Μὴ καταφρονήσῃς τοῦ τόξου· τέταται γάρ· μήτε ἀπογνῷς μετανοίας· τὸ γὰρ βέλος οὔπω βέβληται. Ἀλλὰ μὴ χαυνωθῇς διὰ τὴν ὑπερβολὴν τῆς μακροθυμίας, μηδὲ βουληθῇς ἀεὶ παρακατέχειν σαυτὸν ταῖς ἡδοναῖς. Μὴ εἴπῃς, Τέως ἀπολαύσω τῆς ἐπιθυμίας, τέως χρήσομαι τῇ νεότητι, ἥξει μετ᾽ ὀλίγον μετανοίας καιρὸς, αὔριον μετανοήσω, περὶ τὸ γῆρας ἀσφαλίσομαι τὴν ζωήν. Μάταιοι οἱ τοιοῦτοι διαλογισμοὶ, σαθρά σου τὰ τῆς ἐπιθυμίας βουλεύματα, πονηρῷ κέχρησαι συμβούλῳ τῇ ἡδονῇ. Λέγεις, Ποιήσω τὴν ἁμαρτίαν σήμερον, καὶ αὔριον μετανοήσω. Κύριος εἶ τῆς αὔριον; τίς σοι τῆς αὔριόν ἐστιν ἐγγυητής; Ἐὰν ἀκριβῶς ἀκούσῃς, οὐδὲ ἡ σήμερον ὅλη σή· καὶ τῆς σήμερον τὸ μὲν παρελήλυθε, τὸ δὲ μέλλει· τὸ μὲν οὐκ ἔστι σὸν, τὸ δὲ οὔπω σόν. Λέγεις· Σήμερον ποιήσω τὴν ἡδονὴν, καὶ μετανοήσω τῇ αὔριον. Ὃ ἔχεις, τῇ ἡδονῆ, τὸ ἀλλότριον, τῇ μετανοίᾳ; Ἐμοὶ μᾶλλον χρῆσαι συμβούλῳ, τὸ σήμερον τῇ μετανοίᾳ, τῇ δὲ ἁμαρτίᾳ μηδὲ τὸ αὔριον, Διὰ τοῦτο καλῶς ὁ θεῖος λόγος διαφόρως ἡμᾶς εἰς ἀνάκλησιν τῆς ἁμαρτίας ἀνακαλούμενος, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ, Παρακαλεῖτε ἀλλήλους, ἕως οὗ τὸ σήμερον καλεῖται.