Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Ο πνευματικός αγώνας της παρθενίας και οι δυσχέρειες των δεύτερων γάμων

Η διατήρηση της παρθενίας περιγράφεται ως σκληρός αγώνας κατά των δαιμόνων και των παθών, σε αντιδιαστολή προς τον γάμο και ειδικότερα προς τις θλίψεις της δεύτερης σύζευξης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 10

Ὅτι τὸ δεύτερον εἰπεῖν περὶ τῶν αὐτῶν τὸν Χριστόν ἐστι μιμουμένων. Διὰ τοῦτο καὶ ὁ Παῦλος συνεχῶς αὐτὸ στρέφει ἵνα εἰς τοῦτον τὸν λογισμὸν ἐμβαλῇ τοὺς Κορινθίους· «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, μὴ ἀποστερεῖτε ἀλλήλους, ἐπὶ τὸ αὐτὸ συνέρχεσθε.» Οὐδὲ γὰρ οἱ μακάριοι τότε ἐκεῖνοι ἐκ πρώτης εὐθέως τοῦτο ἔπαθον τῆς φωνῆς, ἀλλ᾽ ὅτε ἐκ δευτέρου ταῦτα ἤκουσαν, τότε συνεῖδον τῆς ἐντολῆς τὴν ἀνάγκην. Καὶ γὰρ ὅτε ἐκάθητο ἐπὶ τοῦ ὄρους ὁ Χριστός, διελέχθη περὶ τούτου καὶ μεθ᾽ ἕτερα πολλὰ πάλιν· οὕτως αὐτοὺς εἰσήγαγεν εἰς τὸν τῆς ἐγκρατείας ἔρωτα. Οὕτω συνεχῶς τὰ αὐτὰ λεγόμενα πλείονα ἔχει τὴν ἐνεργείαν.

Κἀνταῦθα οὖν τὸν διδάσκαλον μιμούμενος ὁ μαθητὴς συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεται· καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν ἀλλὰ μετὰ αἰτίας, «διὰ τὰς πορνείας» λέγων «καὶ τοὺς πειρασμοὺς σατανικοὺς καὶ τὴν ἀκρασίαν» καὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς περὶ τοῦ γάμου λόγοις.

Ὅτι θαυμαστὸν καὶ πολλῶν ἄξιον στεφάνων ἡ παρθενία. Εἰ γὰρ τοὺς ἐν τῷ γάμῳ διατρίβοντας δέδοικεν ἀποστῆσαι ἐπιπολὺ μή τινα παρείσδυσιν ὁ διάβολος εὕρῃ, πόσων ἂν εἶεν ἄξιαι στεφάνων αἱ μηδὲ παρὰ τὴν ἀρχὴν ταύτης δεηθεῖσαι τῆς παραμυθίας καὶ μέχρι τέλους ἀχείρωτοι διαμείνασαι;

Καίτοι οὐδὲ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα ἐξ ἴσης ἀμφοτέροις προσάγεται. Τοῖς μὲν γὰρ οὔτε ἐνοχλεῖν αὐτὸν οἶμαι εἰδότα ὅτι πλησίον αὐτοῖς ἡ καταφυγή, κἄν τινος αἴσθωνται σφοδροτέρας προσβολῆς, ἔξεστιν εὐθέως ἐπὶ τὸν λιμένα καταφυγεῖν. Οὐδὲ γὰρ ἀφίησιν αὐτοὺς ὁ μακάριος Παῦλος πορρωτέρω πλεῖν ἀλλ᾽ ὑποστρέφειν ἡνίκα ἂν κάμωσι καὶ παραινεῖ πάλιν ἐπιτρέπων ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι. Ἡ δὲ παρθένος δι᾽ ὅλου θαλαττεύειν ἀναγκάζεται καὶ πέλαγος πλεῖν ἀλίμενον, κἂν ὁ χαλεπώτατος διεγερθῇ χειμών, οὐδὲ οὕτω θέμις ὁρμίσαι τὸ σκάφος αὐτῇ καὶ ἀναπαύσασθαι.

Ὥσπερ οὖν οἱ κατὰ τὴν θάλατταν κακοῦργοι, ἔνθα μὲν ἂν ᾖ πόλις ἢ ἐπίνειον ἢ λιμήν, οὐκ ἐπιτίθενται τοῖς πλέουσι· τοῦτο γὰρ μάτην κινδυνεύειν ἐστίν. Ἂν δὲ ἐν μέσῳ τῷ πελάγει τὸ σκάφος ἀπολάβωσι, τὴν ἐρημίαν τῶν βοηθησόντων τῆς τόλμης ἐφόδιον ἔχοντες, πάντα κινοῦσι καὶ στρέφουσι καὶ οὐ πρότερον ἀφίστανται ἕως ἂν ἢ καταδύσωσι τοὺς ἐμπλέοντας ἢ τοῦτο πάθωσιν αὐτοί. Οὕτω καὶ ὁ δεινὸς οὗτος πειρατὴς τῇ παρθένῳ πολὺν ἐπάγει τὸν χειμῶνα καὶ χαλεπὴν τὴν ζάλην καὶ ἀφορήτους τὰς τρικυμίας, πάντα ἄνω καὶ κάτω κυκῶν, ὥστε τῇ βίᾳ καὶ τῇ ῥύμῃ περιτρέψαι τὸ σκάφος. Ἤκουσε γὰρ ὅτι τὸ ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι ἡ παρθένος οὐκ ἔχει, ἀλλ᾽ ἀνάγκη δι᾽ ὅλου παλαίειν αὐτήν, δι᾽ ὅλου μάχεσθαι πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἕως ἂν εἰς τὸν εὔδιον ἀληθῶς καταπλεύσῃ λιμένα. Καθάπερ γὰρ στρατιώτην γενναῖον ἔξω τειχῶν ἀποκλείσας τὴν παρθένον ὁ Παῦλος, οὐκ ἀφίησιν ἀνοιγῆναι τὰς πύλας αὐτῇ, κἂν σφόδρα ὁ πολέμιος ἀγριαίνῃ πρὸς αὐτήν, κἂν αὐτῷ τούτῳ σφοδρότερος γίνηται, τῷ τὸν ἀντίπαλον μηδεμίαν ἐξουσίαν ἔχειν ἀνακωχῆς. Οὐχ ὁ διάβολος δὲ μόνον ἀλλὰ καὶ αὐτὸς ὁ τῆς ἐπιθυμίας οἶστρος μειζόνως τοῖς μὴ γεγαμηκόσιν ἐνοχλεῖ. Καὶ τοῦτο παντί που δῆλόν ἐστιν. Ὧν μὲν γὰρ τὴν ἀπόλαυσιν ἔχομεν, οὐ ταχέως ὑπὸ τῆς ἐπιθυμίας ἁλισκόμεθα, τῆς ἀδείας τῇ ψυχῇ ῥαθυμεῖν συγχωρούσης.

Καὶ τοῦτο καὶ παροιμία τις ἡμῖν μαρτυρεῖ, δημώδης μέν, σφόδρα δὲ ἀληθής. Τὸ γὰρ ἐν ἐξουσίᾳ, φησίν, ἕτοιμον οὐκ εἶναι πρὸς ἐπιθυμίαν σφοδρόν. Ἂν δέ ποτε κωλυθῶμεν ὧν πάλαι ἦμεν κύριοι, τοὐναντίον γίνεται καὶ τὰ δι᾽ ἐξουσίαν παρ᾽ ἡμῶν καταφρονούμενα ταῦτα ὅταν τὸ κῦρος ἡμῶν ἐκφύγῃ σφοδρότερον ἡμῶν τὴν ἐπιθυμίαν διήγειρε. Πρῶτον μὲν οὖν ταύτῃ μείζων παρὰ τοῖς γεγαμηκόσιν ἡ γαλήνη· δεύτερον δὲ ὅτι κἂν εἰς ὕψος ἀρθῆναι φιλονεικήσῃ ποτὲ ἡ φλόξ, καταστέλλει ταχέως αὐτὴν ἐπελθοῦσα ἡ μίξις. Ἡ δὲ παρθένος οὐκ ἔχουσα ὅτῳ σβέσει τὸ πῦρ, ὁρᾷ μὲν αὐτὸ κορυφούμενον καὶ εἰς ὕψος αἰρόμενον, σβέσαι δὲ οὐκ ἰσχύουσα ἑνὸς γίνεται μόνου τοῦ μὴ φλεχθῆναι μαχομένη πυρί. Ἆρα ἔστι τι τούτου παραδοξότερον, πᾶσαν ἔνδον βαστάζειν τὴν πυρὰν καὶ μὴ καίεσθαι;

Συστρέφειν μὲν ἐν τοῖς τῆς ψυχῆς ταμιείοις τὴν φλόγα, ἀνέπαφον δὲ τὴν διάνοιαν διατηρεῖν; Οὐδεὶς γὰρ αὐτῇ συγχωρεῖ τοὺς ἄνθρακας τούτους ἔξω κενῶσαι, ἀλλ᾽ ὅπερ ὁ παροιμιαστὴς ἀδύνατον εἶναί φησιν ἐπὶ τῆς τῶν σωμάτων φύσεως, τοῦτο ὑπομένειν αὐτὴ καταναγκάζεται ἐπὶ τῆς ψυχῆς. Τί δὲ ἐκεῖνός φησι; «Περιπατήσει τις ἐπ᾽ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει;» Ἀλλ᾽ ἰδοὺ αὕτη περιπατεῖ καὶ φέρει τὴν βάσανον. «Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;» Αὕτη δὲ οὐκ ἐν ἰματίοις ἀλλ᾽ ἔνδον ἔχουσα τὸ πῦρ ἀγριαῖνον καὶ ἠχοῦν, ἀνέχεται καὶ στέγει τὴν φλόγα. Ἔτ᾽ οὖν τολμήσει τις, εἰπέ μοι, τῇ παρθενίᾳ τὸν γάμον παραβαλεῖν; Ἀντιβλέψαι δὲ ὅλως;

Ἀλλ᾽ οὐκ ἀφίησιν ὁ μακάριος Παῦλος πολὺ τὸ μέσον ἑκατέρου τοῦ πράγματος θείς. Ἡ μὲν γὰρ τὰ τοῦ κυρίου, φησίν, ἡ δὲ τὰ τοῦ κόσμου μεριμνᾷ. Συναγαγὼν τοίνυν εἰς ταὐτὸν τοὺς γεγαμηκότας καὶ ταύτῃ χαρισάμενος, ἄκουσον πῶς αὐτοῖς ὀνειδίζει πάλιν· «Ἐπὶ τὸ αὐτό», γάρ φησι, «συνέρχεσθε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς.» Καὶ δεῖξαι βουλόμενος ὅτι οὐ τῆς ἐκείνου πείρας τὸ πᾶν ἐστιν ἀλλὰ τῆς ἡμετέρας νωθείας τὸ πλέον τὴν κυριωτέραν αἰτίαν ἐπήγαγε «διὰ τὴν ἀκρασίαν ὑμῶν» εἰπών.

Τίς οὖν οὐκ ἂν ἐρυθριάσειε ταῦτα ἀκούων; Τίς οὐκ ἂν σπουδάσειεν ἐκφυγεῖν τῆς ἀκρασίας τὸν ψόγον; Οὐδὲ γὰρ πρὸς πάντας ἡ παραίνεσις αὕτη ἀλλὰ πρὸς τοὺς σφόδρα κατωφερεῖς. Ἂν οὕτως ᾖς δοῦλος τῶν ἡδονῶν, φησίν, ἂν οὕτω χαῦνος ὡς διὰ παντὸς ἐκκεχύσθαι πρὸς τὴν μίξιν καὶ κεχηνέναι, συνέρχου τῇ γυναικί. Οὐκ ἄρα ἀποδεχομένου οὐδὲ ἐπαινοῦντος ἡ συγχώρησις ἀλλὰ σκώπτοντος καὶ καταγινώσκοντος.

Οὐδὲ γὰρ ἂν εἰ μὴ σφόδρα ἠθέλησε καθάψασθαι τῆς τῶν φιληδόνων ψυχῆς, τὴν τῆς ἀκρασίας ἔθηκε λέξιν, ἐμφατικωτέραν οὖσαν καὶ πολὺν ἔχουσαν τὸν ψόγον. Διὰ τί γὰρ οὐκ εἶπε διὰ τὴν ἀσθένειαν ὑμῶν; Ὅτι ἐκεῖνο μᾶλλον συγγινώσκοντος ἦν, τὸ δὲ τῆς ἀκρασίας εἰπεῖν δεικνύντος τῆς ῥαθυμίας τὴν ὑπερβολήν. Οὐκοῦν ἀκρασίας τὸ μὴ δύνασθαι πορνείας ἀπέχεσθαι, εἰ μὴ διὰ παντός τις ἔχοιτο τῆς γυναικὸς καὶ τῆς μίξεως ἀπολαύοι. Τί οὖν ἂν εἴποιεν ἐνταῦθα οἱ τὴν παρθενίαν περιττὸν εἶναι τιθέμενοι; Αὕτη μὲν γὰρ ὅσῳ ἂν ἐπιταθῇ τοσούτῳ μεῖζον ἔχει τὸ ἐγκώμιον. Ὁ δὲ γάμος ὅταν αὐτῷ τις κατακόρως κεχρημένος ᾖ, τότε μάλιστα ἐπαίνου παντὸς ἀπεστέρηται. «Τοῦτο», γάρ φησι, «λέγω κατὰ συγγνώμην οὐ κατ᾽ ἐπιτάγην.» Ἔνθα δὲ ἂν ᾖ συγγνώμη, χώραν ἔπαινος οὐκ ἂν ἔχοι. Ἀλλὰ καὶ περὶ τῶν παρθένων διαλεγόμενός φησιν· «Ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι.» Μήποτε οὖν ἆρα τὸ πρᾶγμα ἐξέωσεν; Ἄπαγε. Ἐπὶ μὲν γὰρ τῆς παρθένου γνώμην δίδωσιν, ἐνταῦθα δὲ συγγνώμην.

Ἐπιτάττει δὲ οὐδέτερον οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ᾽ ἐνταῦθα μὲν ἵνα μή τις ἀναβῆναι ἀπὸ τῆς ἀκρασίας βουλόμενος κωλύηται ὡς ἐπιτάγματος ἀνάγκῃ δεδεμένος· ἐκεῖ δὲ ἵνα μή τις ἀναβῆναι πρὸς τὴν παρθενίαν ἀδυνατῶν κατακρίνηται ὡς προστάγματος παρακούων. Οὐκ ἐπιτάττω παρθενεύειν, φησί· δέδοικα γὰρ τοῦ πράγματος τὸ δυσκατόρθωτον.

