Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Η χηρεία, το αδιάλυτο του γάμου και η παρθενία ως ελεύθερη επιλογή

Ερμηνεία των αποστολικών παραινέσεων για τις χήρες, το αδιάσπαστο του χριστιανικού γάμου και την προβολή της παρθενίας ως συμβουλή και όχι ως νομοθετική επιταγή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 10

Καὶ τῇ παρθένῳ τοίνυν, ἕως ἂν μὲν βουλεύοιτο πρότερον δέοι γαμεῖν ἢ μὴ γαμεῖν, ἀκίνδυνος ὁ γάμος. Ἐπειδὰν δὲ ἕληται καὶ ἀπογράψηται, εἰσήγαγεν ἑαυτὴν εἰς τὸ στάδιον. Τίς οὖν τολμήσει, τοῦ θεάτρου συγκροτουμένου καὶ θεωρούντων μὲν ἄνωθεν ἀγγέλων, ἀγωνοθετοῦντος δὲ τοῦ Χριστοῦ, μαινομένου δὲ τοῦ διαβόλου καὶ τρίζοντος καὶ συμπλεκομένου πρὸς τὴν πάλην καὶ μέσου κατεχομένου παρελθὼν εἰς μέσον εἰπεῖν· φύγε τὸν ἐχθρόν, ἔνδος τοῖς πόνοις, ἀπόστηθι τῆς λαβῆς, μὴ καταβάλῃς, μηδὲ ὑποσκελίσῃς τὸν ἀνταγωνιστὴν ἀλλὰ παραχώρει τῆς νίκης αὐτῷ; Καὶ τί λέγω πρὸς τὰς παρθένους; Πρὸς τὰς χήρας οὐκ ἄν τις τολμήσειε ταύτην ῥῆξαι τὴν φωνὴν ἀλλ᾽ ἀντὶ ταύτης ἐκείνην τὴν φοβερὰν ὅτι «Ἐὰν καταστρηνιάσωσι τοῦ Χριστοῦ καὶ γαμῆσαι θελήσωσι, κρίμα ἕξουσιν ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.» Καὶ μὴν αὐτός φησιν ὅτι «Λέγω τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν.» Καὶ πάλιν· «Ἐὰν κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ.»

Ποίᾳ χήρᾳ καὶ ποίᾳ παρθένῳ ἐπιτρέπει γαμεῖσθαι ὁ Παῦλος. Πῶς οὖν ἣν ἀφίησιν ἐλευθέραν πάλιν κολάζει καὶ ὃν ἐν κυρίῳ φησὶν εἶναι γάμον τοῦτον ὡς παρανόμως γινόμενον κατακρίνει; Μὴ δείσῃς· οὐ τὸν αὐτὸν ἀλλ᾽ ἕτερον. Ὥσπερ γὰρ λέγων· «Ἐὰν γάμῃ ἡ παρθένος οὐχ ἥμαρτεν», οὐ περὶ τῆς ἀποτεταγμένης τῷ γάμῳ φησί· δῆλον γὰρ ἅπασιν ὅτι αὐτὴ ἥμαρτε καὶ ἁμαρτίαν ἀφόρητον. Ἀλλὰ περὶ τῆς ἀπειρογάμου μὲν ἔτι, οὔπω δὲ οὐδὲ τοῦτο οὐδὲ ἐκεῖνο ψηφισαμένης ἀλλ᾽ ἐν μεταιχμίῳ τούτων ἑκατέρων μενούσης τῶν λογισμῶν.

Οὕτω καὶ χήραν ἐνταῦθα μὲν τὴν ἁπλῶς οὐκ ἔχουσαν ἄνδρα φησίν, οὔπω δὲ καὶ τῇ τῆς οἰκείας προαιρέσεως ψήφῳ προσδεδεμένην ἀλλ᾽ ἐλευθέραν οὖσαν καὶ τοῦτο ἑλέσθαι κἀκεῖνο· ἐκεῖ δὲ τὴν οὐκέτι κυρίαν οὖσαν ἑτέρῳ πάλιν ὁμιλῆσαι νυμφίῳ, ἀλλ᾽ εἰς τοὺς τῆς ἐγκρατείας ἐμβεβηκυῖαν ἀγῶνας. Ἔστι γὰρ καὶ χήραν εἶναι καὶ μὴ καταλέγεσθαι εἰς τὸ τῶν χηρῶν ἀξίωμα, ὅταν μηδέπω ᾖ τοῦτο καταδεξαμένη.

