Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ Μελχισεδέκ

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στην ερμηνεία των Γραφών και η περικοπή περί Μελχισεδέκ

Παρομοίωση της διδασκαλίας με θαλάσσιο πλου, επισήμανση της δυσκολίας των αποστολικών νοημάτων λόγω της απειρίας του ακροατηρίου και ανάγνωση του σχετικού αποστολικού χωρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν Μελχισεδέκ. αʹ. Ἀποστολικὴν ὑμῖν σήμερον βούλομαι παραθεῖναι τράπεζαν, καὶ πρὸς τὸ πέλαγος τῆς Παύλου φωνῆς διατεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω; Ὀκνῶ καὶ δέδοικα μήποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν ἀποστολικῶν νοημάτων ἰλιγγιάσωμεν, ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις.

Καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν τὴν γῆν ἀφέντες, ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσιν, καὶ οὐδὲν ἕτερον ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδινίᾳ κατέχονται, καὶ περιφέρεσθαι αὐτοῖς τὸ πλοῖον κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης.

Ἀλλ᾽ οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλούντων οἱ ἴλιγγοι γίνονται. Ἕτεροι οὖν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασιν ἐκκυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσί τι τοιοῦτον· ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει καθημένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσιν. Τοσοῦτόν ἐστι μᾶλλον καὶ τοιοῦτον ἀπειρία κακόν. Οὕτως αὕτη καὶ τῶν φοβερῶν καταφρονεῖν πείθει· ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν καὶ δεδοικέναι παρασκευάζει. Οἱ μὲν γὰρ ἐφ᾽ ὑψηλῶν τῶν ἰκρίων καθήμενοι τῆς νηὸς, καὶ πρὸς τὴν θέαν ἰλιγγιῶσιν, οἱ δὲ ἐν μέσοις οὐ θορυβοῦνται τοῖς κύμασιν. Τοῦτο καὶ ἐπὶ τῆς διανοίας γίνεται τῆς ἡμετέρας. Καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν, θαλαττίων ἀγριώτερα, οἷον ζάλη, θυμὸν κάτωθεν στρέφοντα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς, ποιοῦντα πολλὴν τῆς διανοίας τὴν σύγχυσιν.

Ἀλλ᾽ ὁ μὲν ἄπειρος καὶ ἀμελέτητος, ἀρχομένου τοῦ χειμῶνος τῆς ὀργῆς, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται· ὁρᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ ἔμπειρος καὶ μεμελετηκὼς, τὰ τοιαῦτα φέρει γενναίως· καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων, οὕτως τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Ὅπερ οὖν ἐπὶ τῆς θαλάττης γίνεται, καὶ ἐπὶ τῆς διανοίας συμβαίνει, τοῦτο καὶ ἐν τῇ ἐξηγήσει τῶν Γραφῶν συμπίπτειν ἀνάγκη, θορυβεῖσθαι, ταράττεσθαι· ἐπειδὰν δὲ ἐξέλθωμεν εἰς τὸ πέλαγος· οὐκ ἐπειδὴ τὸ πέλαγος φοβερὸν, ἀλλ᾽ ἐπειδὴ ἡμεῖς οἱ πλέοντες ἄπειροι. Ὅτι γάρ ἐστιν, εὔκολον φύσει λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα. Εἰπὼν γὰρ, ὅτι ὁ Χριστὸς ἐγένετο ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, καὶ ζητῶν τίς ἐστιν οὗτος ὁ Μελχισεδὲκ, ἐπήγαγεν· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος.

Τί λέγεις, ὦ Παῦλε; Δυσερμήνευτός σοι τῷ τὴν πνευματικὴν ἔχοντι σοφίαν; τῷ τὰ ἀπόῤῥητα ἀκούσαντι; τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός; Ἐμοὶ δυσερμήνευτος, φησὶν, οὐ παρὰ τὴν οἰκείαν μου ἀσθένειαν, ἀλλὰ παρὰ τὴν δυσκολίαν τῶν ἀκουόντων. Εἰπὼν γοῦν, Δυσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ᾽ ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸ οὐ δύσκολον πεποίηκεν; Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ αὐτὸν βραχὺν ἡ αὐτὴ αἰτία. Διὸ οὐδὲ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἀκεῖνο προσίεται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, θατέρου ἐπιλάβηται, καὶ τῇ ποικιλίᾳ τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον θεραπεύσωμεν τῆς γνώμης· οὕτω πολλάκις καὶ ἐπὶ ἀκροάσεως δεῖ ποιεῖν, ὅταν ἀσθενεῖς ὦμεν, καὶ πολὺν παρασκευάσαι χρὴ λόγον, καὶ ποικίλας παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις.

Πλὴν ἀλλ᾽ εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τὸ μὲν εἰπεῖν, Πολὺς καὶ δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα μὴ ῥᾳθυμότεροι γίνωνται περὶ τὴν ἀκρόασιν· τὸ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τὴν ἐπιθυμίαν.

βʹ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν. Εἰ καὶ πρὸς τὸ πέλαγος καὶ βάθος τῶν νοημάτων ἀδυνατοῦμεν, κατατολμήσωμεν τῆς θαλάττης, οὐ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν διδομένην ἡμῖν χάριν· οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ τὴν ὑμῶν ὠφέλειαν κατατολμήσωμεν τῆς θαλάττης, καὶ ἐν τούτῳ Παῦλον μιμούμενοι.

Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ περὶ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστιν, βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε τέλος ζωῆς, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.