Οὐκ ἐπιτάττω συνεχῶς συνέρχεσθαι τῇ γυναικί· ἀκρασίας γὰρ οὐ βούλομαι εἶναι νομοθέτης. Εἶπον, συνέρχεσθε, κάτω καταβῆναι κωλύων, οὐ τὴν προσωτέρω προθυμίαν ἐμποδίζων. Οὐκ ἄρα αὐτοῦ βούλημα προηγούμενόν ἐστι τὸ χρῆσθαι διὰ παντὸς γυναικί, ἀλλ᾽ ἡ τῶν ῥαθυμοτέρων τοῦτο ἐνομοθέτησεν ἀκρασία. Ἐπεὶ εἰ τὸ Παύλου βούλημα θέλεις μαθεῖν, ἄκουσον ποῖόν ἐστι· «Θέλω», φησί, «πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ. Οὐκοῦν εἰ πάντας θέλεις ἐν ἐγκρατείᾳ εἶναι, οὐδένα θέλεις εἶναι ἐν γάμῳ. Οὐδὲ γὰρ οὐ μὴν διὰ τοῦτο κωλύω τοῖς βουλομένοις οὐδὲ αἰτιῶμαι ἀλλ᾽ εὔχομαι μὲν καὶ ποθῶ πάντας εἶναι ὡς καὶ ἐμαυτόν, συγχωρῶ δὲ κἀκεῖνο διὰ τὰς πορνείας. Διὰ τοῦτο καὶ ἀρχόμενος εἶπον· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.»

Ὅτι ἀναγκαίως ἔθηκεν εἰς τὸ τῆς ἐγκρατείας ὑπόδειγμα. Τίνος δὲ ἕνεκεν ἐνταῦθα ἑαυτοῦ μέμνηται λέγων· «Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν;» Καίτοι εἰ μὴ τοῦτο προσέκειτο· «Ἀλλ᾽ ἕκαστος ἴδιον ἔχει χάρισμα», τὴν περιαυτολογίαν ἐξέφυγεν ἄν. Τίνος οὖν ἕνεκεν προσέθηκεν· «Ὡς καὶ ἐμαυτόν;» Οὐκ ἐπαίρων ἑαυτόν· οὗτος γάρ ἐστιν ὁ πλεονεκτήσας μὲν τῶν ἀποστόλων ἐν τοῖς ὑπὲρ τοῦ κηρύγματος πόνοις, ἀνάξιον δὲ καὶ τῆς προσηγορίας ἀποστολικῆς ἑαυτὸν εἶναι νομίζων. Εἰπὼν γὰρ ὅτι «Ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων», ὥσπερ τι τῆς ἀξίας αὐτοῦ μεῖζον φθεγξάμενος ἐπιλαμβάνεται ταχέως ἑαυτοῦ λέγων· «Ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος.» Τίνος οὖν ἔνεκεν ἐνταῦθα τῇ παραινέσει πρόσκειται; Οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ᾽ ᾔδει τοὺς μαθητὰς τότε μάλιστα εἰς τὸν τῶν καλῶν ἐναγομένους ζῆλον, ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Ὥσπερ οὖν ὁ χωρὶς ἔργων ἐν τοῖς λόγοις μόνοις φιλοσοφῶν οὐδὲν ὀνίνησι μέγα τὸν ἀκροατήν, οὕτως ὁ παρ᾽ ἑαυτοῦ πρώτου κατορθωθεῖσαν ἔχων δεῖξαι τὴν συμβουλήν, ταύτῃ μάλιστα πάντων ἐπάγεται τὸν ἀκούοντα.

Πρὸς δὲ τούτοις καὶ φθόνου καὶ τύφου καθαρεύοντα δείκνυσιν ἑαυτόν· τὸ γὰρ ἐξαίρετον τοῦτο κοινὸν εἶναι βούλεται τῶν μαθητῶν, οὐδὲν αὐτῶν πλέον ἔχειν ζητῶν ἀλλ᾽ ἐν ἅπασιν αὐτοὺς ἐξισοῦν ἑαυτῷ θέλων. Ἔχω καὶ τρίτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην;

Δύσκολον εἶναι τὸ πρᾶγμα ἐδόκει καὶ οὐ κατὰ τὴν τῶν πολλῶν εὐκολίαν. Βουλόμενος οὖν αὐτὸ δεῖξαι ῥᾷστον, τὸν ἠνυκότα εἰς μέσον τίθησιν, ἵνα μὴ σφόδρα ἐπίπονον εἶναι αὐτὸ νομίζωσιν ἀλλὰ πρὸς τὸν ἡγησάμενον ἰδόντες μετὰ τοῦ θαρρεῖν καὶ αὐτοὶ τῆς αὐτῆς ἐπιβαίνωσιν ὁδοῦ. Τοῦτο καὶ ἀλλαχοῦ ποιεῖ. Τοῖς Γαλάταις γὰρ διαλεγόμενος καὶ τὸν ἀπὸ τοῦ νόμου φόβον ἐκλῦσαι σπεύδων, δι᾽ ὃν ἐπὶ τὴν παλαίαν κατεφέροντο συνήθειαν πολλὰ τῶν ἐκεῖ φυλάττοντες, τί φησί; «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἂν ἔχοιτε, φησίν, εἰπεῖν ὅτι ἐξ ἐθνῶν ἐπιστρέψας νῦν καὶ τὸν ἐκ τῆς τοῦ νόμου παραβάσεως οὐκ εἰδὼς φόβον, ἀκινδύνως ἅπαντα ταῦτα φιλοσοφεῖς πρὸς ἡμᾶς. Καὶ γὰρ ἐγώ, φησίν, ὡς ὑμεῖς ἐδούλευσα ταύτην τὴν δουλείαν ποτέ· ἐγενόμην ὑπὸ τοῖς ἐπιτάγμασι τοῦ νόμου· ἐφύλαξα τῶν ἐντολῶν τὰς παρατηρήσεις· ἀλλὰ τῆς χάριτος ἐπιφανείσης ὅλον ἐμαυτὸν ἀπ᾽ ἐκείνου πρὸς ταύτην μετέθηκα. Οὐκέτι γὰρ τὸ πρᾶγμα παράβασίς ἐστιν «ἀνδρὶ γενομένων ἡμῶν ἑτέρῳ»· ὥστε οὐδεὶς ἂν ἔχοι τοῦτο λέγειν ὅτι ἕτερα πράττων ἕτερα παραινῶ οὐδὲ ὅτι τὸ ἐμαυτοῦ σκοπήσας ἀσφαλὲς ὑμᾶς εἰς κίνδυνον ἐνέβαλον. Εἰ γὰρ κίνδυνος τὸ πρᾶγμα ἦν, οὐκ ἂν ἐμαυτὸν προὔδωκα οὐδ᾽ ἂν τῆς οἰκείας ἠμέλησα σωτηρίας.

