Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ μετανοίας

Ἰωάννης ὁ Χρυσόστομος

Η σωτηριώδης δύναμη της μετανοίας και βιβλικά πρότυπα

Εγκωμιασμός του έργου της μετανοίας, προτροπή για ειλικρινή εξομολόγηση των αμαρτιών και παράθεση σχετικών βιβλικών παραδειγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Δράμωμεν πρὸς τὴν μετάνοιαν, τὴν τῆς βασιλείας πρόξενον, τὴν τῶν ἁμαρτιῶν ἐξαλειπτήριον, τὴν τῆς σωτηρίας μητέρα. Μετάνοια, διαβόλου διωγμὸς, δαιμόνων σκελισμός. Ὢ μετάνοια, δι᾽ ἣν Ἰωνᾶς ὁ προφήτης ἔφυγεν ἐκ προσώπου τοῦ Θεοῦ, ὡρισμένην ψῆφον Θεοῦ θανατικὴν ἀνατρέψασα, καὶ τὸν κήρυκα τοῦ θανάτου ψεύστην ἀναδείξασα· σὺ γὰρ ὑπαντήσασα τῇ τοῦ Θεοῦ βουλῇ κατὰ τῶν Νινευιτῶν ἀποφάσει, αὐτὴν μὲν ἐνεπόδισας, τοῖς δὲ Νινευίταις πηγὰς ζωῆς ἀφθόνως ἐξώμβρισας.

Μετάνοια μετὰ δακρύων προσπεσοῦσα Θεῷ, Ἐζεκίᾳ τῷ βασιλεῖ ἀντὶ θανάτου ζωὴν ἐχαρίσατο. Ὢ μετάνοια ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσα, καὶ ἀγγελικὰς δυνάμεις ὑπερβαίνουσα, καὶ τῷ θείῳ Πνεύματι Κυρίου προσεγγίζουσα θρόνῳ, καὶ Θεῷ συνόμιλος γινομένη, καὶ καθάπερ ἐξ οἰκείων θησαυρῶν τῶν τοῦ Θεοῦ θησαυρῶν τὸ ζῇν λαμβάνουσα, καὶ τοῖς ἔχουσί σε μετὰ παῤῥησίας δωρουμένη. Ὢ μετάνοια τῶν παθῶν ἰατρὲ, ἡ τὰς ἀπειλὰς πραΰνουσα, καὶ τὸ πῦρ κατασβεννύουσα τοῦ θυμοῦ, καὶ τὰς ὀργὰς κοιμίζουσα, καὶ φιλίας λαμπάδας ἀσβέστους πρυτανεύουσα. Ὢ μετάνοια ἐν καρδίᾳ ἀνθρώπου τικτομένη, καὶ παραχρῆμα εἰς οὐρανοὺς αὐλιζομένη· σὲ εὑρηκὼς ὁ μακάριος Δαυῒδ, τὴν ἐπὶ τοῖς δυσὶν ἁμαρτήμασι, φόνου λέγω καὶ μοιχείας, αἰωνίας τιμωρίας ἐξέφυγε δίκην. Ὢ μετάνοια, τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύουσα, καὶ ἠσφαλισμένας ψυχὰς διασώζουσα. Μετάνοια ἐκ μέσης καρδίας στεναγμὸν ἀναπέμπουσα Θεὸν δυσωπεῖ· μετάνοια δάκρυον θερμὸν ἀπὸ ὀφθαλμῶν δροσίζουσα, τὰς ἐσπιλωμένας ψυχὰς τῷ βαπτίσματι ἐκλαμπρύνει.

Ὢ μετάνοια, ἐκ θνητοῦ ἀνθρώπου γενόμενον φάρμακον ἀθανασίας παρεκτικόν· σὲ ἔχουσα ψυχὴ λέγει· Μέλαινά εἰμι, καλὴ δέ· μέλαινα διὰ τὸ τῆς ἁμαρτίας πένθος σκυθρωπὸν, καλὴ διὰ τὸ ἐκ τῆς μετανοίας φέγγος ἀγαθόν. Ὢ μετάνοια Πέτρου συνήγορε, καὶ Παύλου ὑπέρμαχε καὶ συνέκδικε· σὲ ἐὰν εὕρῃ ὁ χριστοκτόνος Φαρισαῖος, χριστοφόρος Γαλιλαῖος γίνεται. Μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν μεταλλεύουσα, τὴν ἀκανθοφόρον καρδίαν εὐθὺς μεταβάλλει. Φασί τινες τὸν ἀετὸν γηράσαντα, εἰς ὕψος μετάρσιον ἐπαρθέντα, εἰς διειδεστάτην πηγὴν ἑαυτὸν χαλάσαντα ἀνακαινίζεσθαι.

Τοιαύτη ἐστὶν ἡ μετάνοια· τὴν γὰρ ἔχουσαν αὐτὴν καρδίαν εἰς ὕψος μετάρσιον ἐπάρασα, τῇ πηγῇ τῶν δακρύων τὴν μὲν παλαιότητα τῶν ἁμαρτημάτων ἀποσμήχει, τὴν δὲ καινότητα τοῦ Πνεύματος ἐπενδύει. Διὸ καὶ τὸ Πνεῦμα πρὸς τὴν ἐν μετανοίᾳ οὖσαν ψυχὴν λέγει τὸ, Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταύτην εἰδὼς ὁ μέγας τῶν ψυχῶν ἡμῶν ἰατρὸς πασῶν τῶν ἀρετῶν εἶναι ἐνεργεστέραν, συμβουλεύει λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Προσέλθετε τῇ μετανοίᾳ θαρσαλέως, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σώζει ἐν καιρῷ θλίψεως. Καὶ μὴ αἰσχυνθῇς, τέκνον, ὁμολογῆσαι τὰς ἁμαρτίας σου· ἔστι γὰρ αἰσχύνη ἡ ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη ἡ δόξα καὶ χάρις. Ἡ ἐνταῦθα μετανοοῦσα ψυχὴ λαμβάνει τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· Ἐν γὰρ τῷ ᾅδῃ τί ἐξομολογήσεται τῷ Κυρίῳ;

Στέναξον ἐπὶ ταῖς ἁμαρτίαις σου, ἵνα σωθῇς· Ὅταν γὰρ, φησὶν, ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Λέγε τὰς ἁμαρτίας σου. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.