Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ Μελχισεδέκ

Ἰωάννης ὁ Χρυσόστομος

Το ακατάληπτο των γεννήσεων του Υιού και η αναίρεση της αιρετικής περιεργείας

Θεολογική προσέγγιση των χαρακτηρισμών του Μελχισεδέκ και εφαρμογή τους στον Χριστό, με έμφαση στο άρρητο της θείας και της επίγειας γεννήσεώς Του, καθώς και ανάλυση της πνευματικής αναγεννήσεως διά του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Ἆρ᾽ οὐ κατέξανεν ὑμῶν τὰς ἀκοὰς, περὶ ἀνθρώπου διαλεγόμενος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος; Καὶ τί λέγω περὶ ἀνθρώπου; Εἰ γὰρ περὶ τοῦ Υἱοῦ λέγοιτο τοῦτο, οὐκ ἂν πολλὴν καὶ οὕτως παράσχῃ ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς Υἱός; Εἰ δὲ ἀμήτωρ, πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ· ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω. Οὔτε γὰρ ἐπὶ γῆς ἔσχεν πατέρα, οὔτε ἐν οὐρανοῖς μητέρα. Ἀγενεαλόγητος. Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες. Καίτοι τινὲς νομίζουσιν ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο, περὶ τῆς ἄνω γεννήσεως εἴρηται.

Οἱ μὲν γὰρ αἱρετικοὶ οὔτε τοῦτο βούλονται· καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται· οἱ δὲ ἐπιεικέστεροι τούτων ἐκείνην μὲν παραχωροῦσι, περὶ δὲ ταύτης κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος.

Δείξωμεν οὖν ὅτι περὶ ἑκατέρας τῆς γεννήσεως τοῦτο Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω. Καὶ γὰρ κἀκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη. Διὰ τοῦτο καὶ Ἡσαΐας φησίν· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπεν τῆς ἄνω. Τί οὖν ἐροῦμεν τῷ Παύλῳ ἀμφοτέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος;

Ἵνα μὴ μόνον κατ᾽ ἐκείνην τὴν γέννησιν, καθ᾽ ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ᾽ ἣν ἀπάτωρ ἐστὶ, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς· διὰ τοῦτο ἀμφότερα θεὶς, τότε εἶπεν, Ἀγενεαλόγητος. Καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προαύλια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πρὸς τὰ ἄδυτα τίς εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι ἐγεννήθη παρὰ τοῦ Πατρὸς οἶδα, τὸ δὲ πῶς, οὐκ οἶδα. Ὅτι ἐτέχθη ὑπὸ τῆς Παρθένου ἐπίσταμαι, τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω.

Ἑκατέρα γὰρ ἡ γέννησις ὡμολόγηται, καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὅπερ ἐνταῦθα ἐπὶ τῆς Παρθένου, οὐκ εἰδὼς πῶς ἐκ τῆς παρθένου ἐγεννήθη, ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν· οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ Πατρὸς, εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη, ὁμολόγησον. Κἂν εἴπῃ σοι ὁ αἱρετικός· Πῶς ἐγεννήθη ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ τὸ φρύαγμα εἰς τὴν γῆν, καὶ εἰπὲ πρὸς αὐτόν· Κατάβηθι ἐκ τῶν οὐρανῶν, καὶ δεῖξον πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου, καὶ τότε ἐκεῖνα ὅρα. Κάτασχε αὐτὸν καὶ περίστησον, μὴ ἀφῇς ἀποπηδῆσαι, μηδὲ ἀναχωρῆσαι εἰς τὸν λαβύρινθον τῶν λογισμῶν, ἀλλὰ κάτασχε καὶ ἀπόπνιξον, μὴ τῇ χειρὶ, ἀλλὰ τῷ ῥήματι. Μὴ δώσῃς αὐτῷ διαστολὴν, καὶ διαφύγῃ ὡς βούλεται. Ἐκεῖθεν γὰρ θόρυβον ἐμποιοῦσι τοῖς διαλεγομένοις, ἐπειδὴ ἡμεῖς αὐτοῖς ἀκολουθοῦμεν, καὶ οὐκ ἀπάγομεν ὑπὸ τοὺς νόμους τῶν θείων Γραφῶν. Περίθες τοίνυν αὐτῷ πάντοθεν τειχίον τὰς ἀπὸ τῶν Γραφῶν μαρτυρίας, καὶ οὐδὲ χᾶναι δυνήσεται.

Εἰπὲ, Πῶς ἐγεννήθη ἐκ τῆς Παρθένου; Οὐκ ἀφίσταμαί σου, οὐδὲ ἀναχωρῶ. Ἀλλ᾽ οὐκ ἂν ἔχοι τὸν τρόπον ἡμῖν εἰπεῖν, κἂν μυρία φιλονεικῇ. Ὅταν γὰρ ὁ Θεὸς ἀποκλείσῃ, τίς ἀνοίξῃ λοιπόν; Μόνῃ τῇ πίστει τὰ τοιαῦτα παράδεκτα. Εἰ δὲ οὐκ ἂν ἔχοις, ἀλλὰ λογισμοὺς ἐπιζητεῖς, ἐρῶ πρὸς σὲ, ὃ πρὸς Νικόδημον ὁ Χριστός φησιν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς, ἐὰν τὰ ἐπουράνια εἴπω, πιστεύετε; Περὶ τῆς ἐκ Παρθένου γεννήσεως εἶπον, καὶ οὐκ οἶδας, οὐδὲ χᾶναι τολμᾷς, καὶ τὴν οὐράνιον περιεργάζῃ; Καὶ εἴθε μὲν τὸν οὐρανὸν μόνον, ἀλλὰ καὶ τὸν Δεσπότην τῶν οὐρανῶν πολυπραγμονεῖς.

Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε. Οὐκ εἶπεν, οὐ πείθεσθε, ἀλλ᾽ Οὐ πιστεύετε· δεικνὺς ἡμῖν, ὅτι εἰ καὶ τὰ ἐπίγεια πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ οὐράνια. Καίτοι τότε τῷ Νικοδήμῳ περὶ τοκετοῦ διελέγετο πολὺ ἐλάττονος· περὶ τοῦ βαπτίσματος γὰρ ὁ λόγος ἦν, καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς· ἀλλὰ δῆλον ὅτι καὶ ταῦτα πίστει ἐστὶ καταληπτά. Ἐπίγεια δὲ αὐτὰ ἐκάλεσεν, οὐκ ἐπειδὴ ἐπίγειά ἐστιν, ἀλλ᾽ ἐπειδὴ ἐν τῇ γῇ τελεῖται, καὶ τῇ συγκρίσει τῆς ἄνω γεννήσεως τῆς ἀποῤῥήτου καὶ πάντα ὑπερβαινούσης νοῦν, ἐπίγεια ταῦτά ἐστιν. Εἰ τοίνυν πῶς ἀναγεννώμεθα ἐκ τῶν ὑδάτων οὐ δυνατὸν εἰδέναι, ἀλλὰ πίστει μόνῃ παραδέχεσθαι χρὴ τὸ γινόμενον, καὶ τὸν τρόπον μὴ περιεργάζεσθαι· πόσης ἂν εἴη μανίας ἐπὶ τῆς ἄνω γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ λογισμοὺς ἀνθρωπίνους κινεῖν, καὶ τρόπου γεννήσεως εὐθύνας ἀπαιτεῖν; Πῶς ἀπάτωρ καὶ ἀμήτωρ ὁ Υἱὸς τοῦ Θεοῦ, ἱκανῶς ἀποδέδεικται, καὶ πῶς ἀγενεαλόγητος.