Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας

Ἰωάννης ὁ Χρυσόστομος

Εορταστική βίωση της νηστείας και καταληκτήρια δοξολογία

Νουθεσία για την αποφυγή της δυσφορίας κατά τη νηστεία, πρόσκληση σε εορταστική συμμετοχή με ενθύμηση της κένωσης του Χριστού, και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Τρυφή ἐστιν ἡ νηστεία πνευματική. Ἀλλὰ τάχα εἰκῆ κράζω· ὥσπερ γὰρ ἤλλαξεν ὁ χρόνος τὰ χρώματα τῶν σπευδόντων ἐπὶ τράπεζαν. Τοῦτο δὲ οὐκ ἔστιν ἀγαπώντων νηστείαν ἐν ᾗ ἑστήκασιν. Οὐ γὰρ ἦν ἀκόλουθον ἄχθεσθαι ὑμᾶς τὸ τῆς τραπέζης Κυρίου ἀποσπᾶσθαι.

Παρὰ προσδοκίαν δὲ ἀπήντησεν ἡ θέα, ὡς ἀπήντησε τοῦ λύχνου ἡ αὐγή. Ἠλέγχθη ἡ λανθάνουσα συνείδησις, ὅτι βίᾳ κατεχόμεθα· καὶ οὐκ ἄρα ἑστήκαμεν. Ἕως πότε τὴν ἀλήθειαν παίζομεν· ἕως πότε τὰ τοῦ Κυρίου πραγματευόμεθα; ἢ οὐκ ἤκουσας τοῦ ψαλμοῦ λέγοντος, ἅμα δὲ αὐτοῦ ὑπακούοντος, Εἰ ἀλήθειαν λαλεῖτε, εὐθείας κρίνατε; Εἰ ἀληθεύεις ἐπὶ τὴν νηστείαν, χαρὰν ἔχε ἐπὶ τὴν νηστείαν· εἰ δὲ ἀλγεῖς, ἀδικεῖς σεαυτόν· εἰ πονεῖς, οὐκ εὐφραίνῃ· εἰ διώκεις ὡς ἀγαθῶν ἀπεστερημένος, οὐ τυγχάνεις ἀγαθῶν. Ἰησοῦς ἐσταύρωται διὰ σοῦ, καὶ οὐκ ἐδυσχέρανεν, ἀλλὰ μᾶλλον καὶ ἔσπευδε τοῦ παθεῖν· σὺ δὲ οὐδὲ μικρὰν νηστείαν ἀνέχῃ διὰ τὴν σεαυτοῦ σωτηρίαν; Ὦ ἄνθρωπε, οὐκ ἔχω δύναμιν τοσαύτην, ἵνα κράζω, ὅσον ὀφείλω. Ἰησοῦς ἐσταύρωται· ὅρα, καὶ ὑπότυψον τὸ στῆθος, κατάγαγε δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν. Ἐσταύρωται διὰ σέ· συσταυρώθητι, συνδοξάσθητι ἐκείνῳ, οὐχ ἵνα ἀποθάνῃς, ἀλλ᾽ ἵνα θανάτου ἀπαλλαγῇς. Αὕτη ἡ τῆς παρασκευῆς ἡμέρα, ἡμέρα ἐστὶν ἐν ᾗ ὁ σταυρὸς ὑπὲρ σοῦ ἐπάγη· καὶ σὺ συσταυρώθητι, συναπόθανε. Ὑπὲρ Θεοῦ γὰρ ὁ λόγος, Θεοῦ τοῦ γενομένου ἀνθρώπου διὰ σέ. Οὐκ αἰδούμεθα τὴν ἀξίαν; οὐκ ἐρυθριῶμεν τὸ πάθος; Ἑκάτερα ἐνθυμήθητι, ἄνθρωπε, τί ἦν, καὶ τί ἔπαθε.

Κέκριται ὁ κριτὴς, καὶ ἡ ζωὴ θανάτῳ παραδέδοται· καὶ ὁ τρέφων πεινᾷ, καὶ ὁ ποτίζων διψᾷ, καὶ ὁ ἐν δόξῃ ἐν ἀτιμίᾳ, καὶ ὁ βασιλεὺς ἐπὶ ἡγεμόνος, καὶ ὁ Θεὸς ὑπὸ ἀνθρώπων κατακρίνεται· ὁ ἀληθεύων ἐν τῷ λέγειν. Ὁ Πατὴρ οὐδένα κρινεῖ, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ὁ πάντα κρίνων ὑπὸ τίνος κέκριται; Ἀρκεῖ σοι ταῦτ᾽ ὦ ἄνθρωπε, εἰς ὑπόμνησιν νηστείας. Δεῖ γὰρ πρῶτον γνῶναι ἐν οἷς ἐσμεν, καὶ τότε διακρίνειν τὰ καθ᾽ ἡμᾶς.

Ὅταν ἀγαπήσωμεν τὴν νηστείαν καὶ διατεθῶμεν καλῶς τὰ περὶ αὐτῆς, ὥσπερ ἑορτῆς χορεύοντες, καὶ τὴν ἐν ταῖς νηστείαις ἑστίασιν, παραθησόμεθα τὰ μυστήρια τῆς νηστείας, τιμῶν ἐς τὴν τοῦ Κυρίου τράπεζαν, τοῖς δούλοις τοῦ Κυρίου, τὴν δόξαν τὴν πρὸ αἰώνων, τὴν οἰκονομίαν αὐτοῦ τὴν ἐν ὑστέροις καιροῖς· τίς ἦν, καὶ τί γέγονε, πόθεν ἦλθε, καὶ ἐπὶ ποίῳ λαῷ ἐπεδήμησε, καὶ διὰ τί· ἵνα καὶ ὡς εὐφραινόμενοι καὶ εὐφραίνοντες, τὴν νηστείαν ταύτην διὰ παντὸς ἔχωμεν, τῷ Κυρίῳ τῆς νηστείας δουλεύοντες, πάντοθεν αὐτῷ εὐχαριστοῦντες, καὶ πάντοτε δοξάζοντες, πάντοτε ἀγαπῶντες τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ προσκυνοῦντες τὸν ἀναδεξάμενον ἡμῶν τὰς ἁμαρτίας, καὶ ἀποθνήσκοντες ὑπὲρ τοῦ ἀποθανόντος, καὶ ἐλπίζοντες τοῦ συνδοξασθῆναι τῷ ἀτιμασθέντι.

Τῷ δὲ παναγίῳ Πατρὶ, τῷ καταξιώσαντι ἡμᾶς τῆς παρούσης νηστείας, καὶ μὴ φεισαμένῳ τοῦ ἰδίου Υἱοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν διὰ τοῦ ἐλθόντος τὸν ἀποστείλαντα δόξαν ἀναπέμψωμεν ἅμα τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.