Ὥσπερ οὖν ἐκεῖ τὸ παράδειγμα παρ᾽ ἑαυτοῦ θεὶς τὸν φόβον ἐξέλυσεν, οὕτω καὶ ἐνταῦθα τὴν ἀγωνίαν ἐκβάλλει μέσον ἑαυτὸν ἐμβαλών.

Ὅτι μετριάζων ὁ ἀπόστολος τὴν παρθενίαν χάρισμα καλεῖ. «Ἀλλ᾽ ἕκαστος ἴδιον χάρισμα ἔχει», φησίν, «ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.» Θέα τῆς ἀποστολικῆς ταπεινοφροσύνης οὐδαμοῦ τὸν χαρακτῆρα παραπολλύμενον ἀλλ᾽ ἀκριβῶς πανταχοῦ διαλάμποντα. Χάρισμα Θεοῦ καλεῖ τὸ ἑαυτοῦ κατόρθωμα, καὶ ἔνθα πολὺν ἵδρωσεν ἱδρῶτα, τοῦτο ὅλον ἀνατίθησι τῷ δεσπότῃ. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τῆς ἐγκρατείας τοῦτο ποιεῖ, ὅπου γε καὶ περὶ τοῦ κηρύγματος διαλεγόμενος τῷ αὐτῷ κέχρηται τρόπῳ, περὶ τοῦ κηρύγματος ὑπὲρ οὗ μυρίους ἤνεγκε πόνους, θλίψεις συνεχεῖς, ταλαιπωρίας ἀφάτους, θανάτους καθημερινούς; Τί οὖν περὶ τούτου φησί; «Πλέον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.» Οὐ τὸ μὲν αὐτοῦ, τὸ δὲ τοῦ Θεοῦ φησιν ἀλλ᾽ ὅλον τοῦ Θεοῦ. Τοῦτο εὐγνώμονος οἰκέτου μηδὲν ἴδιον νομίζειν ἀλλὰ πάντα δεσποτικά, μηδὲν ἴδιον ἡγεῖσθαι αὐτοῦ ἀλλὰ πάντα τοῦ κυρίου.

Τοῦτο καὶ ἑτέρωθι ποιεῖ. Εἰπὼν γὰρ «Ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα», προϊὼν προστασίας καὶ ἐλεημοσύνας καὶ μεταδόσεις ἐν τούτοις ἠρίθμησεν. Ὅτι δὲ κατορθώματα ταῦτα καὶ οὐ χαρίσματα παντί που δῆλόν ἐστιν. Ταῦτα δὲ εἶπον ἵν᾽ ὅταν ἀκούσῃς αὐτοῦ λέγοντος «Ἕκαστος ἴδιον χάρισμα ἔχει», μὴ ἀναπέσῃς μηδὲ εἴπῃς πρὸς ἑαυτόν· οὐ δεῖται τὸ πρᾶγμα τῆς ἐμῆς σπουδῆς· χάρισμα αὐτὸ ὁ Παῦλος ἐκάλεσε. Μετριάζων γάρ, οὐκ εἰς τὴν τῶν χαρισμάτων τάξιν καταλέξαι τὴν ἐγκράτειαν βουλόμενος τοῦτό φησιν. Οὐκ ἂν γὰρ οὕτως ἠναντιώθη καὶ ἑαυτῷ καὶ τῷ Χριστῷ, τῷ μὲν Χριστῷ λέγοντι· «Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ ἐπαγαγόντι· «Ὁ δυνάμενος χωρεῖν χωρείτω»· ἑαυτῷ δὲ καταδικάζοντι τὰς χηρείαν μὲν ἑλομένας οὐ βουληθείσας δὲ ἐπιμεῖναι τῇ προθέσει. Εἰ γὰρ χάρισμά ἐστι, τίνος ἕνεκεν αὐταῖς ἀπειλεῖς λέγων ὅτι «Ἔχουσι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν;» Οὐδαμοῦ γὰρ τοὺς οὐκ ἔχοντας χαρίσματα ὁ Χριστὸς ἐκόλασεν ἀλλὰ πανταχοῦ τοὺς βίον οὐκ ἐπιδεικνυμένους ὀρθόν· καὶ τοῦτό ἐστι τὸ μάλιστα ἐπιζητούμενον παρ᾽ αὐτῷ πολιτεία ἀρίστη καὶ ἔργα ἄληπτα. Τῶν δὲ χαρισμάτων ἡ διανομὴ οὐκ ἐν τῇ τοῦ λαμβάνοντος κεῖται προαιρέσει ἀλλ᾽ ἐν τῇ τοῦ παρέχοντος κρίσει.

