Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας
Η πνευματική διάσταση της νηστείας και τα βιβλικά πρότυπα
Εισαγωγή στην αληθινή έννοια της νηστείας ως αποχής από την αμαρτία και αναφορά στα παραδείγματα του Αδάμ, του Ησαύ, του Μωυσή και του Δανιήλ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η πνευματική διάσταση της νηστείας και τα βιβλικά πρότυπα
Εισαγωγή στην αληθινή έννοια της νηστείας ως αποχής από την αμαρτία και αναφορά στα παραδείγματα του Αδάμ, του Ησαύ, του Μωυσή και του Δανιήλ.
Περὶ νηστείας. Ἱλασμῶν ὁ καιρὸς, καὶ μὴ παρίδωμεν τὸ εὔκαιρον· ἀνακλήσεως ἁμαρτημάτων ὁ καιρὸς, καὶ μὴ προησώμεθα τὴν χάριν, ἀλλὰ νηστεύσωμεν ἀπὸ βρωμάτων, καὶ πρότερον ἀπὸ ἁμαρτημάτων· πρῶτον γὰρ ἀγαθὸν ἀπαλλαγὴ κακῶν. Κακία δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀρετῇ, φθόνος καὶ κλοπὴ, καὶ φόνος καὶ πόλεμος, καὶ ὅσα κακὰ λέγεται καὶ ἔστιν. Ὁ δὲ ὢν ἐν κακοῖς, τιμωρίαν ἔχει τὴν κακίαν· καὶ γὰρ πρὸ γεέννης κόλασις ἡ παρουσία τῆς κακίας. Οὐδὲ γὰρ ἰατροῦ τμῆσις κακή· ἀλλὰ διὰ τὴν προηγησαμένην κακίαν ἐπιφέρεται ἡ κόλασις. Πρῶτον κακὸν τὸ ἐν κακίᾳ ἐξετάζεσθαι. Ὁ ἀσεβὴς ἀλλότριος Θεοῦ ἐστι· κἂν μὴ βληθῇ εἰς γέενναν, τῶν ἀγαθῶν ἀπεστέρηται. Ὁ μὴ σωφρονῶν λυμαίνεται ταῖς ἐπιθυμίαις, ὁ φθονῶν τήκεται τῷ πάθει, ὁ κλέπτων αἰδεῖται καὶ φοβεῖται, ὁ φονεύων οὐ πιστεύει αὐτοῦ τῇ ζωῇ. Πρῶτον κακὸν τὸ κακὸν εἶναι. Κἂν μὴ τέμῃ ὁ ἰατρὸς, νοσεῖ ὁ νοσῶν· κἂν μὴ τιμωρήσηται ὁ Θεὸς (μακροθυμεῖ γὰρ), ἐν νόσῳ ἐστὶν ὁ ἁμαρτάνων· Ὁ ποιῶν γὰρ, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας.
Οὐκοῦν πρὸ τῆς ἁμαρτίας δεδούλωται ὁ ἁμαρτάνων, καὶ ἤδη ἔχει τὴν τιμωρίαν. Καλὸς ὁ τῆς νηστείας χαλινὸς τοῖς ἀγαπῶσι τὴν ἀπὸ τῆς νηστείας ὠφέλειαν. Μὴ πρόσεχε μόνῳ τῷ ἐπιπόνῳ, ἀλλὰ καὶ τῷ καρπῷ. Εἰ γὰρ μὴ τῇ χρείᾳ προσεῖχέ τις, οὐκ ἂν ἔσπειρεν ὁ σπείρων, ἵνα μὴ δοκῇ σκορπίζειν τὰ ἀποκείμενα· ἀποβλέπων εἰς ἐλπίδα, σπείρει ἃ εἶχεν, ἵνα θερίσῃ ἃ οὐκ εἶχεν. Ἀλγεῖ ἡ σὰρξ ἐν νηστείαις, ἀλλ᾽ εὐφραίνεται ἡ ψυχὴ τῇ ἐλπίδι τῶν ἀγαθῶν. Τί κρεῖττον ἐν ἡμῖν, ψυχὴ ἢ σῶμα; ἥτις κἂν τὸ μὴ ἀλγεῖν ἔλαβε, τρέφεται δὲ τῷ κάλλει τῶν ἀρετῶν μετὰ κρείττονος τῆς περιουσίας. Δεῖ ἡμᾶς εἶναι ἐν νηστείᾳ, ἥτις τοῦ σώματος οὐκ ἔστι φθορὰ, ἀλλ᾽ ἴασις καὶ θεραπεία. Οἱ νηστεύοντες, καὶ ῥημάτων σωματικῶν ἀπαλλάττονται· οἱ ἀσκοῦντες τήκουσι τὸ περιττὸν τῶν σαρκῶν, καὶ τρέφουσι τὸ ἐλλεῖπον τῆς ψυχῆς. Ἀεὶ ἡ ψυχὴ τοῦ σώματος κήδεται· τρέφει δὲ ἑαυτῇ καὶ ἑαυτῇ φροντίζει. Ἡ ψυχὴ τῷ σώματι εὐτρεπίζει τρόπον καὶ ἑαυτῇ εὐτρεπίζει λόγον. Εἰ γὰρ σώματος ἐπιμελεῖται πολλῷ μᾶλλον πρέπει αὐτῇ ἑαυτῆς κήδεσθαι. Ἡ παρὰ τοῦ Θεοῦ τάξις, τὸ ψυχὴν κρατεῖν σώματος· οἱ τιθέμενοι τὸ, σῶμα πρὸ τῆς ψυχῆς, ἀνατρέπουσι τὴν ὀρθὴν τάξιν. Οὐκ αὐτὴ σώματι δουλεύει, ἀλλ᾽ ἢ ἐγένετο μὲν ἐξ ἀρχῆς ὀρθὴ, καὶ ἀεὶ τῇ ψυχῇ ἦν τὸ σῶμα ὑποτασσόμενον.
