Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ μετανοίας (λόγος β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Εξομολογητική προσευχή και επίκληση του θείου ελέους

Εκτενής προσευχή συντριβής και εξομολόγησης, με αναγνώριση της ανθρώπινης πτώσης και θερμή παράκληση για τη συγχώρηση των αμαρτιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Δεῦτε, ἴδετε ὅτι γυμνοὶ εἰσήλθομεν, καὶ πάλιν γυμνοὶ μέλλομεν ἀπέρχεσθαι ἐκεῖ. Δεῦτε, ἐξομολογησώμεθα τῷ Κυρίῳ ἐν δάκρυσι καὶ στεναγμοῖς, ἐν ἐλεημοσύναις, ἐν οἰκτιρμοῖς πενήτων· καὶ αὐτὸς διδάξει ἡμᾶς πῶς σωθῶμεν. Εἴπωμεν καὶ ἡμεῖς πρὸς αὐτόν· Κύριε, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· δέξαι ἡμῶν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, δέξαι ἡμῶν τὸν στεναγμὸν καὶ τὰ δάκρυα, δέξαι ἡμῶν τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, τὸν ὀδυρμὸν καὶ κλαυθμὸν τὸν ἐπὶ θάνατον· δέξαι ἡμᾶς τοὺς ἀθλίους, καὶ αἰσχρῶς βιώσαντας· δέξαι ἡμᾶς, φιλάνθρωπε, τοὺς πολλά σε παροργίσαντας· δέξαι ἡμᾶς, Δέσποτα, τοὺς ἐν ἀσωτίᾳ καὶ πάσῃ πονηρίᾳ καὶ ἀκαθαρσίᾳ τὸν βίον ὅλον δαπανήσαντας· δέξαι, Κύριε ὁ Θεὸς, τοὺς τῶν σῶν ἐντολῶν παρακούσαντας· δέξαι ἡμᾶς, Δέσποτα, τοὺς ἀναξίους δούλους σου, καὶ μὴ ἀποδῴης ἡμῖν κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν. Ὁμολογοῦμεν, Δέσποτα, ὅτι οὐδὲ τοῦ ζῇν ἄξιοι διὰ τὰς ἁμαρτίας ἡμῶν· ὁμολογοῦμεν, Κύριε, οὐδὲ τὸν ἥλιον τοῦτον θεωρεῖν ὑπάρχομεν ἄξιοι, διότι οὐκ ἔστιν ἁμάρτημα, οὐκ εἶδος παντοίου κακοῦ, ὃ οὐκ ἐπράξαμεν οἱ ἄθλιοι· ἀλλὰ δέξαι ἡμᾶς, Δέσποτα, ὥσπερ τὸν ἄσωτον υἱὸν, δέξαι ὡς τὸν λῃστὴν, δέξαι ὡς τὴν πόρνην καὶ τὸν τελώνην. Κύριε, ἐπίστρεψον ἡμᾶς· Κύριε, συνέτισον ἡμᾶς, καὶ μὴ ὀργισθῇς, ἀλλὰ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν.

Κύριε, ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τῶν δούλων σου. Κύριε, σὺ εἶ Θεὸς, καὶ ἡμεῖς σὸς λαός.

Ἡμάρτομεν γὰρ, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ τὸ πονηρὸν ἐποιήσαμεν, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, καὶ διὰ τοῦτο μακράν σου ἀπεπλανήθημεν. Ἀλλ᾽ ἐλέησον, Κύριε, τὰ ἔργα τῶν χειρῶν σου· ἐλέησον, Δέσποτα, τοὺς τῇ ἀπάτῃ τοῦ ὄφεως ἐκβληθέντας τοῦ παραδείσου· ἐλέησον ἡμᾶς, καὶ ἔνδυσον χιτῶνα εὐφροσύνης, καὶ σωτήριον ἱμάτιον· ἐλέησον ἡμᾶς, οὓς ἐγύμνωσεν ὁ διάβολος τῆς σῆς βοηθείας. Εὔσπλαγχνε, ἐλέησον τοὺς σὲ καταλιπόντας, καὶ ἐκείνῳ δουλεύσαντας· ἐλέησον τοὺς πεπλανημένους, ἐλέησον τοὺς τὰς σὰς παραγγελίας μὴ φυλάξαντας, καὶ ταῖς δαιμόνων κακουργίαις καθυπουργήσαντας· ἐλέησον τοὺς ἐν ἁμαρτίαις μολυνθέντας, ἐλέησον τοὺς τυραννουμένους ὑπὸ τοῦ διαβόλου, ἐλέησον τοὺς ῥερυπωμένους ἐν ἀσωτίᾳ· ἐλέησον ἐλεῆμον, ἐλέησον ἀγαθὲ, ἐλέησον μακρόθυμε, ὅτι πᾶν κακὸν καὶ πᾶσαν ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ ἀδικίαν αἱ χεῖρες ἡμῶν ἐποίησαν. Ἐμιάναμεν γὰρ τὴν ψυχὴν, ἣν κατ᾽ εἰκόνα σου ἐποίησας· ἐμιάναμεν τὸ σῶμα, ἐμιάναμεν αἴσθησιν. Ἡ γλῶσσα ἡμῶν μάχαιρα ὀξεῖα ἐγένετο κατὰ τοῦ πλησίον, οἱ ὀφθαλμοὶ ἡμῶν πῦρ βλέπουσιν, αἱ χεῖρες ἡμῶν αἵματος πλήρεις, οἱ πόδες ἡμῶν ὀξέως εἰς τὸ κακὸν τοῦ ποιῆσαί τινα.

Τὸ στόμα ἡμῶν μεμίασται ταῖς λοιδορίαις· καὶ ἁπλῶς εἰπεῖν, ἐμιάναμεν τὴν γῆν καὶ τὸν ἀέρα· αἱ γὰρ ἀδικίαι ἡμῶν ἕως τοῦ οὐρανοῦ ἤγγισαν, αἱ ἁρπαγαὶ ἡμῶν ὑπὲρ τὰ ὄρη ὑψώθησαν, αἱ πλεονεξίαι ὑπὲρ τὰς νεφέλας ἐπήρθησαν, αἱ κακίαι ἡμῶν ἕως τοῦ οὐρανοῦ ἔφθασαν, αἱ ἁμαρτίαι ἡμῶν ἀσυγχώρητοι, τὰ σφάλματα ἡμῶν παραμυθίαν οὐκ ἔχει, ἡ ἀποτυχία ἡμῶν ἀπαρηγόρητος, καὶ ἰδοὺ ἡ γῆ τὰ κακὰ ἡμῶν βαστάζειν οὐ δύναται· καὶ διὰ τοῦτο, Δέσποτα, τοῦ σοῦ ἐλέους χρῄζομεν. Γινώσκεις τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν· ἐλέησον, Κύριε, τῶν χειρῶν σου τὸ ποίημα. Τὴν σὴν γὰρ εὐσπλαγχνίαν ἐπικαλούμεθα· τῆς σῆς βοηθείας μὴ ὑστερήσῃς ἡμᾶς· τὸ σὸν ἔλεος ἐξαπόστειλον ἡμῖν τοῖς ἀναξίοις· τὴν σὴν ἀντίληψιν δώρησαι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.