Διὰ τοῦτο οὐδαμοῦ τοὺς τὰ θαύματα ἐργαζομένους ὁ Χριστὸς ἐπαινεῖ ἀλλὰ καὶ τοὺς μαθητὰς ἐπὶ τούτῳ μέγα φρονοῦντας ἀπάγει τῆς τοιαύτης ἡδονῆς λέγων· «Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει.» Οἱ γὰρ μακαριζόμενοι πανταχοῦ οἱ ἐλεήμονές εἰσιν, οἱ ταπεινοί, οἱ ἐπιεικεῖς, οἱ τῇ καρδίᾳ καθαροί, οἱ εἰρηνοποιοί, οἱ ταῦτα πάντα καὶ τὰ τούτοις ὅμοια πράττοντες.

Καὶ αὐτὸς δὲ ὁ Παῦλος τὰ κατορθώματα ἀριθμῶν τὰ ἑαυτοῦ ἐν τούτοις καὶ τῆς ἐγκρατείας ἐμνημόνευσεν. Εἰπὼν γάρ· «Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀκαταστασίαις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις», ἐπήγαγεν «ἐν ἁγνείᾳ», οὐκ ἂν τοῦτο ποιήσας εἰ χάρισμα τὸ πρᾶγμα ἦν. Τί δέ; Καὶ σκώπτει τοὺς οὐκ ἔχοντας αὐτὴν ἀκρατεῖς αὐτοὺς καλῶν. Διὰ τί δὲ καὶ ὁ μὴ ἐκγαμίζων τὴν ἑαυτοῦ παρθένον κρεῖττον ποιεῖ; Τίνος δὲ ἕνεκεν μακαριωτέρα ἡ χήρα ἐὰν οὕτως μείνῃ; Ὅπερ γὰρ ἔφθην εἰπών, οὐ θαυμάτων ἀλλὰ ἔργων οἱ μακαρισμοὶ ὥσπερ οὖν καὶ κολάσεις.

Πῶς δὲ καὶ ἐπιμένει πάλιν παραινῶν ὑπὲρ τῶν αὐτῶν εἰ μὴ ἡμῖν τὸ πρᾶγμα ἦν καὶ μετὰ τὴν τοῦ Θεοῦ ῥοπὴν καὶ τῆς παρ᾽ ἡμῶν ἐδεῖτο σπουδῆς; Εἰπὼν γάρ· «Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ, πάλιν φησί· «Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.» Πάλιν οὖν ἑαυτὸν τίθησι διὰ τὴν αὐτὴν αἰτίαν. Τὸ γὰρ παράδειγμα ἐγγύθεν ἔχοντες καὶ οἰκεῖον μειζόνως ἂν τῶν τῆς παρθενίας κατετόλμησαν πόνων. Εἰ δὲ καὶ ἀνωτέρω λέγων· «Θέλω πάντας εἶναι ὡς καὶ ἐμαυτόν», καὶ ἐνταῦθα· «Καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ», οὐδαμοῦ τὴν αἰτίαν προστίθησι, μὴ θαυμάσῃς. Οὐ γὰρ ἀπαυθαδιζόμενος τοῦτο ποιεῖ ἀλλ᾽ ἱκανὴν εἶναι νομίζων αἰτίαν τὴν αὑτοῦ γνώμην μεθ᾽ ἧς τὸ πρᾶγμα κατώρθωσεν.

Ὅτι πολλαὶ ἐν τοῖς δευτέροις γάμοις αἱ ἀηδίαι. Εἰ δέ τις καὶ λογισμῶν ἀκοῦσαι ἐθέλοι, πρῶτον μὲν τὴν παρὰ πάντων τῶν ἀνθρώπων ἐξεταζέτω δόξαν, ἔπειτα καὶ τὰ περὶ τὸ πρᾶγμα συμβαίνοντα. Τῶν γὰρ νομοθετῶν τοὺς τοιούτους οὐ κολαζόντων γάμους ἀλλ᾽ ἐπιτρεπόντων καὶ συγχωρούντων, πολλοὶ καὶ παρὰ πολλῶν ἔν τε οἰκίαις καὶ κατὰ τὴν ἀγορὰν κατ᾽ αὐτῶν γίνονται λόγοι σκωπτόντων, μεμφομένων, ἀποστρεφομένων. Τῶν γὰρ τοὺς ὅρκους παραβαινόντων οὐχ ἧττον τοὺς τοιούτους ἅπαντες ἐκτρέπονται, ὡς εἰπεῖν, οὔτε φίλους ποιήσασθαι θαρροῦντες οὔτε συνθήκας θέσθαι πρὸς αὐτοὺς οὔτε ἄλλο πιστεῦσαι οὐδέν. Ὅταν γὰρ ἴδωσιν αὐτοὺς συνηθείας τοσαύτης καὶ φιλίας καὶ ὁμιλίας καὶ κοινωνίας τὴν μνήμην οὕτως εὐκόλως ἀπὸ τῆς αὐτῶν ψυχῆς ἐκβάλλοντας, νάρκη τις αὐτοῖς ἀπὸ τούτων καταχεῖται τῶν λογισμῶν καὶ οὐκ ἂν αὐτοὺς μετὰ πάσης προσίοιντο γνησιότητος ὡς εὐκόλους καὶ ἀλλοπροσάλλους. Οὐ διὰ ταῦτα δὲ μόνον αὐτοὺς ἀποστρέφονται ἀλλὰ καὶ δι᾽ αὐτὴν τῶν γινομένων τὴν ἀηδίαν.

Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι καὶ θόρυβος ἀπ᾽ ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων; Καὶ γὰρ ἐκεῖ τὸν αὐτὸν ἴδοις ἂν ποτὲ μὲν βασιλέα, ποτὲ δὲ πάντων πενέστερον. Κἀνταῦθα ὁ πρώην περὶ τὸν τάφον ἐγκαλινδούμενος νυμφίος ἐξαίφνης· ὁ τὰς τρίχας τίλλων, στέφανον ἐπὶ τῆς αὐτῆς πάλιν φέρει κεφαλῆς, ὁ κατηφὴς καὶ στυγνὸς καὶ πολλὰ πολλάκις μετὰ δακρύων πρὸς τοὺς παρακαλοῦντας ἐγκώμια τῆς ἀπελθούσης διελθὼν καὶ τὸν βίον ἀβίωτον εἶναι φήσας αὐτῷ, καὶ πρὸς τοὺς ἀπάγοντας αὐτὸν τοῦ θρηνοῦ δυσχεράνας, πολλάκις μεταξὺ τούτων αὐτῶν ὡραΐζεται καὶ καλλωπίζεται πάλιν καὶ τοῖς πρώην δεδακρυμένοις ὀφθαλμοῖς, τούτοις μετὰ γέλωτος εἰς τοὺς αὐτοὺς ἐνορᾷ καὶ τῷ στόματι τούτῳ φιλοφρονεῖται καὶ ἀσπάζεται πάντας δι᾽ οὗ πρώην ταῦτα πάντα ἐξώμνυτο.

Τὸ δὲ πάντων ἐλεεινότερον ὁ τοῖς παισὶν ἐπεισαγόμενος πόλεμος, ἡ ταῖς θυγατράσιν συνοικιζομένη λέαινα· τοῦτο γὰρ ἡ μητρυιὰ πανταχοῦ. Ἐντεῦθεν ἡ καθημερινὴ στάσις καὶ μάχη, ἐντεῦθεν ὁ ξένος ἐκεῖνος καὶ καινότερος ζῆλος πρὸς τὴν οὐκ ἐνοχλοῦσαν γινόμενος. Οἱ μὲν γὰρ ζῶντες καὶ βάλλουσι τῷ φθόνῳ καὶ βάλλονται, πρὸς δὲ τοὺς τετελευτηκότας καὶ οἱ πολέμιοι σπένδονται. Ἀλλ᾽ οὐκ ἐνταῦθα ἀλλὰ ζηλοτυπεῖται ἡ κόνις καὶ ἡ τέφρα καὶ μῖσος πρὸς τὴν κατορωρυγμένην ἄφατον καὶ λοιδορίαι καὶ σκώμματα καὶ κατηγορίαι πρὸς τὴν διαλυθεῖσαν εἰς γῆν· ἔχθρα ἄσπονδος πρὸς τὴν λελυπηκυῖαν οὐδέν. Τί ταύτης γένοιτ᾽ ἂν τῆς ἀλογίας χεῖρον, τί τῆς ὠμότητος;

Οὐδὲν παρὰ τῆς ἀπελθούσης ἠδικημένη—τί λέγω ἠδικημένη; Τοὺς πόνους μὲν αὐτῆς καρπουμένη καὶ τοῖς ἀγαθοῖς ἐντρυφῶσα τοῖς ἐκείνης οὐ παύεται σκιαμαχοῦσα πρὸς αὐτήν· καὶ τὴν οὐδὲν λελυπηκυῖαν, πολλάκις δὲ οὐδὲ ὀφθεῖσαν αὐτῇ ποτε, μυρίοις καθ᾽ ἑκάστην ἡμέραν βάλλει σκώμμασι καὶ διὰ τῶν ἐκείνης ἐγγόνων τὴν οὐκέτ᾽ οὖσαν ἀμύνεται καὶ τὸν ἄνδρα πολλάκις ὁπλίζει κατ᾽ αὐτῶν, ὅταν αὐτὴ μηδὲν ἀνύῃ. Ἀλλ᾽ ὅμως ἅπαντα ταῦτα ῥᾷστα καὶ φορητὰ τοῖς ἀνθρώποις ἔδοξεν εἶναι, μόνον ἵνα μὴ τὴν ἀπὸ τῆς ἐπιθυμίας φέρειν ἀναγκάζωνται τυραννίδα.

