Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας, περὶ Δαβίδ

Ἰωάννης ὁ Χρυσόστομος

Παραδείγματα γνήσιας και επιφανειακής μετάνοιας στην Καινή Διαθήκη

Σύγκριση της αληθινής μετάνοιας του αποστόλου Πέτρου με την έλλειψη μετάνοιας ή την προσποιητή μετάνοια του Ιούδα, του Σίμωνα του Μάγου, του Ανανία και της Σαπφείρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Καὶ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ εἶ οἷόν τέ ἐστι μετὰ τὸ βάπτισμα διὰ μετανοίας σωθῆναι, διὰ τί ὁ ἀπόστολος Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν παραυτὰ ἐθανάτωσε, καὶ οὐχὶ διὰ μετανοίας αὐτοὺς ἀνεκαλέσατο; Πρόσεχε ἀκριβῶς. Οὐχὶ ὁ μακάριος Πέτρος ἀπέκρυψε τὴν ἔμπλαστρον τῆς μετανοίας· ἀλλ᾽ αὐτοὶ οἱ τῷ τοιούτῳ πτώματι περιπεσόντες, οὐκ ἐπεζήτησαν τὴν μετανοητικὴν πρόσφορον ἔμπλαστρον· ἀλλὰ τῇ τοῦ διαβόλου παραινέσει συναπώλοντο καὶ τοῖς χρήμασι. Τότε γὰρ μετάνοια, οὐχ ὅτε τῇ φωνῇ τιμᾶται, ἀλλ᾽ ὅτε τῇ πράξει γνωρίζεται. Ἔστι γὰρ μετάνοια ἀπὸ ψυχῆς προβαλλομένη, καὶ ἔστι μετάνοια ἐπιπολαίως γινομένη· ὅθεν οἱ μὲν σώζονται, οἱ δὲ κατακρίνονται. Μετενόησεν ὁ μακάριος Πέτρος, καὶ ὁ ἄθλιος Ἰούδας· ἀλλ᾽ ὁ μὲν Πέτρος γνησίως μετανοήσας καὶ δακρύσας καὶ τὴν ἄρνησιν διὰ τῶν δακρύων ἀποπλύνας, εἰς τὴν προτέραν τιμὴν πάλιν ἐπανῆλθεν· ὁ δὲ Ἰούδας πάρεργον εἰργάσατο τὴν μετάνοιαν. Εἰ γὰρ καὶ τὰ ἀργύρια προσέῤῥιψε τοῖς Ἰουδαίοις, καὶ εἶπεν, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον, ἀλλ᾽ ὅμως οὐκ ἐστέναξεν, οὐκ ἐδάκρυσεν, οὐκ ἄξια τῆς μετανοίας ἔπραξεν, ἀλλὰ μόνον ἀγχόνην πλέξας, τὸν διάβολον ἐπληροφόρησε.

Τί οὖν Σίμων ὁ μάγος; βαπτισθεὶς καὶ σκελισθεὶς, καὶ ὑπὸ Πέτρου κατακριθεὶς ὡς χρήματα προσενέγκας, ἵνα τὴν ἀκαπήλευτον δωρεὰν πραγματεύσηται, οὐ τὴν μετάνοιαν ᾔτησεν; οὐχὶ ὁ μακάριος Πέτρος ἀπεκρίνατο λέγων· Μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου; Διὰ τί, φησὶ, τῷ Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ οὐκ εἶπε τὰ ῥήματα ταῦτα, Μετανοήσατε ἀπὸ τῆς κακίας ὑμῶν; Πρόσεχε ἀκριβῶς. Οὐ παίζεται ἡ τοῦ Πνεύματος χάρις. Ὁ Ἀνανίας γὰρ καὶ ἡ Σάπφειρα ἐλεγχόμενοι ὑπὸ τοῦ Πέτρου, καὶ ἀκούοντες παρ᾽ αὐτοῦ, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; οὐχ ὡμολόγησαν τὴν ἑαυτῶν ἁμαρτίαν, οὐ προσέπεσαν, οὐκ ἐδεήθησαν, οὐκ εἶπον, ὅτι Ὡς ἄνθρωποι ἐσφάλημεν, ἀλλὰ τί; Ἐλεγχόμενοι ὑπ᾽ αὐτοῦ ἀντετίθουν τοῖς αὐτοῦ ῥήμασι, πειρώμενοι αὐτὸν κρύπτειν, μὴ συνιέντες ὡς οὐ παίζεται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν παραυτὰ ὁ μακάριος Πέτρος παροξυνθεὶς, ἁρμόζουσαν αὐτοῖς ἐξήνεγκε τὴν ἀπόφασιν.

Ὁ δέ γε Σίμων ἀκούσας παρὰ τοῦ ἀποστόλου Πέτρου, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἠγανάκτησεν, οὐκ ἀφηνίασεν, οὐκ ἀπεπήδησε, καίτοι πονηρὸς ὤν· ἀλλὰ τὰς ὕβρεις καὶ τὰς ἐπισκήψεις, ὡς ἀντιδότους αἰτίας, δεξάμενος, οὐ μόνον τῷ Πέτρῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἀποστόλοις προπεσὼν ἔλεγε· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ, ὧν εἰρήκατε κακῶν.