Διὸ καὶ αὐτός φησι· «Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή.» Τὴν μὲν γὰρ ἁπλῶς χήραν ἀφίησι γαμεῖν εἰ βούλοιτο, τὴν δὲ ἐπαγγειλαμένην τῷ Θεῷ χηρεύειν διὰ παντός, εἶτα γαμηθεῖσαν, καταδικάζει σφοδρῶς ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἐπάτησεν.

Οὐ ταύταις οὖν ἀλλ᾽ ἐκείναις φησίν· «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι.» Ὁρᾷς οὐδαμοῦ τὸν γάμον καθ᾽ ἑαυτὸν θαυμαζόμενον ἀλλὰ διὰ τὰς πορνείας, διὰ τοὺς πειρασμούς, διὰ τὴν ἀκρασίαν; Ἄνω μὲν γὰρ ταῦτα ἅπαντα τίθησιν, ἐνταῦθα δὲ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο τοῖς ὀνείδεσι, ῥήμασιν εὐφημοτέροις πάλιν τὸ αὐτὸ πρᾶγμα καλεῖ, ἐμπρησμὸν αὐτὸ καὶ πύρωσιν ὀνομάζων. Καὶ οὐδὲ ἐνταῦθα ἠνέσχετο μὴ πλήξας τὸν ἀκροατὴν παρελθεῖν. Οὐ γὰρ εἶπεν· εἰ δὲ βίαν τινὰ πάσχουσιν ὑπὸ τῆς ἐπιθυμίας, εἰ δὲ περιτρέπονται, εἰ δὲ μὴ δύνανται. Οὐδὲν τοιοῦτον ὃ τῶν πασχόντων ἐστὶ καὶ συγγνώμης ἀξίων. Ἀλλὰ τί; «Εἰ δὲ οὐκ ἐγκρατεύονται», ὃ τῶν οὐκ ἐθελόντων ἐστὶν ἐνεργεῖν διὰ τὴν ῥαθυμίαν. Δείκνυσι γὰρ ὅτι κύριοι ὄντες τοῦ πράγματος παρὰ τὸ μὴ βούλεσθαι πονεῖν οὐκ ἀνύουσιν. Ἀλλ᾽ ὅμως οὐδὲ οὕτως αὐτοὺς κολάζει οὐδὲ τιμωρίας ὑπευθύνους ποιεῖ, ἀλλ᾽ ἐπαίνων ἀποστερήσας μόνον μέχρι τοῦ διὰ τῶν ῥημάτων ψόγου τὴν σφοδρότητα ἐπιδείκνυται, παιδοποιΐας μὲν οὐδαμοῦ μεμνημένος τῆς εὐπροσώπου καὶ σεμνῆς αἰτίας τοῦ γάμου, πυρώσεως δὲ καὶ ἀκρασίας καὶ πορνείας καὶ πείρας σατανικῆς καὶ ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι τὸ πρᾶγμα συγχωρῶν.

Καὶ τί τοῦτο; φησίν· ἕως γὰρ ἂν αὐτὸ τιμωρίας ἀπαλλάττῃ, πᾶσαν κατάγνωσιν καὶ πάντα ὀνείδη εὐκόλως οἴσομεν· μόνον ἐξέστω τρυφᾶν καὶ συνεχῶς ἀπολαύειν ἐπιθυμίας. Τί οὖν, ὦ βέλτιστε, ἂν μηδὲ τρυφᾶν ἐξῇ, ὀνειδισμὸν καρπωσόμεθα μόνον; Καὶ πῶς, φησίν, οὐκ ἔξεστι τρυφᾶν τοῦ Παύλου λέγοντος· «Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησατώσαν;» Ἀλλ᾽ ἄκουε καὶ τὰ προσκείμενα τούτῳ. Ἔμαθες ὅτι κρεῖττον τὸ γαμῆσαι ἢ πυροῦσθαι· ἀπεδέξω τὸ ἡδύ, ἐπῄνεσας τὴν συγχώρησιν, ἐθαύμασας τῆς συγκαταβάσεως τὸν ἀπόστολον· ἀλλὰ μὴ στῇς μέχρι τούτου, δέχου καὶ τὰ μετὰ ταῦτα· τοῦ γὰρ αὐτοῦ ἀμφότερα τὰ παραγγέλματα. Τί οὖν μετὰ ταῦτά φησιν; «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ᾽ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.»