Εἰ δὲ μὴ τοῦτο πείθει σε, κἂν γοῦν τὸ τὰς ἑορτὰς, ἃς ἑορτάζει ἡ ψυχὴ κατὰ τοῦ σώματος, τοῦτο πληροφορείτω σοι, ὅτι καὶ αὐτὴ φρονεῖ κατὰ τοῦ σώματος. Σῶμα σώζεται, ὅταν κρατῇ τὸ σῶμα τῆς ψυχῆς, καὶ αὐτὴ ἀπόλλυται.
Μὴ νομίσωμεν μικρὸν κέρδος εἶναι νηστείαν. Ἑνὸς ξύλου εἰ ἀπέσχετο Ἀδὰμ, καὶ ἀπὸ ἑνὸς ἐνήστευσε, τεθνήκει ἂν ὁ θάνατος· μᾶλλον δὲ οὐ τεθνήκει ὁ μὴ ὤν. Ὁρᾷς εἰ τούτῳ ἐχρήσατο τῷ φαρμάκῳ ὁ Ἀδὰμ, οὐκ ἂν γέγονε τὸ γένος ἡμῶν θνητόν; Ὅσης χάριτος γέγονε χρεία, ἵνα ἀναλυθῇ ὃ ἐφεῦρεν ὁ Ἀδὰμ δι᾽ ἀκρασίαν;
Ὅταν ἴδῃς ὅτι κακὸν εἰργάσατο τὸ ἐναντίον, τουτέστι, τὸ μὴ ἀποσχέσθαι ἑνὸς ξύλου τὸν Ἀδὰμ, ἐπίγνωθι ὅσον ἀγαθὸν ἡ νηστεία καὶ ἡ ἀποχὴ ὧν ἔξεστιν. Ὁ μὲν γὰρ Ἀδὰμ, οὗ οὐκ ἐξῆν ἁψάμενος, ἀπώλεσε τὸ γένος· ἡ δὲ νηστεία καὶ ὧν ἔξεστιν ἀποστήσασα, ἀνακαλεῖται τὸ παράπτωμα. Εἰ δὲ καὶ Ἡσαῦ ἐνήστευσεν, οὐκ ἐπίπρασκε τὰ πρωτοτόκια· ἀλλὰ ἐδωδῆς ἥττων γενόμενος, τὸ ἀπὸ φύσεως πλεονέκτημα ἀντὶ φακῶν πέπρακε. Τοῖς πεπαιδευμένοις Γραφὰς ταῦτα ἐπιτρέπω. Τί κατήνεγκε τοῖς Ἰουδαίοις ἀπὸ τοῦ ὄρους Μωϋσῆς; νόμον καὶ νηστείαν γενομένην ἐπὶ τεσσαράκοντα ἡμέρας. Ἀλλὰ πρὶν ἢ κατηνέχθη, ὁ νόμος ὤφθη ὁ λαὸς ἀσεβήσας. Ἡ πρώτη ἐντολὴ, Κύριος ὁ Θεὸς εἷς ἐστι· καὶ οἱ μέλλοντες δέχεσθαι τὴν τοιαύτην ἐντολὴν, λέγουσιν, Οὗτοι οἱ θεοί σου.
Μεγάλη ἀσθένεια· πρὸ γὰρ Θεοῦ ζῶντος μίμημα μόσχου προετιμήθη. Τί οὖν ἐστι τὸ φάρμακον τοῦ τοσούτου κακοῦ; Πάλιν νηστεύει Μωϋσῆς ὁ μὴ ἁμαρτήσας, καὶ συγχωρεῖται τοῖς ἁμαρτήσασι τοῦ παλαιοῦ νόμου ἡ ῥίζα. Ἀπὸ νηστείας ἤρξατο τῆς Καινῆς Διαθήκης τὸ κήρυγμα, ἀπὸ νηστείας εἴληφε τὴν ἀρχήν. Βαπτισθεὶς γὰρ ὁ Σωτὴρ δι᾽ ἡμᾶς, καὶ εἰς ἔρημον ἀπελθὼν, πρότερον ἐνήστευσε, καὶ οὕτω τῶν σημείων ἤρξατο, οὐκ αὐτὸς χρῄζων νηστείας, ἡμᾶς δὲ διδάσκων εἰς δύναμιν νηστείας ἔχειν τὴν τροπήν. Εἰ τοίνυν ἡ Παλαιὰ ἀπὸ νηστείας ἄρχεται, καὶ ἡ Καινὴ ἀπὸ ταύτης τίθεται τὸν θεμέλιον, μὴ νομίσωμεν κακὸν εἶναι τὴν νηστείαν. Δυσχεραίνουσί τινες, τὸν ἐπίπονον νόμον ὁρῶντες, καὶ οὐχ ὁρῶσι τὸ ἐκ τοῦ νόμου τούτου προσγινόμενον κέρδος. Οὐχ ὁρᾷς ὅτι καὶ λέοντες ἐν λάκκῳ ἐπείσθησαν νηστεῦσαι, καὶ οὐχ ἥψαντο τοῦ Δανιήλ; Εἰ δὲ λέοντες πειθαρχοῦσι τῷ προστάγματι, καὶ τῆς ἀγριότητος τὴν φύσιν ἐξέθεντο, καὶ εἰσὶν ὡς γνώριμοι, καὶ οὐκ ἐπέρχονται ὡς ἀλλότριοι, σπεύσωμεν ἐπὶ νηστείαν προσταχθέντες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.