Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ἱερωσύνης
Προειδοποιήσεις κατά της αναξίας αναλήψεως του ιερατικού βαθμού
Έλεγχος των αναξίως προσερχομένων στην ιερωσύνη και υπόδειξη των συνεπειών της αυθάδειας μέσω βιβλικών παραδειγμάτων ανυπακοής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προειδοποιήσεις κατά της αναξίας αναλήψεως του ιερατικού βαθμού
Έλεγχος των αναξίως προσερχομένων στην ιερωσύνη και υπόδειξη των συνεπειών της αυθάδειας μέσω βιβλικών παραδειγμάτων ανυπακοής.
Ἐὰν μέν τις ἀξιωθῇ εἰς ταύτην τὴν ἀξίαν ἐλθεῖν, καὶ πορευθῇ ἐν αὐτῇ ἀξίως καὶ ἀμέμπτως, ζωὴν αὐτῷ προξενεῖ καὶ στέφανον ἄφθαρτον· ἐὰν δέ τις ἀναξίως εἰς ταύτην ἐλθεῖν τολμήσῃ, προξενεῖ ἑαυτῷ σκότος τὸ ἐξώτερον καὶ κρίσιν ἀνίλεων. Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὦ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν τῇ ἀλαζονείᾳ σου λαβεῖν ἀναξίως τὸν τῆς ἱερωσύνης βαθμὸν, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐν τοῖς ἀλαζονικῶς κεχειροτονημένοις. Γνῶθι τοίνυν ὃ πεπόνθασιν οἱ τάλανες ἐκεῖνοι, οἱ τῷ Μωσεῖ καὶ Ἀαρὼν ἀντιστάντες ποτὲ, καὶ προπετευσάμενοι ἀναιδῶς καὶ αὐθαδῶς θυμιᾶσαι τῷ Θεῷ· οὐχὶ πῦρ κατέφαγεν ἅπαντας, ἀνθ᾽ ὧν κατετόλμησαν εἰς βαθμὸν οὗ οὐκ ἦσαν ἄξιοι; Πάλιν δὲ καὶ Μαριὰμ ἡ προφῆτις τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσῇ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψιστος, ἵνα λεπρωθεῖσα ἑπτὰ ἡμέρας ἀφορισθῇ ἔξω τῆς παρεμβολῆς. Καὶ τὸ νῦν, ἀδελφοὶ, ἁγνῶς αὐτὴν πολιτεύσασθε, μιμούμενοι τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ τὸν Ἐλεάζαρ. Θεώρησον τοὺς εὐσεβεῖς τούτους ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τὰς τῶν ἐχθρῶν παρεμβολάς.
Ταύτην ἔχων ὁ Μωσῆς, ἥπλωσε τὰς χεῖρας πρὸς τὸν Θεὸν, καὶ ἔτρωσε τὸν Ἀμαλὴκ πληγὴν ἀνίατον· ταύτην Ἀβραὰμ ζωσάμενος, τοὺς βασιλεῖς ἐτροπώσατο· ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν, εὐλόγησε τὸν Ἀβραὰμ εὐλογίαν ἐξαίρετον. Ἠξιώθης οὖν, ἀδελφὲ, κομίσασθαι βαθμὸν ἱερωσύνης; σπουδὴν ἔχε εὐαρεστεῖν τῷ στρατολογήσαντί σε, ἐν ἁγνείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ σοφίᾳ πνευματικῇ καὶ ἐν λαμπρᾷ παρθενίᾳ. Γενοῦ θερμὸς ζηλωτὴς ὡς Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίας, σώφρων ὡς ὁ Ἰωσὴφ, καὶ ἁγνὸς ὡς Ἰησοῦς, φιλόξενος ὡς Ἀβραὰμ, φιλόστοργος ὡς Δαυῒδ, καὶ πρᾶος ὡς Μωσῆς· τὸν πλανηθέντα σύναξον, τὸν χωλὸν ἐπίδησον, τὸν πεσόντα ἀνάστησον, ἀσθενοῦντας ἀντιλαβοῦ, καὶ ὅσα ὅμοια. Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοὶ, ὁποῖα εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾷν, καὶ ἐπιχειροῦσιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κληθέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι. Οὐ λέγω σοι, ἄνθρωπε, τὴν ἱερωσύνην μόνον μὴ προπετῶς κομίσασθαι, ἀλλ᾽ οὐδέ τι ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας, εἴ γε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ. Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητὲ, τῆς θείας λέξεως τοῦ Ὑψίστου, τῆς ῥηθείσης διὰ Ἡσαΐου τοῦ προφήτου, τὸ, Ἐπὶ τίνα ἐγὼ ἀναπαύσομαι, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.