάριον ἐκεῖνον ἀφαιρείσθω τὸ μέγιστον τῶν ἀγαθῶν καὶ τὸ τῶν ἐγκωμίων κεφάλαιον.

ζʹ. Ὅτι οὐκ ἀπὸ τῶν σημείων μόνον λαμπρὸς ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τοῦ λέγειν Πόθεν γάρ, εἰπέ μοι, τοὺς Ἰουδαίους συνέχεε τοὺς ἐν Δαμάσκῳ κατοικοῦντας, οὐδέπω τῶν σημείων ἀρξάμενος; πόθεν τοὺς Ἑλληνιστὰς κατεπάλαισε; διὰ τί δὲ εἰς Ταρσὸν ἐξεπέμπετο; οὐκ ἐπειδὴ κατὰ κράτος ἐνίκα τῷ λόγῳ καὶ εἰς τοσοῦτον αὐτοὺς ἤλαυνεν ὡς καὶ εἰς φόνον παροξυνθῆναι, μὴ φέροντας τὴν ἧτταν; Ἐνταῦθα γὰρ οὐδέπω τοῦ θαυματουργεῖν ἤρξατο, οὐδ᾽ ἂν ἔχοι τις εἰπεῖν ὅτι ἀπὸ τῆς περὶ τὰ τεράστια δόξης θαυμαστὸν αὐτὸν ἦγον οἱ πολλοὶ καὶ οἱ μαχόμενοι πρὸς αὐτὸν ἀπὸ τῆς ὑπολήψεως ἐπηρεάζοντο τοῦ ἀνδρός· τέως γὰρ ἀπὸ τοῦ λέγειν μόνον ἐκράτει. Πρὸς δὲ τοὺς ἰουδαΐζειν ἐπιχειροῦντας ἐν Ἀντιοχείᾳ πόθεν ἠγωνίζετο καὶ συνεζήτει; ὁ δὲ Ἀρεοπαγίτης ἐκεῖνος, ὁ τῆς δεισιδαιμονεστάτης πόλεως ἐκείνης, οὐκ ἀπὸ δημηγορίας μόνης ἠκολούθησεν αὐτῷ μετὰ τῆς γυναικός; ὁ δὲ Εὔτυχος πῶς κατέπεσεν ἀπὸ τῆς θυρίδος; οὐκ ἐπειδὴ μέχρι βαθείας νυκτὸς εἰς τὸν τῆς διδασκαλίας αὐτοῦ ἀπησχόλει λόγον; τί δὲ ἐν Θεσσαλονίκῃ καὶ ἐν Κορίνθῳ; τί δὲ ἐν Ἐφέσῳ καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ; οὐχ ὅλας ἡμέρας καὶ νύκτας ἀνήλισκεν ἐφεξῆς εἰς τὴν ἐξήγησιν τῶν Γραφῶν; τί ἄν τις λέγοι τὰς πρὸς τοὺς Ἐπικουρείους διαλέξεις καὶ Στωϊκούς;

