Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας

Ἰωάννης ὁ Χρυσόστομος

Βιβλικά παραδείγματα για τη δύναμη της νηστείας

Αναφορά σε δίκαια πρόσωπα της Παλαιάς Διαθήκης, όπως ο Μωυσής, ο Ηλίας και ο Δανιήλ, προς ανάδειξη της μεταμορφωτικής δύναμης της νηστείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Διὰ τοῦτο εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ᾽ ὠφέλιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύσῃς, ἵνα μὴ τὸν κάματον ἀπολέσῃς· μηδὲ γογγύσῃς ὅτι ὀλίγον βραδύνεις, ἵνα μὴ δι᾽ ὀλίγον τοῦ ὅλου ζημίαν ὑπομείνῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφέλεια. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρίσκεις αὐτοὺς τὸ πλεῖον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωϋσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθε, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονε. Τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας, νομοθέτης διὰ νηστείας ἐχρημάτισε· καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε οἶνον ἔπιεν· ἠρκεῖτο γὰρ τροφῇ τὴν νομοθεσίαν παρὰ τοῦ νομοθέτου ἐκδιδασκόμενος.

Ἵνα δὲ μάθῃς πόσον ὠφελεῖ ἡ νηστεία, καὶ πόσον βλάπτει ἡ μέθη νηστείᾳ ἀντιστρατευομένη· κατανόησον τοῖς ὑπὸ Μωϋσέως πραττομένοις, καὶ τοῖς ὑπὸ τοῦ λαοῦ γιγνομένοις, καὶ εὑρήσεις τὴν δύναμιν τῆς νηστείας.

Ἄνω Μωϋσῆς τὸν νόμον ἐλάμβανε, καὶ κάτω ὁ λαὸς τὸν νόμον ἀνέτρεπε. Λυπηθεὶς γὰρ Μωϋσῆς τὸν νόμον συνέτριβεν, οὐκ εὔλογον ἠγησάμενος μεθύουσι τὸν νόμον πιστεύεσθαι, καὶ διανοίαις οἴνῳ βεβαρημέναις λόγια παραδίδοσθαι. Βλέπε πόσον ἀδικεῖ ἡ μέθη ἀντιπίπτουσα τῇ νηστείᾳ. Ἀλλὰ πάλιν νηστεία τοσοῦτον κακὸν ἐπανορθώσασα ταῖς αὐταῖς χρησάμενος ἡμέραις, πάλιν ἐπανεκαλέσατο τὸν νόμον. Μνημόσυνον ἡμῖν καταλέλοιπε πρὸς ἀσφάλειαν βίου καὶ πολιτείας, τάχα διὰ τούτου γινομένου καὶ μυστήριόν τι ἐντεινόμενος. ὅτι ἡ μὲν πρώτη νομοθεσία ἀργήσει, συντριβομένη διὰ τὴν τοῦ προτέρου λαοῦ ἀπιστίαν· ἡ δὲ δευτέρα ἐνήργησε πανταχοῦ διδομένη, τοῦ δευτέρου πιστῶς δεχομένου τὸν δεύτερον νόμον, καὶ συμφυλάττοντος. Καὶ Ἠλίας δὲ τεσσαράκοντα ἡμέρας νηστεύσας, καὶ μιᾷ τροφῇ τὴν ἔρημον διοδεύσας, οὐκ ᾐσθάνετο καμάτου· νηστεία γὰρ αὐτὸν ἐβάσταζε, τὸν πόνον ἐπικουφίζουσα· καὶ μετὰ νηστείαν Θεὸν ἐθεάσατο, καθὼς οἷόν τε τὴν ἀνθρωπίνην φύσιν κατανοῆσαι. Οὐ σωματικοῖς ὀφθαλμοῖς τὸν ἀσώματον ἐθεάσατο, ἀλλὰ καρδίᾳ τὸν ἀόρατον κατανοήσας, κατὰ τὴν τῆς ψυχῆς καθαρότητα. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται.

