Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ μετανοίας (λόγος β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Προετοιμασία ενόψει της Κρίσεως και η σημασία της ελεημοσύνης

Προειδοποίηση για την επερχόμενη Κρίση, προτροπή προς αποφυγή της αμαρτίας και έμφαση στην έμπρακτη ελεημοσύνη ως μέσο πνευματικής προετοιμασίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ταῦτα, ἀδελφοί μου, λέγοντες καὶ ποιοῦντες, φύγωμεν πᾶσαν κακίαν καὶ πᾶσαν ἀκαθαρσίαν, φύγωμεν πᾶσαν ἀδικίαν καὶ πλεονεξίαν, φύγωμεν κενοδοξίαν, μέθην καὶ πᾶσαν ἀπληστίαν, φύγωμεν γαστριμαργίαν τὴν γεννήτριαν πάντων τῶν κακῶν, φύγωμεν φιλαργυρίαν τὴν ἀρχὴν καὶ ῥίζαν πάσης ἁμαρτίας, φύγωμεν μισαδελφίαν καὶ ἀσπλαγχνίαν, φύγωμεν καταλαλιὰν καὶ λοιδορίαν· φύγωμεν πορνείαν, μοιχείαν, καὶ πᾶσαν βλασφημίαν· φύγωμεν κλεψίαν, ἁρπαγήν· φύγωμεν φιλοδοξίαν καὶ προσωποληψίαν καὶ ἔριν καὶ ζῆλον καὶ τὴν λοιπὴν ἀπάτην τοῦ ματαίου βίου τούτου· ἵνα μὴ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ εὑρήσῃ ἡμᾶς ῥᾳθυμοῦντας, καὶ διχοτομήσῃ ἡμᾶς, καὶ ἀποφαίνηται καθ᾽ ἡμῶν λέγων· Δήσαντες αὐτῶν χεῖρας καὶ πόδας, ἄρατε αὐτοὺς, καὶ ἐμβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ὢ πόσα μέλλομεν τότε κλαίειν, ἀδελφοὶ, καὶ ὀδύρεσθαι καὶ θρηνεῖν καὶ ἑαυτοὺς κατακόπτειν, μηδὲν ὠφελοῦντες λοιπόν; Οὐαὶ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ἐὰν οὕτως εὑρεθῶμεν ἀμετανόητοι· καλὸν ἦν ἡμῖν μὴ γεννηθῆναι, ἐὰν οὕτω μέλλωμεν εὑρίσκεσθαι.

Κλαύσωμεν πικρὸν λοιπὸν, ὦ ἀδελφοὶ, ἵνα μὴ ἐκεῖ ἀθάνατα τιμωρηθῶμεν· ἐλεήσωμεν, ἵνα ἐλεηθῶμεν, ἵνα συγχωρηθῶμεν· σκορπίσωμεν ἡμεῖς αὐτοὶ χρήματα, ἵνα μὴ ἄλλοι μετὰ τὴν τελευτὴν ἡμῶν τὸν κόπον ἐσθίοντες καὶ πίνοντες καὶ σπαταλῶντες, ψάλλωσι λέγοντες· Θησαυρίζει ὁ πλούσιος, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· καὶ πάλιν, Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ. Τί γὰρ ὄφελος, ἀδελφοὶ, ὅταν ἡμεῖς κοπιῶμεν, καὶ ἄλλοι τὸν κόπον ἡμῶν ἀπολαύωσι;

Προπέμψωμεν ἐκεῖ, ἵνα εὕρωμεν. Ὃ γὰρ σπείρει ἄνθρωπος, τοῦτο καὶ θερίσει. Μηδεὶς προφασιζέσθω, ὅτι Γυναῖκα ἔχω καὶ τέκνα, καὶ οὐ δύναμαι δι᾽ αὐτὰ σκορπίσαι τὰ χρήματα, ἵνα μὴ ἀποθνήσκων πτωχοὺς αὐτοὺς καταλίπω.

βʹ. Μὴ, ἀδελφοὶ, μὴ, παρακαλῶ πάντας ὑμᾶς, μὴ τοῦτο μεριμνῶμεν. Ἔστι γὰρ Θεὸς ἐν οὐρανῷ ὁ οἰκτίρμων; ὁ μεριμνῶν καὶ διοικῶν τὴν γυναῖκα καὶ τὰ τέκνα, ὁ καὶ ποιήσας αὐτούς· μόνον ἡμεῖς ἑαυτοὺς μεριμνήσωμεν, ἑαυτοὺς κλαύσωμεν, ἑαυτοὺς εὐτρεπίσωμεν, ἑαυτοὺς πρὸς τὰ ἐκεῖ κριτήρια καὶ δικαστήρια προασφαλισώμεθα.