Εἰ γὰρ ἅπαντα θέλοιμεν καταλέγειν, εἰς μακρὸν ἐκπεσεῖται μῆκος ὁ λόγος. Ὅταν οὖν καὶ πρὸ τῶν σημείων καὶ ἐν μέσοις αὐτοῖς φαίνηται πολλῷ κεχρημένος τῷ λόγῳ, πῶς ἔτι τολμήσουσιν ἰδιώτην εἰπεῖν τὸν καὶ ἀπὸ τοῦ διαλέγεσθαι καὶ δημηγορεῖν μάλιστα θαυμασθέντα παρὰ πᾶσι; Διὰ τί γὰρ Λυκάονες αὐτὸν ὑπέλαβον εἶναι Ἑρμῆν; Τὸ μὲν γὰρ θεοὺς αὐτοὺς νομισθῆναι ἀπὸ τῶν σημείων ἐγένετο, τὸ δὲ τοῦτον Ἑρμῆν, οὐκέτι ἀπ᾽ ἐκείνων, ἀλλ᾽ ἀπὸ τοῦ λόγου. Τίνι δὲ καὶ τῶν ἄλλων ἀποστόλων ἐπλεονέκτησεν ὁ μακάριος οὗτος; καὶ πόθεν ἀνὰ τὴν οἰκουμένην ἅπασαν πολὺς ἐν τοῖς ἁπάντων ἐστὶ στόμασιν; πόθεν οὐ παρ᾽ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ Ἰουδαίοις καὶ Ἕλλησι μάλιστα πάντων θαυμάζεται; οὐκ ἀπὸ τῆς τῶν ἐπιστολῶν ἀρετῆς δι᾽ ἧς οὐ τοὺς τότε μόνον πιστούς, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι τῆς σήμερον γενομένους καὶ τοὺς μέλλοντας δὲ ἔσεσθαι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ὠφέλησέ τε καὶ ὠφελήσει; καὶ οὐ παύσεται τοῦτο ποιῶν ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος.

Ὥσπερ γὰρ τεῖχος ἐξ ἀδάμαντος κατασκευασθέν, οὕτω τὰς πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας τὰ τούτου τειχίζει γράμματα· καὶ καθάπερ τις ἀριστεὺς γενναιότατος ἕστηκε καὶ νῦν μέσος, αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ «καθαιρῶν λογισμοὺς καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Ταῦτα δὲ πάντα ἐργάζεται δι᾽ ὧν ἡμῖν κατέλιπεν ἐπιστολῶν τῶν θαυμασίων ἐκείνων καὶ τῆς θείας πεπληρωμένων σοφίας. Οὐ πρὸς δογμάτων δὲ μόνον νόθων τε ἀνατροπὴν καὶ γνησίων ἀσφάλειαν ἐπιτήδεια ἡμῖν αὐτοῦ τὰ γράμματα, ἀλλὰ καὶ πρὸς τὸ βιοῦν εὖ οὐκ ἐλάχιστον ἡμῖν συντελεῖ μέρος· τούτοις γὰρ ἔτι καὶ νῦν οἱ προεστῶτες χρώμενοι, τὴν ἁγνὴν παρθένον ἣν ἡρμόσατο τῷ Χριστῷ ῥυθμίζουσί τε καὶ πλάττουσι καὶ πρὸς τὸ πνευματικὸν ἄγουσι κάλλος· τούτοις καὶ τὰ ἐπισκήπτοντα αὐτῇ νοσήματα ἀποκρούονται καὶ τὴν προσγινομένην διατηροῦσιν ὑγίειαν. Τοιαῦτα ἡμῖν ὁ ἰδιώτης κατέλιπε φάρμακα, τοσαύτην ἔχοντα δύναμιν ὧν ἴσασι τὴν πεῖραν καλῶς οἱ χρώμενοι συνεχῶς. Καὶ ὅτι μὲν πολλὴν αὐτὸς ἐποιεῖτο τοῦ μέρους τούτου σπουδήν, ἐκ τούτων δῆλον.

ηʹ. Ὅτι καὶ ἡμᾶς τοῦτο βούλεται κατορθοῦν Ἄκουε δὲ καὶ τῷ μαθητῇ τί φησιν ἐπιστέλλων· «Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.» Καὶ τὸν ἀπὸ τούτου καρπὸν προστίθησι λέγων· «Τοῦτο γὰρ ποιῶν, καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.» Καὶ πάλιν· «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον.» Καὶ προϊὼν δέ φησι· «Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι.» Καὶ πάλιν· «Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, φησί, πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παίδευσιν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος.» Ἄκουε δὲ καὶ τῷ Τίτῳ περὶ τῆς τῶν ἐπισκόπων καταστάσεως διαλεγόμενος τί προστίθησιν· «Δεῖ γάρ, φησίν, εἶναι τὸν ἐπίσκοπον ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.» Πῶς οὖν ἰδιώτης τις ὤν, ὡς οὗτοί φασι, τοὺς ἀντιλέγοντας ἐλέγχειν δυνήσεται καὶ ἐπιστομίζειν; τίς δὲ χρεία προσέχειν τῇ ἀναγνώσει καὶ ταῖς γραφαῖς, εἰ ταύτην δεῖ τὴν ἰδιωτείαν ἀσπάζεσθαι; Σκήψεις ταῦτα καὶ προφάσεις καὶ ῥαθυμίας καὶ ὄκνου προσχήματα.

Ἀλλὰ τοῖς ἱερεῦσι, φησί, ταῦτα διατάττεται· καὶ γὰρ περὶ ἱερέων ἡμῖν ὁ λόγος νῦν. Ὅτι δὲ καὶ τοῖς ἀρχομένοις, ἄκουε τί πάλιν ἑτέροις ἐν ἑτέρᾳ ἐπιστολῇ παραινεῖ· «Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ.» Καὶ πάλιν· «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.» Καὶ τὸ πρὸς ἀπολογίαν ἑτοίμους εἶναι ἅπασιν εἴρηται, Θεσσαλονικεῦσι δὲ ἐπιστέλλων· «Οἰκοδομεῖτε, φησίν, εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.» Ὅταν δὲ περὶ ἱερέων διαλέγηται· «Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ.» Καὶ γὰρ οὗτος ὁ τελεώτατος τῆς διδασκαλίας ὅρος, ὅταν καὶ δι᾽ ὧν πράττουσι καὶ δι᾽ ὧν λέγουσι τοὺς μαθητευομένους ἐνάγωσι πρὸς τὸν μακάριον βίον ὃν ὁ Χριστὸς διετάξατο· οὐ γὰρ ἀρκεῖ τὸ ποιεῖν πρὸς τὸ διδάσκειν. Καὶ οὐκ ἐμὸς ὁ λόγος, ἀλλ᾽ αὐτοῦ τοῦ Σωτῆρος· «Ὃς γὰρ ἄν, φησί, ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται.» Εἰ δὲ τὸ ποιῆσαι διδάξαι ἦν, περιττῶς τὸ δεύτερον ἔκειτο· καὶ γὰρ ἤρκει εἰπεῖν· ὃς ἂν ποιήσῃ, μόνον.

Νῦν δὲ τῷ διελεῖν ἀμφότερα δείκνυσιν ὅτι τὸ μὲν τῶν ἔργων ἐστί, τὸ δὲ τοῦ λόγου καὶ ἀλλήλων δεῖται ἑκάτερα πρὸς τελείαν οἰκοδομήν. Ἦ οὐκ ἀκούεις τί φησι τοῖς πρεσβυτέροις Ἐφεσίων τὸ τοῦ Χριστοῦ σκεῦος τὸ ἐκλεκτόν; «Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν.» Τίς γὰρ χρεία τῶν δακρύων ἢ τῆς διὰ τῶν λόγων νουθεσίας, οὕτω τοῦ βίου αὐτῷ λάμποντος τοῦ ἀποστολικοῦ;

