Συγκροτουμένου δὲ τοῦ συμποσίου, καὶ προελθόντων αὐτῶν εἰς τὸ πίνειν, πάρεισιν ὀρχηστρὶς εἰς τὸ συμπόσιον, αἰσχρὸν θέαμα καὶ ἀδόκιμον, ἐλεεινὸν μὲν, καὶ εἴπερ ἐν τῷ θεάτρῳ καὶ τῇ σκηνῇ ἐπεισῆλθε, μήτι γε βασιλικῷ συμποσίῳ. Βούλει γνῶναι τὸ τοῦ συμποσίου θέαμα τὸ αἰσχρόν; Ἀπὸ τῶν βασιλέων ἡ ὀρχηστρὶς, θυγάτηρ τῆς Ἡρωδιάδος· βασιλέως τὸ γένος, καὶ ὀρχηστρίδος ὁ τρόπος. Αὕτη δέ ἐστιν Ἡρωδιὰς ἡ μηδὲ τοῖς τῆς φύσεως ὅροις ἐμμείνασα· ἡ Φιλίππῳ συναφθεῖσα, καὶ Ἡρώδῃ συνοικοῦσα. Αἴνιγμα τὸ λεγόμενον· καὶ εἰς αἰνιγμάτων γὰρ ζήτησιν ἄγει τῆς ἀκολασίας τὸ τέλος. Ὁ γὰρ Ἡρώδης παρωσάμενος τὴν πρὸς τὸν ἀδελφὸν μνήμην, καὶ τῆς ἀκολασίας ὅλος δοῦλος γενόμενος, ἦν μὲν Ἰουδαίων βασιλεὺς, ἦν δὲ πλέον δοῦλος τῶν ἡδονῶν. Τάχα οἷοι οἱ βασιλευόμενοι, τοιοῦτοι καὶ οἱ δεσπόται. Τοῦ τοίνυν συνοικεσίου τοῦ Ἡρώδου παραγινομένου, Ἰωάννης μὲν ὁ μέγας, ὁ περισσότερον προφήτου, μετὰ παῤῥησίας τὴν ἀκολασίαν διήλεγχεν· ὄντως γὰρ καὶ περισσότερον προφήτου. Πᾶς γὰρ προφήτης, ἐν ἔξει τῆς ἡλικίας γενόμενος, τότε τῆς χάριτος τῆς προφητικῆς ἠξιώθη· ἔνιοι δὲ καὶ πολλοῖς ὕστερον χρόνοις. Ἰωάννης δὲ μόνος ἓξ ἔτι μηνῶν ἔχων τὴν σύλληψιν ἐν γαστρὶ, καὶ κατὰ τοὺς τῆς φύσεως νόμους τρεφόμενος, τοῦ ἐν γαστρὶ Θεοῦ, διὰ τοῦ ἀσπασμοῦ τῆς μητρὸς, προεσκίρτησεν, ἀτελὴς τὰ μέλη, τὴν πίστιν τέλειος.