Ὅτι πολλὴ ἡ τοῦ γάμου δουλεία καὶ ἀπαραίτητος. Τί οὖν ἐὰν μὲν ὁ ἀνὴρ ἐπιεικὴς ᾖ, ἡ δὲ γυνὴ μοχθηρά, λοίδορος, λάλος, πολυτελής, τὸ κοινὸν τοῦτο πασῶν αὐτῶν νόσημα, ἑτέρων πλειόνων γέμουσα κακῶν, πῶς οἴσει τὴν καθημερινὴν ταύτην ἀηδίαν ἐκεῖνος ὁ δείλαιος, τὸν τῦφον. τὴν ἀναισχυντίαν; Τί δαί, ἂν τοὐναντίον αὐτὴ μὲν ᾖ κοσμία καὶ ἥσυχος, ἐκεῖνος δὲ θρασύς, ὑπεροπτικός, ὀργίλος, πολὺν μὲν ἀπὸ τῶν χρημάτων, πολὺν δὲ ἀπὸ τῆς δυναστείας ὄγκον περιβεβλημένος, καὶ τὴν ἐλευθέραν ὡς δούλην ἔχει καὶ τῶν θεραπαινίδων μηδὲν ἄμεινον πρὸς αὐτὴν διάκειται, πῶς οἴσει τὴν τοσαύτην ἀνάγκην καὶ βίαν; Τί δαί, ἂν συνεχῶς αὐτὴν ἀποστρέφηται καὶ διὰ παντὸς μένῃ τοῦτο ποιῶν;

Καρτέρει, φησίν, πᾶσαν ταύτην τὴν δουλείαν· ὅταν γὰρ ἀποθάνῃ, τότε ἐλευθέρα ἔσῃ μόνον, ζῶντος δὲ δυοῖν θάτερον ἀνάγκη, ἢ παιδαγωγεῖν αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς καὶ βελτίω ποιεῖν ἤ, εἰ τοῦτο ἀδύνατον, φέρειν γενναίως τὸν ἀκήρυκτον πόλεμον καὶ τὴν ἄσπονδον μάχην.

Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» Ἐνταῦθα δὲ χωρισθεῖσαν αὐτὴν καὶ ἄκουσαν ἐγκρατεύεσθαι κελεύει λοιπόν· «Μενέτω», γάρ φησιν, «ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω.» Ὁρᾷς αὐτὴν ἐν μέσῳ δυοῖν ἀπειλημμένην πολέμων; Ἢ γὰρ τὴν ἀπὸ τῆς ἐπιθυμίας βίαν χρὴ καρτερεῖν ἢ τοῦτο μὴ βουλομένην κολακεύειν τὸν ὑβριστὴν καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντείνοι εἴτε λοιδορίαις πλύνοι, εἴτε οἰκετῶν ὑπεροψίᾳ παραδοῦναι εἴτε ἕτερόν τι τοιοῦτον. Πολλαὶ γὰρ ὁδοὶ τοῖς ἀνδράσιν ἐπινενόηνται ὅταν κολάζειν βούλωνται τὰς ἑαυτῶν γυναῖκας. Εἰ δὲ ταῦτα μὴ φέροι, τὴν ἐγκράτειαν ἀσκεῖν χρὴ τὴν ἄκαρπον· τὴν ἄκαρπον δὲ λέγω ἐπειδὴ μὴ τὴν αὐτῇ προσήκουσαν ὑπόθεσιν ἔχει· οὐ γὰρ δι᾽ ἁγιωσύνης ἐπιθυμίαν ἀλλὰ διὰ τὴν πρὸς τὸν ἄνδρα ὀργὴν γίνεται. «Μενέτω», γάρ φησιν, «ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω.» Τί οὖν, ἂν μηδέποτε βούληται καταλλαγῆναι; φησίν. Ἔχεις δευτέραν λύσιν καὶ ἀπαλλαγήν. Τίνα ταύτην;

Ἀνάμενε τὸν ἐκείνου θάνατον. Ὥσπερ γὰρ τῇ παρθένῳ γαμεῖν οὐδέποτε ἔξεστι, οὕτως οὐδὲ ταύταις εἶναι, ὅταν ὁ ἀνὴρ ἀποθάνῃ. Εἰ γὰρ ἐξῆν καὶ ζῶντος ἀπὸ τούτου πρὸς ἕτερον καὶ πάλιν, ἀπ᾽ ἐκείνου πρὸς ἄλλον μεταπηδᾶν, τί γάμων ἔδει λοιπόν, ταῖς ἀλλήλων γυναιξὶν ἀδιακρίτως τῶν ἀνδρῶν κεχρημένων καὶ πάσαις ἁπλῶς ἀναμεμιγμένων ἁπάντων;