θʹ. Ὅτι τούτου μὴ παρόντος τῷ ἱερεῖ, πολλὴν ἀνάγκη τοὺς ἀρχομένους ζημίαν ὑφίστασθαι Ἀλλὰ πρὸς μὲν τὴν τῶν ἐντολῶν ἐργασίαν δύναιτ᾽ ἂν ἡμῖν οὗτος πολὺ συμβάλλεσθαι μέρος· οὐδὲ γὰρ ἐκεῖ μόνον αὐτὸν τὸ πᾶν κατορθοῦν φαίην ἄν, ὅταν δὲ ὑπὲρ δογμάτων ἀγὼν κινῆται καὶ πάντες ἀπὸ τῶν αὐτῶν μάχωνται γραφῶν, ποίαν ἰσχὺν ὁ βίος ἐνταῦθα ἐπιδεῖξαι δυνήσεται; Τί τῶν πολλῶν ὄφελος ἱδρώτων, ὅταν μετὰ τοὺς μόχθους ἐκείνους ἀπὸ τῆς πολλῆς τις ἀπειρίας εἰς αἵρεσιν ἐκπεσὼν ἀποσχισθῇ τοῦ σώματος τῆς Ἐκκλησίας; Ὅπερ οἶδα πολλοὺς παθόντας ἐγώ.

Ποῖον αὐτῷ κέρδος τῆς καρτερίας; Οὐδέν, ὥσπερ οὖν οὐδὲ ὑγιοῦς πίστεως, τῆς πολιτείας διεφθαρμένης. Διὰ δὴ ταῦτα μάλιστα πάντων ἔμπειρον εἶναι δεῖ τῶν τοιούτων ἀγώνων τὸν διδάσκειν τοὺς ἄλλους λαχόντα. Εἰ γὰρ καὶ αὐτὸς ἕστηκεν ἐν ἀσφαλείᾳ, μηδὲν ὑπὸ τῶν ἀντιλεγόντων βλαπτόμενος, ἀλλὰ τὸ τῶν ἀφελεστέρων πλῆθος τὸ ταττόμενον ὑπ᾽ ἐκείνῳ, ὅταν ἴδῃ τὸν ἡγούμενον ἡττηθέντα καὶ οὐδὲν ἔχοντα πρὸς τοὺς ἀντιλέγοντας εἰπεῖν, οὐ τὴν ἀσθένειαν τὴν ἐκείνου τῆς ἥττης ἀλλὰ τὴν τοῦ δόγματος αἰτιῶνται σαθρότητα, καὶ διὰ τὴν τοῦ ἑνὸς ἀπειρίαν ὁ πολὺς λεὼς εἰς ἔσχατον ὄλεθρον καταφέρεται· κἂν γὰρ μὴ πάντῃ γένωνται τῶν ἐναντίων, ἀλλ᾽ ὅμως ὑπὲρ ὧν θαρρεῖν εἶχον ἀμφιβάλλειν ἀναγκάζονται, καὶ οἷς μετὰ πίστεως προσῄεσαν ἀκλινοῦς, οὐκέτι μετὰ τῆς αὐτῆς δύνανται προσέχειν στερρότητος, ἀλλὰ τοσαύτη ζάλη ταῖς ἐκείνων εἰσοικίζεται ψυχαῖς ἀπὸ τῆς ἥττης τοῦ διδασκάλου, ὡς καὶ εἰς ναυάγιον τελευτῆσαι τὸ κακόν. Ὅσος δὲ ὄλεθρος καὶ ὅσον συνάγεται πῦρ εἰς τὴν ἀθλίαν κεφαλὴν ἐκείνου, καθ᾽ ἕκαστον τῶν ἀπολλυμένων τούτων, οὐδὲν δεήσῃ παρ᾽ ἐμοῦ μαθεῖν, ἅπαντα αὐτὸς εἰδὼς ἀκριβῶς. Τοῦτο οὖν ἀπονοίας, τοῦτο κενοδοξίας, τὸ μὴ θελῆσαι τοσούτοις ἀπωλείας αἴτιον γενέσθαι, μηδὲ ἐμαυτῷ μείζονα προξενῆσαι τιμωρίαν τῆς νῦν ἀποκειμένης ἐκεῖ; Καὶ τίς ἂν ταῦτα φήσειεν;

Οὐδείς, πλὴν εἴ τις μάτην μέμφεσθαι βούλοιτο καὶ ἐν ταῖς ἀλλοτρίαις φιλοσοφεῖν συμφοραῖς.