Οὕτω νηστεύσας, τὸν οὐρανὸν ἀπέκλεισε κατὰ τῶν ἀκολάστων, καὶ τρυφῇ τὸν ἑαυτῶν βίον καταδαπανώντων, ἵν᾽ ὅπερ οὐχ εἵλοντο ἰδίᾳ προαιρέσει μετερχόμενοι, τοῦτο διὰ τῆς τοῦ λιμοῦ νηστείας μάθωσι παιδευόμενοι, καὶ γνῶσι, πῶς ὠφέλιμός ἐστιν ἡ νηστεία, καὶ ἐν καιρῷ τρυφῆς τὴν ἐργασίαν ἐπιδεικνυμένη. Δανιὴλ δὲ καὶ αὐτὸς τρεῖς ἑβδομάδας νηστεύσας, καὶ ἄρτον ἐπιθυμιῶν μὴ γευσάμενος, εἰς λάκκον λεόντων διὰ ζῆλον τῶν ἀκολάστων παραγενόμενος, καὶ λέοντας ἐκεῖ νηστεύειν ἐδίδαξεν. Ἐδυσωπήθησαν γὰρ τὸν νηστευτὴν οἱ ἄγριοι θῆρες, ἡμερώτεροι τῶν λογικῶν θηρίων γενόμενοι, καὶ ἀπέκλεισαν τὸ ἴδιον στόμα, τοῦ ἁγίου σώματος ἅψασθαι μὴ κατατολμήσαντες. Ὥσπερ γὰρ ὅπλον τῷ ἰδίῳ σώματι παραθέμενος τὴν νηστείαν, καὶ ὅλον ἑαυτὸν δι᾽ αὐτῆς ὀχυρώσας, ἀπεπλάνησε τοὺς ὀφθαλμοὺς τῶν λεόντων, μὴ σῶμα ἀνθρώπινον, ἀλλὰ σῶμα ἀγγελικὸν ἐπιδειξάμενος. Καὶ οἱ τρεῖς παῖδες ἐν Βαβυλῶνι, μὴ βουληθέντες τῇ παρανόμῳ τραπέζῃ τοῦ βασιλέως κοινωνῆσαι, ἀλλὰ τῇ κατὰ νόμον νηστείᾳ ἐξακολουθῆσαι, εἰς τὴν ἐξαφθεῖσαν πυρὰν τῆς καμίνου εἰσελθόντες ἔσβεσαν τὴν φλόγα, δρόσον ἀντὶ πυρὸς τὴν κάμινον διὰ νηστείας ἐργασάμενοι· καὶ τῶν μὲν ἀπείρων τῆς νηστείας τὸ πῦρ κατετόλμησε (πάντας γὰρ τοὺς περιεστῶτας Χαλδαίους κατεδαπάνησε)· τοὺς δὲ ἐν συνηθείᾳ τῆς νηστείας ὑπανεχώρησε, τοῦ σώματος αὐτῶν ἅψασθαι μὴ δυνάμενον.

Οὐδὲ γὰρ ὕλη τις ἦν ἐν τῷ σώματι, τῆς νηστείας πνευματικὸν αὐτὸ ἐργασαμένης. Ὁμοίως δὲ καὶ Νινευῗται νηστεύσαντες τὸν θάνατον ἀπεκρούσαντο· τρεῖς γὰρ ἡμέρας νηστείᾳ ἐκτενῶς προσκαρτερήσαντες, τὴν αἰώνιον κόλασιν δι᾽ ἡμερῶν ὀλίγων μεταποιήσαντες, αἰώνιον ἔπαινον τῷ κόσμῳ καταλελοίπασιν. Ὁρᾶτε, ἀγαπητοὶ, πόσον ἰσχύει νηστεία μετ᾽ εὐχῆς καὶ ἔργων ἐκτελουμένη. Νηστεία γὰρ καὶ δέησις ἐκ θανάτου ῥύεται· δικαιοσύνη δὲ ὑπὲρ ἀμφότερα. Νηστεία καὶ θανάτου ἀναίρεσις, καὶ ὀργῆς ἀπολύτρωσις· νηστεία κάθαρσις διανοίας, ὁμοδίαιτος ἐγκρατείας, γυμνάσιον εὐσεβείας, ζυγὸς δικαιοσύνης. Οἶδε νηστεία πλούσιον τὸν πένητα ἀπεργάζεσθαι· οὐ γὰρ ἀκαίρως δαπανᾷν συγχωρεῖ, τοῦ μέτρου τὴν αὐτάρκειαν παρεχομένη· οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν, μὴ ἀδεῶς συγχωροῦσα καταπιάζειν· ἐπίσταται καὶ νεότητος νηστεία ἀκμήν. Διδάσκει χαλινὸν τῶν βρωμάτων, περιτίθησι τὴν ἐγκράτειαν, καὶ σοφῶς ἡνιοχοῦσα πρὸς εὐσέβειαν καὶ σωφροσύνην. Οἶδε καὶ πρεσβυτέρους σοφίζειν, καὶ καθαρὸν τὸ τῆς διανοίας φυλάττειν ὄμμα. Νηστεία ὑγιεινότερον διατηρεῖ καὶ τὸ σῶμα· οὐ γὰρ βαρυνόμενον ὑπὸ τῶν βρωμάτων ὕλην δέχεται νοσημάτων, ἀλλὰ κουφιζόμενον ἀπὸ τῶν ἐδεσμάτων, εὔρωστον γίνεται πρὸς ὑποδοχὴν τῶν χαρισμάτων.