Πῶς δὲ οὐκ ἂν καὶ πρὸς τοὺς συνοικοῦντας διεφθάρη ἡ διάθεσις, τήμερον μὲν τούτου, αὔριον δὲ ἐκείνου, καὶ πάλιν ἄλλων τῇ αὐτῇ συζώντων γυναικί; Δικαίως οὖν ὁ κύριος αὐτὸ μοιχείαν ἐκάλεσεν.

Διὰ τί τοῖς Ἰουδαίοις συνεχώρησε ἀπόστασιν διδόναι ὁ Θεός. Πῶς οὖν Ἰουδαίοις τοῦτο συνεχώρησεν; Δηλονότι διὰ τὴν σκληροκαρδίαν, ἵνα μὴ συγγενικῶν αἱμάτων τὰς ἑαυτῶν πληρῶσιν οἰκίας. Τί γὰρ ἦν ἄμεινον, εἰπέ μοι, τὴν μισηθεῖσαν ἐκβληθῆναι ἔξω ἢ σφαγῆναι ἔνδον; Τοῦτο γὰρ ἂν ἐποίησαν, εἴ γε μὴ ἐξῆν αὐτοῖς ἐκβάλλειν. Διὰ τοῦτό φησιν· «Εἰ μισεῖς, ἐξαπόστειλον.» Ὅταν δὲ τοῖς ἐπιεικέσι διαλέγηται καὶ οἷς μηδὲ ὁργίζεσθαι συγχωρεῖ, τί λέγει; «Ἐὰν δὲ χωρισθῇ, μενέτω ἄγαμος.» Ὁρᾷς τὴν ἀνάγκην καὶ τὴν ἀπαραίτητον δουλείαν, τὸν ἑκατέρους περιβάλλοντα δεσμόν; Δεσμὸς γὰρ ὄντως ὁ γάμος, οὐ διὰ τὸν τῶν φροντίδων ὄχλον μόνον οὐδὲ διὰ τὰς λύπας τὰς καθημερινὰς ἀλλ᾽ ὅτι παντὸς οἰκέτου χαλεπώτερον ἀλλήλοις ὑποκεῖσθαι τοὺς γεγαμηκότας καταναγκάζει. «Κρατείτω», φησίν, «ὁ ἀνὴρ τῆς γυναικός.» Καὶ τί τῆς δεσποτείας ταύτης τὸ κέρδος; Πάλιν γὰρ αὐτὸν δοῦλον τῆς κρατουμένης ποιεῖ, καινήν τινα καὶ παράδοξον δουλείας ἐπινοήσας ἀντίδοσιν· καὶ καθάπερ ὑπὸ δεσποτῶν φυγάδες οἰκέται καθ᾽ ἑαυτοὺς δεδεμένοι καὶ πάλιν ἀλλήλοις συνδεδεμένοι, διά τινος ἀλύσεως μικρᾶς ἐξ ἑκατέρας ἀρχῆς ταῖς πέδαις προσηλωμένοι, οὐκ ἂν δύναιντο μετ᾽ ἐξουσίας βαδίζειν τῷ τὸν ἕτερον ἀναγκάζεσθαι ἕπεσθαι θατέρῳ.

Οὕτω καὶ αἱ τῶν γεγαμηκότων ψυχαὶ ἔχουσι μὲν καὶ ἰδίας φροντίδας, ἔχουσι δὲ καὶ ἑτέραν ἀνάγκην τὴν ἐκ τοῦ πρὸς ἀλλήλους συνδέσμου, πάσης ἀλύσεως χαλεπώτερον ἄγχουσαν καὶ τὴν ἀμφοτέρων ἐλευθερίαν ἀφαιρουμένην τῷ μὴ καθάπαξ ἑνὶ παραδοῦναι τὴν ἀρχὴν ἀλλ᾽ εἰς ἑκατέρους αὐτῆς διανεῖμαι τὴν ἐξουσίαν. Ποῦ τοίνυν εἰσὶν οἱ διὰ τὴν ἐκ τῆς ἡδονῆς παραμυθίαν πᾶσαν ἕτοιμοι κατάγνωσιν ἐνεγκεῖν;

Οὐδὲ γὰρ μικρὸν ὑποτέμνεται τῆς ἡδονῆς μέρος ἐν ταῖς πρὸς ἀλλήλους ὀργαῖς καὶ ἀπεχθείαις πολλάκις ἀναλισκομένου χρόνου μακροῦ. Καὶ ἡ δουλεία δὲ αὕτη τῷ τὴν ἑτέρου μοχθηρίαν ἀναγκάζεσθαι καὶ ἄκοντα θάτερον φέρειν ἅπασαν ἱκανὴ συσκιάσαι τρυφήν. Διὰ τοῦτο ὁ μακάριος ἐκεῖνος πρῶτον μὲν δι᾽ ἐντρεπτικῶν ῥημάτων ἀνέστελλε τὴν πρὸς τὴν ἐπιθυμίαν φοράν, διὰ τὰς πορνείας λέγων καὶ ἀκρασίας καὶ πυρώσεις. Ἐπειδὴ δὲ συνεῖδε βραχὺν ὄντα τοῖς πολλοῖς τὸν τῆς καταγνώσεως λόγον, τὸ τούτου πάλιν ἰσχυρότερον πρὸς ἀποτροπὴν τίθησι, διὸ καὶ οἱ μαθηταὶ εἰπεῖν ἠναγκάσθησαν· «Οὐ συμφέρει γαμῆσαι.» Τοῦτο δέ ἐστι τὸ μηδένα ἑαυτοῦ κύριον εἶναι τῶν γεγαμηκότων. Καὶ οὐκέτι τοῦτο ἐν παραινέσεως τάξει καὶ συμβουλῆς εἰσηγεῖται ἀλλ᾽ ἐν ἐπιτάγματος καὶ ἐντολῆς ἀνάγκῃ. Τὸ μὲν γαμεῖν ἢ μὴ γαμεῖν ἐφ᾽ ἡμῖν· τὸ δὲ μὴ ἑκόντας ἀλλ᾽ ἄκοντας φέρειν τὴν δουλείαν, οὐκ ἐφ᾽ ἡμῖν.

Τί δήποτε; Ὅτι οὐκ ἀγνοοῦντες ταύτην εἱλόμεθα τὴν ἀρχὴν ἀλλὰ καὶ σφόδρα αὐτῆς ἐπιστάμενοι τὰ δικαιώματα καὶ τοὺς νόμους, ἑκόντες ἑαυτοὺς ὑποβάλλομεν τῷ ζυγῷ. Μετὰ δὲ ταῦτα περὶ τῶν ταῖς ἀπίστοις συνοικούντων διαλεχθεὶς καὶ πᾶσιν ἀκριβῶς τοῖς περὶ τοῦ γάμου νόμοις ὑπεξελθὼν καὶ τὸν περὶ τῶν οἰκετῶν λόγον παρεμβαλὼν καὶ παραμυθησάμενος αὐτοὺς ἱκανῶς μὴ ἐλαττοῦσθαι τῇ δουλείᾳ ταύτῃ τὴν εὐγένειαν αὐτοῖς τὴν πνευματικήν, μέτεισι λοιπὸν ἐπὶ τὸν τῆς παρθενίας λόγον ὃν πάλαι μὲν ὤδινε καὶ κατασπεῖραι ἔσπευδεν, ἀπέτεκε δὲ νῦν, οὐδὲ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις ἀποσιωπῆσαι καρτερήσας αὐτόν. Ἐν βραχεῖ μὲν γὰρ καὶ διεσπαρμένως, ἐνύφηνε δὲ αὐτὸν ὅμως κἀκείνῃ τῇ παραινέσει· καὶ τῇ καλλίστῃ ταύτῃ μεθόδῳ προγυμνάσας αὐτῶν τὰς ἀκοάς, καὶ τὴν διάνοιαν προλεάνας, εἴσοδον ἀρίστην τῷ λόγῳ παρασκευάζει. Μετὰ γοῦν τὴν πρὸς τοὺς οἰκέτας παραίνεσιν —«Τιμῆς», γάρ φησιν, «ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων»—, τῆς δεσποτικῆς ἡμᾶς ἀναμνήσας εὐεργεσίας καὶ τούτῳ πάντων τὰς διανοίας ἀναστήσας καὶ πρὸς τὸν οὐρανὸν ἄρας, οὕτω τοὺς περὶ τῆς παρθενίας ἐμβάλλει λόγους, ταῦτα λέγων τὰ ῥήματα· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.»

Καίτοι γε καὶ ἐπὶ τῶν πιστῶν τῶν ταῖς ἀπίστοις συνεζευγμένων οὐκ ἔχων ἐπιταγήν, μετὰ πολλῆς τῆς ἐξουσίας ἐνομοθέτεις, οὑτωσὶ γράφων· «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.» Τί οὖν οὐχὶ καὶ ἐπὶ τῶν παρθένων τὸ αὐτὸ ποιεῖς ἀποφαινόμενος;

Ὅτι περὶ τούτου φανερῶς ὁ Χριστὸς διετάξατο, κωλύων εἰς ἐπιτάγματος ἀνάγκην τὸ πρᾶγμα ἐλθεῖν. Τὸ γὰρ «Ὁ δυνάμενος χωρεῖν χωρείτω», κύριον τὸν ἀκροάτην τῆς αἱρέσεως ποιοῦντός ἐστι. Περὶ μὲν οὖν τῆς ἐγκρατείας διαλεγόμενος, «Θέλω», φησί, «πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν» ἐν ἐγκρατείᾳ. Καὶ πάλιν· «Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, ὅτι καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ.» Ἐν δὲ τοῖς περὶ τῆς παρθενίας λόγοις οὐδαμοῦ παρήγαγεν ἑαυτόν. Διὰ τοῦτο καὶ σφόδρα ὑφειμένως καὶ μετὰ πολλῆς ὑποστολῆς διαλέγεται· οὐ γὰρ αὐτῷ τὸ πρᾶγμα κατώρθωτο· «Ἐπιταγὴν οὐκ ἔχω», φησίν.

Πρῶτον τὴν αἵρεσιν θεὶς καὶ τὸν ἀκροάτην εὐγνώμονα καταστήσας, οὕτως ἐπάγει τὴν συμβουλήν. Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθέν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν ἀλλὰ θεραπεύσας πρότερον τῇ τῆς ἐπιταγῆς αἱρέσει τὸν μαθητὴν εὐήνιόν τε καὶ τιθασὸν αὐτοῦ κατασκευάσας τὴν ψυχήν, οὕτω ποιεῖται τὴν εἰσήγησιν. Ἤκουσας παρθενίαν, ὄνομα πολλῶν πόνων καὶ ἱδρώτων. Μὴ δείσῃς· οὐκ ἔστι τὸ πρᾶγμα ἐπίταγμα, οὐδὲ ἐντολῆς ἀνάγκην ἐπάγεται ἀλλὰ τοὺς μὲν ἑκόντας καὶ μετὰ προαιρέσεως δεχομένους αὐτὴν τοῖς οἰκείοις ἀμείβεται καλοῖς, τὸν φαιδρὸν καὶ εὐανθῆ στέφανον περιτιθεῖσα αὐτῶν τῇ κεφαλῇ, τοὺς δὲ παραιτουμένους αὐτὴν καὶ οὐκ ἐθέλοντας προσίεσθαι οὔτε κολάζει οὔτε ἄκοντας ἀναγκάζει τοῦτο ποιεῖν. Οὐ ταύτῃ δὲ μόνον ἀνεπαχθῆ τὸν λόγον εἰργάσατο καὶ ἡδὺν ἀλλὰ καὶ τῷ τὴν χάριν τοῦ πράγματος οὐκ αὐτοῦ φάναι εἶναι ἀλλὰ τοῦ Χριστοῦ. Οὐ γὰρ εἶπε· περὶ δὲ τῶν παρθένων οὐκ ἐπιτάσσω, ἀλλ᾽ «Ἐπιταγὴν οὐκ ἔχω», ὡς ἂν εἰ ἔλεγεν, εἰ μὲν ἐξ ἀνθρωπίνων λογισμῶν ἐγὼ κινούμενος ταῦτα παρῄνουν, οὐκ ἔδει θαρρεῖν· ἐπειδὴ δὲ τῷ Θεῷ τοῦτο ἔδοξεν, ἀσφαλὲς τὸ τῆς ἀδείας ἐνέχυρον. Τὴν μὲν ἐξουσίαν τοῦ τὰ τοιαῦτα ἐπιτάττειν παρῄρημαι, εἰ δὲ βούλεσθε ἀκούειν ὡς ὁμοδούλου, «Γνώμην δίδωμι», φησίν, «ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι».

Ἄξιον δὲ ἐνταῦθα θαυμάσαι τοῦ μακαρίου τὴν πολλὴν εὐμηχανίαν καὶ τὴν σύνεσιν καὶ πῶς δύο ἀναγκαίων καὶ ἐναντίων ἀπειλημμένος, τοῦ τε συστῆσαι τὸ ἑαυτοῦ πρόσωπον ὥστε εὐπαράδεκτον γενέσθαι τὴν συμβουλὴν καὶ τοῦ μηδὲν μέγα φθέγξασθαι περὶ ἑαυτοῦ διὰ τὸ τῆς ἀρετῆς ταύτης γεγονέναι ἐκτὸς ἀμφότερα ἐν βραχεῖ κατεσκεύασεν. Τῷ μὲν γὰρ εἰπεῖν «Ὡς ἠλεημένος», συνίστησί πως ἑαυτόν, τῷ δὲ μὴ ἀπὸ τοῦ λαμπροτέρου τοῦτο ποιῆσαι μέρους ταπεινοῖ καὶ συστέλλει πάλιν.

Περὶ τῆς τοῦ Παύλου ταπεινοφροσύνης. Οὐ γὰρ εἶπε· δίδωμι γνώμην ὡς πιστευθεὶς τὸ εὐαγγέλιον, ὡς ἀξιωθεὶς εἶναι κῆρυξ τῶν ἐθνῶν, ὡς προστασίαν τὴν ὑμετέραν ἐγχειρισθείς, ὡς διδάσκαλος καὶ καθηγητής, ἀλλὰ τί; «Ὡς ἠλεημένος», φησίν, «ὑπὸ κυρίου πιστὸς εἶναι» καὶ τὸ ἔλαττον θείς. Ἔλαττον γὰρ τοῦ διδάσκαλον εἶναι τῶν πιστῶν τὸ μόνον εἶναι πιστόν. Καὶ ἑτέραν ἐπινοεῖ πάλιν ταπείνωσιν. Ποίαν δὲ ταύτην; Οὐκ εἶπεν· ὡς γενόμενος πιστός, ἀλλ᾽ «Ὡς ἠλεημένος εἶναι πιστός.» Μὴ γὰρ τὴν ἀποστολὴν καὶ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν μόνον νομίσῃς τῆς δωρεᾶς εἶναι τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸ τὸ πιστεῦσαι ἀπὸ τοῦ ἐλέους μοι γέγονεν ἐκείνου. Οὐ γὰρ ἐπειδὴ ἄξιος ἤμην, φησί, κατηξιώθην τῆς πίστεως ἀλλ᾽ ἐπειδὴ ἠλεήθην μόνον· ὁ δὲ ἔλεος χάριτός ἐστιν, οὐ τοῦ κατ᾽ ἀξίαν. Ὥστε εἰ μὴ ἦν σφόδρα εὔσπλαγχνος ὁ Θεός, οὐ μόνον ἀπόστολος ἀλλ᾽ οὔτε πιστὸς ἠδυνήθην ἂν γενέσθαι ποτέ. Εἶδες εὐγνωμοσύνην οἰκέτου καὶ συντετριμμένην καρδίαν; Πῶς οὐδὲν πλέον ἑαυτῷ δίδωσι τῶν λοιπῶν ἀλλὰ καὶ τοῦτο ὃ κοινὸν αὐτῷ καὶ τοῖς μαθηταῖς ἦν, τὸ τῆς πίστεως οὐκ αὐτοῦ φησιν εἶναι ἀλλὰ τοῦ ἐλέους καὶ τῆς χάριτος τοῦ Θεοῦ, ταὐτὸν ἐμφαίνων διὰ τῶν ῥημάτων τούτων, οἱόνως ἔλεγε· μὴ ἀπαξιώσητε συμβουλὴν δέξασθαι παρ᾽ ἐμοῦ· οὐδὲ γὰρ ὁ Θεὸς ἀπηξίωσέ με τοῦ ἐλέους τοῦ παρ᾽ αὐτοῦ.

Ἄλλως τε ὅτι καὶ γνώμη τὸ πρᾶγμά ἐστιν, οὐκ ἐπίταγμα· συμβουλεύω γὰρ, οὐ νομοθετῶ. Τὸ δὲ τὰ παραστάντα ἑκάστῳ συμφέροντα φέρειν εἰς μέσον καὶ προτιθέναι οὐδεὶς κωλύσειεν ἂν νόμος καὶ μάλιστα ὅταν ἐξ αἰτήσεως τοῦτο γίνηται τῶν ἀκροατῶν καθάπερ καὶ ἐφ᾽ ὑμῶν. «Νομίζω», οὖν φησι, «τοῦτο καλὸν ὑπάρχειν.» Ὁρᾷς πάλιν ὑφειμένον τὸν λόγον καὶ πάσης ἔρημον ἐξουσίας; Καίτοι γε ἐνῆν οὕτως εἰπεῖν· ἐπειδὴ ὁ κύριος οὐκ ἐπέταξε παρθενίαν, διὰ τοῦτο οὐδὲ ἐγώ. Συμβουλεύω δὲ ὑμῖν καὶ παραινῶ τοῦτο ζηλοῦν, καὶ γὰρ ἀπόστολος ὑμῶν εἰμι. Καθάπερ καὶ μετὰ ταῦτα διαλεγόμενος αὐτοῖς ἔλεγεν· «Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι.» Ἀλλ᾽ ἐνταῦθα οὐδὲν τούτων φθέγγεται ἀλλὰ μετὰ πολλῆς φειδοῦς τοῖς ῥήμασι κέχρηται, ἀντὶ μὲν τοῦ συμβουλεύω «Γνώμην δίδωμι» λέγων, ἀντὶ δὲ τοῦ ὡς διδάσκαλος «Ὡς ἡλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.» Καὶ ὥσπερ οὐδὲ τούτων ἀρκούντων πρὸς τὸ συνεσταλμένον ποιῆσαι τὸν λόγον ἀρχόμενος τῆς συμβουλῆς ὑποτέμνεται πάλιν τὴν ἐξουσίαν οὐχ ἁπλῶς ἀποφαινόμενος ἀλλὰ καὶ αἰτίαν προστιθείς. «Νομίζω» γὰρ «τοῦτο καλὸν ὑπάρχειν», φησί, «διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.» Καίτοι γε ὅτε περὶ ἐγκρατείας διελέγετο οὔτε τὸ νομίζω τέθεικεν οὔτε αἰτίαν τινὰ ἀλλ᾽ ἁπλῶς «Καλόν ἐστιν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ·» ἐνταῦθα δὲ «Νομίζω οὖν τοῦτο εἶναι καλὸν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην.»

Τοῦτο δὲ ποιεῖ οὐκ ἀμφιβάλλων περὶ τοῦ πράγματος—ἄπαγε—ἀλλὰ τῇ τῶν ἀκουόντων κρίσει τὸ πᾶν ἐπιτρέψαι βουλόμενος. Τοιοῦτον γὰρ ὁ σύμβουλος οὐκ αὐτὸς τοῖς λεγομένοις ψηφίζεται ἀλλὰ τὸ πᾶν ὑπὸ τὴν κρίσιν ἀφίησι κεῖσθαι τῶν ἀκροατῶν.

Ποίαν ὁ Παῦλος ἐνεστῶσαν λέγει ἀνάγκην. Ποίαν δὲ καὶ ἀνάγκην ἐνταῦθά φησιν; Ἆρα τὴν ἀπὸ τῆς φύσεως; Οὐδαμῶς. Πρῶτον μὲν γὰρ εἰ ταύτην ἔλεγε, τοὐναντίον ἂν ὅπερ ἐβούλετο κατεσκεύασε μεμνημένος αὐτῆς. Οἱ γὰρ βουλόμενοι γαμεῖν ταύτην ἄνω καὶ κάτω στρέφουσι. Δεύτερον δὲ οὐκ ἂν αὐτὴν ἐνεστῶσαν ἐκάλεσεν. Οὐ γὰρ νῦν πρῶτον ἀλλ᾽ ἄνωθεν εἰς τὸ τῶν ἀνθρώπων κατεφυτεύθη γένος καὶ πάλαι μὲν χαλεπωτέρα καὶ ἀτιθάσευτος ἦν, παραγενομένου δὲ τοῦ Χριστοῦ καὶ τῆς ἀρετῆς ἐπιδοθείσης εὐκαταγώνιστος γέγονεν, ὥστε οὐ περὶ ταύτης ὁ λόγος αὐτῷ ἀλλ᾽ ἑτέραν τινὰ αἰνίττεται πολύτροπον καὶ πολυειδῆ. Τίς οὖν ἐστιν αὕτη; Ἡ τῶν ἐν τῷ βίῳ πραγμάτων διαστροφή. Τοσαύτη γάρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννίς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος ὡς καὶ ἄκοντα πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.