Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας

Ἰωάννης ὁ Χρυσόστομος

Ασκητικές νουθεσίες και πνευματικός αγώνας

Διδασκαλία περί της μνήμης του θανάτου, της ταπεινοφροσύνης, της προσευχής και της εγκράτειας από τη γαστριμαργία και το ψεύδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ὡς πασῶν τροφῶν ὁ ἄρτος ἀναγκαιότερος, οὕτω πασῶν ἐργασιῶν ἡ τοῦ θανάτου ἔννοια. Πυρὸς αἰωνίου μνήμη καθ᾽ ἑσπέραν συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ οὐ μή σου ῥᾳθυμία ἐν καιρῷ ψαλμῳδίας κυριεύῃ ποτέ. Ὡς φωτὸς φανέντος, ὑποχωρεῖ τὸ σκότος, οὕτω καὶ ἀπὸ ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται. Δεθήτω λοιπὸν θυμὸς, ὡς τύραννος, ἐν δεσμοῖς πραότητος· μηδέποτε καταδέξῃ τὸν πρὸς σὲ τὸν πλησίον καταλαλοῦντα, μᾶλλον δὲ λέγε πρὸς αὐτὸν, Παῦσαι, ἀδελφὲ, ἐγὼ καθ᾽ ἡμέραν ἐν χαλεπωτέροις πταίσμασι πταίω, καὶ πῶς ἐκεῖνον κατακρῖναι δυνάμεθα;

Ψεῦδός ἐστιν ἀγάπης ἀφανισμὸς, ἐπιορκία δὲ Θεοῦ ἄρνησις· φόβον Θεοῦ κτησάμενος ἐδίωξε ψεῦδος, δικαστὴν ἔχων τὴν ἰδίαν συνείδησιν. Λέοντα ὁ κολακεύσας πολλάκις ἡμέρωσεν. Ὁ τὴν ἑαυτοῦ θεραπεύων γαστέρα, καὶ πνεῦμα πορνείας νικῆσαι βουλόμενος, ὅμοιός ἐστιν ὁ μετὰ ἐλαίου σβεννύων τινὰ ἐμπρησμόν.

Νευροῦται γλῶσσα ὑπὸ πλήθους ἐδεσμάτων. Ἀνάθου Κυρίῳ τὴν τῆς φύσεως ἀσθένειαν, γινώσκων εἰς ἅπαν τὴν ἰδίαν ἀδυναμίαν. Μὴ εὔχου ἐν σεσοφισμένοις ῥήμασιν, ἀλλ᾽ ἐξ ὅλης ψυχῆς, καὶ ταπεινώσεως καρδίας· πρὸ πάντων δὲ λέγε, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Ἡμῖν πίστις ἀκλινὴς καὶ ἀγάπη Θεοῦ περικόπτει φροντίδας· θανάτου δὲ μνήμη ἀπαρνεῖται καὶ σῶμα. Διὰ μικροῦ τινος πυρὸς πολλὴν ὕλην κατέκαυσαν, καὶ διὰ μιᾶς ἀρετῆς ὅλα τὰ πάθη ἔφυγον. Ὁ Θεῷ παρίστασθαι λογιζόμενος ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ γενοῦ στῦλος ἀκλόνητος, ὑπ᾽ οὐδενὸς τῶν βιωτικῶν φροντίδων ἐμποδιζόμενος. Εἴ τις ἁγνὸν σῶμα βούλεται παραστῆσαι τῷ Χριστῷ, καὶ καρδίαν καθαρὰν ἐπιδείξασθαι αὐτῷ, τηρησάτω ἀοργησίαν καὶ ἐγκράτειαν.