Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ νηστείας
Η αυστηρότητα της υπακοής και η καθιέρωση της Τεσσαρακοστής
Εξιστόρηση της τιμωρίας του προφήτη επί Ιεροβοάμ λόγω αθέτησης της εντολής και σύνδεση της σαρανταήμερης νηστείας με την εκκλησιαστική πρακτική.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αυστηρότητα της υπακοής και η καθιέρωση της Τεσσαρακοστής
Εξιστόρηση της τιμωρίας του προφήτη επί Ιεροβοάμ λόγω αθέτησης της εντολής και σύνδεση της σαρανταήμερης νηστείας με την εκκλησιαστική πρακτική.
Πάλιν γέγραπται, ὅτε Ἱεροβοὰμ ὁ βασιλεὺς τῆς Ἰουδαίας ἠσεβήκει, μόσχον προσκυνῶν κατὰ κληρονομίαν πατρικὴν, ἐπέστη προφήτης, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ εἶπεν οὐδὲν, εἰδὼς ὅτι ἀπειθεῖς καὶ ὁ ἄρχων καὶ οἱ ἀρχόμενοι· ἐάσας δὲ τοὺς μὴ ἀκούοντας ἀνθρώπους, λέγει πρὸς τὸ θυσιαστήριον, τουτέστι, πρὸς τὸν βωμὸν, ἵνα δείξῃ ὅτι οἱ λίθοι μᾶλλον ἀκούουσιν ἢ οἱ ἄνθρωποι· λέγει, Γεννηθήτω Ἰωσίας, καὶ τὰ ὀστᾶ τῶν θυόντων καύσει ἐπὶ τὸν βωμόν. Οὐκ ἤνεγκε τὴν ἀτιμίαν, καὶ ἠγανάκτησεν ὁ ἐλεγχόμενος· δυνάμει ἥπλωσε τὴν χεῖρα, ἵνα ἀναστρέψῃ τὸν εὐεργέτην τὸν προφήτην· ἥπλωσε μὲν, οὐκ ἐδυνήθη δὲ κάμψαι· ἡ γὰρ ἁμαρτία ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Φθέγγεται ὁ ἐκτείνας τὴν χεῖρα, κρατῆσαι τὸν προφήτην, καὶ ἅμα τῷ βοῆσαι ἰᾶται τὴν χεῖρα ὁ προφήτης· καὶ λέγει αὐτῷ ὁ βασιλεύς· ἄνελθε μετ᾽ ἐμὲ εἰς τὸν οἶκον, γεῦσαι ἄρτου καὶ πίε ὕδατος, καὶ οὕτω πορεύσῃ, Ἀποκρίνεται ὁ προφήτης· πρόσταγμα ἔχω Θεοῦ ἐν τοῖς τόποις τούτοις, ἐν οἷς ἀσέβεια πολιτεύεται, μὴ γεύσασθαι ὕδατος καὶ ἄρτου. Ἀναχωρεῖ ὁ προφήτης. Πρόσεχε δὲ τῷ τέλει τοῦ λόγου. Ἄλλος προφήτης ἀκούσας ὅτι προφήτης παραγενόμενος τοιαῦτα εἶπε, διώκει καὶ καταλαμβάνει, καὶ παρακαλεῖ τὸν προφήτην εἰσελθεῖν καὶ γεύσασθαι μετ᾽ αὐτοῦ, καὶ πείθει. Ἔπεισε δὲ εἰπὼν, ὅτι Κἀμοὶ Κύριος εἶπε τοῦτο ποιῆσαν. Εἰσῆλθε καὶ ἔφαγεν.
