Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας

Ἰωάννης ὁ Χρυσόστομος

Η ουσία της αληθινής νηστείας

Προτροπή στην πνευματική νηστεία, η οποία συνίσταται στην αποχή από τα πάθη και τις κακίες, και όχι μόνον από τις τροφές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Περὶ νηστείας. Ὁ ἔχων προσευχὴν καὶ νηστείαν καὶ ἐλεημοσύνην, τότε ἐστὶ καταπλούσιος ἐν Χριστῷ, καὶ εὐσεβείας ἐργάτης. Τί γὰρ ὄφελος, ἀδελφοὶ, νηστεύειν τῷ σώματι, καὶ φονεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος βρώματος ἀπέχεσθαι, καὶ πορνείᾳ μιαίνεσθαι; κρέας οὐκ ἐσθίεις, ἀλλὰ κατατρώγεις τὰς σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος οἴνῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί ὄφελος ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ; ποῖον κέρδος νηστείᾳ τήκεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ ἀλλότρια; τίς ἡ ἀνάγκη τὸ σῶμα ξηραίνειν, καὶ πεινῶντα μὴ τρέφειν; τίς ἡ ὠφέλεια τὸ σῶμα συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; Ἐὰν βούλῃ νηστεύειν, μίσησον φιλαργυρίαν· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία. Νηστεύεις; φύγε μοιχείαν, φύγε πορνείαν, φύγε καταλαλιὰν, ψεῦδος, λοιδορίαν, ἔχθραν, βλασφημίαν, καὶ πᾶσαν περιεργίαν. Νηστεύεις; φύγε πλεονεξίαν, ἁρπαγὴν, ἔριν, καὶ τὸν ψυχώλεθρον φθόνον. Νηστεύεις; φύγε γαστριμαργίαν, τὴν γεννήτριαν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ᾽ αὐτοῦ τοῦ Θεοῦ, καὶ κατάγουσαν ἡμᾶς ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας.