Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ μετανοίας (λόγος β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Τελική προτροπή και δοξολογία

Επισφράγιση του λόγου με κάλεσμα για έμπρακτη μετάνοια και αλληλοσυγχώρεση, και κατάληξη με την παραδοσιακή δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ὑμεῖς δὲ, οἱ ἀπάνθρωποι καὶ ἀνελεήμονες, πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἠλεήσατε, οὕτω δὴ ὑμεῖς οὐκ ἐλεηθήσεσθε. Λοιπὸν ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, οἱ ἐργάται τῆς ἀνομίας· ὑπάγετε εἰς τὸ σκότος τὸ αἰώνιον, οἱ κατηραμένοι καὶ μεμισημένοι, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Ταῦτα τοίνυν μαθόντες, ἀδελφοὶ, δεῦτε, καὶ ἐπιστρέψωμεν ἐκ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μετανοήσωμεν, στενάξωμεν, τύψωμεν τὸ στῆθος, γρηγορήσωμεν οἱ νυστάζοντες, ἐξυπνίσωμεν, δακρύσωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν· καὶ εἴ τινός τι ἐσυκοφαντήσαμεν ἢ ἡρπάσαμεν, ἀποδῶμεν, ἵνα μὴ κατακριθῶμεν· ἐλεήσωμεν, ἵνα εὕρωμεν ἔλεος. Καὶ εἴ τι ἔχομεν κατά τινος ἢ πένητος ἢ πλουσίου, πάντα συγχωρήσωμεν ἀπ᾽ αὐτῆς τῆς καρδίας ἡμῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε, μή πως κατακριθῶμεν καὶ καταδικασθῶμεν καὶ ἡμεῖς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, καθὼς ἐκεῖνοι οἱ ἀνελεήμονες καὶ μισάνθρωποι.

Γενώμεθα εἰς ἀλλήλους εὔσπλαγχνοι, φιλάνθρωποι, ἥμεροι, φιλάγαθοι, ἐπιεικεῖς, μακρόθυμοι, ἀλλήλοις βοηθοῦντες, ἀλλήλους ὑπομένοντες, ἀλλήλοις συγχωροῦντες, ἀλλήλους διορθούμενοι, ἀλλήλους νουθετοῦντες, ἀλλήλων τὰ βάρη βαστάζοντες· ἵνα καὶ τῶν προειρημένων κολάσεων τὴν πεῖραν διαφύγωμεν, καὶ τὸν παρόντα βίον ἐν ἀφέσει ἁμαρτιῶν διανύσαντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.