Τί λέγεις, ὦ Παῦλε; Δυσερμήνευτός σοι τῷ τὴν πνευματικὴν ἔχοντι σοφίαν; τῷ τὰ ἀπόῤῥητα ἀκούσαντι; τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν; Εἰ σοὶ δυσερμήνευτος, τίνι καταληπτός; Ἐμοὶ δυσερμήνευτος, φησὶν, οὐ παρὰ τὴν οἰκείαν μου ἀσθένειαν, ἀλλὰ παρὰ τὴν δυσκολίαν τῶν ἀκουόντων. Εἰπὼν γοῦν, Δυσερμήνευτος, ἐπήγαγεν· Ἐπειδὴ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ὁρᾷς ὅτι οὐχ ἡ φύσις τοῦ λόγου, ἀλλ᾽ ἡ ἀπειρία τῶν ἀκουόντων δύσκολον τὸ οὐ δύσκολον πεποίηκεν; Οὐ μόνον δὲ δύσκολον, ἀλλὰ καὶ πολὺν ποιεῖ αὐτὸν βραχὺν ἡ αὐτὴ αἰτία. Διὸ οὐδὲ δυσερμήνευτον ἔφησεν εἶναι μόνον, ἀλλὰ καὶ πολὺν, καὶ τοῦ μήκους καὶ τῆς δυσκολίας ἀναθεὶς τὴν αἰτίαν τῇ νωθρότητι τῆς ἀκοῆς. Καθάπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία διάφορα, ἵνα ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἀκεῖνο προσίεται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, θατέρου ἐπιλάβηται, καὶ τῇ ποικιλίᾳ τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον θεραπεύσωμεν τῆς γνώμης· οὕτω πολλάκις καὶ ἐπὶ ἀκροάσεως δεῖ ποιεῖν, ὅταν ἀσθενεῖς ὦμεν, καὶ πολὺν παρασκευάσαι χρὴ λόγον, καὶ ποικίλας παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις.