Μὴ συκοφαντήσῃς πένητα, ἵνα μὴ παροργίσῃς τὸν ποιήσαντα αὐτόν. Νηστεύεις; Θρέψον πεινῶντας, πότισον διψῶντας, γυμνοὺς ἔνδυσον, ξένους παραμύθησαι, ἀσθενοῦντας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθῃς, καταπονουμένους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι, γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνοποιός· γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμαχος, εὐλαβὴς, ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθήκης παράσχῃ σοι. Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὡς ἡ μετάνοια καὶ ἡ ἐλεημοσύνη. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τοῦ Θεοῦ· ἵν᾽ ἀκούσωμεν τῆς μακαρίας φωνῆς ἐκείνης τῆς λεγούσης· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἐν φυλακῇ, καὶ διηκονήσατέ μοι. Ἧς τῆς φωνῆς ἀξιωθείημεν πάντες ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.