Ἀλλ᾽ οὐχ ἡ παρθένος πρὸς ταύτην ἰλιγγίασε τὴν παράταξιν οὐδὲ ἔφυγε τὴν συμβολὴν τὴν οὕτως ἀφόρητον τοῖς πολλοῖς εἶναι δοκοῦσαν ἀλλ᾽ ἔστη γενναίως καὶ τὴν ἀπὸ τῆς φύσεως ἀνεδέξατο μάχην. Πῶς οὖν ἄν τις αὐτὴν κατ᾽ ἀξίαν θαυμάσειεν ὅταν οἱ μὲν ἄλλοι καὶ δευτέρων δέωνται γάμων ἵνα μὴ κατακαίωνται, αὕτη δὲ μηδὲ ἕνος ἁψαμένη διὰ παντός ἐστιν ἁγία καὶ ἄτρωτος; Διὰ ταῦτα καὶ πρὸ τούτων διὰ τοὺς ἀποκειμένους ἐν τοῖς οὐρανοῖς τῇ χηρείᾳ μισθοὺς ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα ἔλεγε· «Καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.» Οὐκ ἴσχυσας εἰς τὴν ἀνωτάτω κορυφὴν ἀναβῆναι; Τῆς γοῦν μετ᾽ ἐκείνην μὴ ἀποπέσῃς· τοσοῦτον ἡ παρθένος σου ἐχέτω πλέον ὅσον τὴν μὲν οὐδὲ ἅπαξ ἐπιθυμία κατεπάλαισε, σὲ δὲ κρατήσασα πρότερον οὐκ ἴσχυσε διὰ παντὸς κατασχεῖν. Καὶ σὺ μὲν μετὰ τὴν ἧτταν ἐνίκησας, ἐκείνη δὲ καθαρὰν ἥττης ἁπάσης ἔχει τὴν νίκην καὶ τῷ τέλει συναπτομένη σοι κατὰ τὴν ἀρχὴν ὑπερέχει μόνον.

Διὰ τί τοῖς μὲν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν, τὴν δὲ παρθένον οὐκ ἀναπαύει τῶν πόνων. Πῶς οὖν; Τοῖς μὲν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν ὡς μηδὲ ἄκοντος θατέρου ἀποστερεῖν αὐτοὺς ἀλλήλων μήτε τὴν ἐκ συμφωνίας γινομένην στέρησιν ἐπὶ πολὺ προάγειν. Καὶ δεύτερον πάλιν ἐπέτρεψε γάμον, ἐὰν βούλωνται, ὑπὲρ τοῦ μὴ πυροῦσθαι. Τοῖς δὲ παρθενεύουσιν οὐδεμίαν τοιαύτην δέδωκε παραμυθίαν, ἀλλὰ τοὺς μὲν ἐπὶ τοσοῦτον ἀναπαύσας πάλιν ἀνίησι, τὴν δὲ οὐδὲ μικρὸν ἀναπνέουσαν ἀλλὰ δι᾽ ὅλου μαχομένην ἀφίησιν ἑστάναι διηνεκῶς καὶ βάλλεσθαι ὑπὸ τῶν ἐπιθυμιῶν καὶ οὐδὲ μικρᾶς αὐτὴν λαβέσθαι δίδωσιν ἀνακωχῆς. Διὰ τί γὰρ οὐκ εἶπε καὶ πρὸς αὐτήν· «Εἰ δὲ οὐκ ἐγκρατεύεται, γαμησάτω»; Ὅτι οὐδὲ πρὸς τὸν ἀθλητὴν εἴποι τις ἂν μετὰ τὸ ῥῖψαι τὸ ἱμάτιον καὶ ἀλείψασθαι καὶ εἰς τὸ στάδιον εἰσελθεῖν καὶ καταπάσασθαι τὴν κόνιν· ἀπόστηθι καὶ φύγε τὸν ἀνταγωνιστήν· ἀλλ᾽ ἀνάγκη λοιπὸν δυοῖν θάτερον ἢ στεφανωθέντα ἢ πεσόντα καὶ καταισχυνθέντα ἀπελθεῖν. Ἐν παιδοτρίβῳ μὲν γὰρ καὶ παλαίστρᾳ ὅπου πρὸς τοὺς οἰκείους ἡ γυμνασία καὶ τοῖς φίλοις ὡς ἐναντίοις συμπλέκεται καὶ τοῦ πονεῖν καὶ τοῦ μὴ πονεῖν αὐτός ἐστι κύριος. Ὅταν δὲ ἀπογράψηται καὶ συλλέγηται θέατρον καὶ ὁ ἀγωνοθέτης παρῇ καὶ οἱ θεαταὶ καθέζωνται καὶ εἰσάγηται ὁ ἀνταγωνιστὴς καὶ ἀντιπαρατάττηται, τὴν ἐξουσίαν αὐτῶν ὁ τῶν ἀγώνων παρῄρηται νόμος.