Ἐν δὲ τῷ ἐσθίειν μετέρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν καλέσαντα προφήτην, καὶ λοιπὸν προφητεύει, οὐ τὰ ἀπὸ καρδίας, ἀλλὰ τὰ ἀπὸ πνεύματος, καί φησι πρὸς ἐκεῖνον τὸν εἰσελθόντα καὶ φαγόντα· Ἐπειδὴ οὐκ ἤκουσας Κυρίου τοῦ Θεοῦ σου, καὶ ἔφαγες ὅπου ἐκελεύσθης μὴ φαγεῖν, ἀπέρχῃ ἐντεῦθεν, καὶ ἐσθίει σε λέων. Ὁρᾷς τὸ παριδεῖν προστάγματος νηστείας, ὅσον κακὸν προξενεῖ; Ἀναχωρεῖ ὁ προφήτης, καὶ οὐ προέστη αὐτοῦ τὸ ἀξίωμα τῆς προφητείας διὰ τὴν παρακοήν. Ἐξῆλθε λέων, οὐχ ἵνα φάγῃ, ἀλλ᾽ ἵνα δείξῃ ὅτι αὐτὸς προστάγματος ἀκούει, καὶ μετέρχεται τὸν μὴ ἀκούσαντα, καὶ ἐφήψατο τοῦ σώματος τοῦ παρακούσαντος ἐπὶ τοσοῦτον, ὡς ἀνελεῖν μόνον· καὶ ἀνεῖλεν ἵνα κολάσῃ τὸν παρακούσαντα. Ἀνελὼν δὲ προσεχρήσατο ὁ λέων τῇ νηστείᾳ ἀντὶ τῆς τρυφῆς τοῦ παρακούσαντος· ἔκειτο γὰρ νεκρὸς ὁ προφήτης, εἰστήκει δὲ ἡ ὄνος αὐτοῦ ζῶσα, οὐχ ὅτι οὐκ ἦν εὐμαρέστερον ὄνον ἀποκτεῖναι ἢ ἄνθρωπον, ἀλλ᾽ ὁ ἄλογος λέων προστάγματι διέκρινε, καὶ τὴν μὴ ἁμαρτήσασαν ὄνον οὐκ ἀπέκτεινεν, οὐδὲ ἥψατο, τὸν δὲ παρακούσαντα, οὐκέτι προφήτην ὅσον εἰς παρακοὴν, ἀπέκτεινε.
Καὶ ἦν ἰδεῖν περὶ αὐτοῦ τριπλᾶ θαυμάσια· ἔκειτο ὁ προφήτης μηνύων τὴν παρακοήν· παρεκαθέζετο ὁ λέων, μηνύων τὴν ὑπακοήν· παρειστήκει δὲ ἡ ὄνος, οὔτε τὴν φύσιν τοῦ λέοντος φοβουμένη, οὔτε ἀναχωροῦσα, οὔτε πάσχουσά τι ὑπὸ τοῦ λέοντος, ἵνα φανῇ ὅτι οὐ διὰ τὴν ἔννοιαν τῆς γαστρὸς ὁ λέων ἐπῆλθεν, ὡς ἐπῆλθεν, ἀλλὰ διὰ τὸ μὴ προσχρῆσθαι νηστείαις τὸν κελευσθέντα μὴ γεύσασθαι. Πάλιν ἀνελήφθη Ἠλίας ὡς ἐπ᾽ οὐρανόν.
Τί δὴ τὸ σημεῖον τῆς ἀναλήψεως, ἢ τῶν τεσσαράκοντα ἡμερῶν ἡ νηστεία; Εἰ Μωϋσῆς νηστεύει, καὶ Ἠλίας ἐπινηστεύει, καὶ ὁ Κύριος ἐπισφραγίζει, καλὴ ἡ μίμησις. Καίτοι οὐκ ἀναπολοῦμεν τὰς ἀναπαύλας τὰς ἐν τῷ μεταξύ· οὐ γὰρ τεσσαράκοντα ἡμέρας νηστεύομεν, ἀλλὰ διαστήματα ἐγκαταλιπόντες ἐν μέσῳ, τὸν μὲν ἀριθμὸν συνάπτομεν, τὴν δὲ νηστείαν οὐ διακρίνομεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.