Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Η τελική κρίση περί γάμου και παρθενίας και η εσχατολογική προοπτική

Ολοκληρώνεται η ερμηνεία της παύλειας διδασκαλίας για τον γάμο, αναδεικνύονται τα υψηλότερα πνευματικά μέτρα της Καινής Διαθήκης και ακολουθεί τελική προτροπή ενόψει της μέλλουσας κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 10

Διὰ τί μὴ σφόδρα καθάπτεται τοῦ νομίζοντος ἀσχημονεῖν ἐπὶ τὴν αὑτοῦ παρθένον. «Εἰ δέ τις», φησίν, «ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτωσαν.» Τί λέγεις, ὃ θέλει ποιείτω; Καὶ οὐ διορθοῖς τὴν ἐσφαλμένην γνώμην ἀλλ᾽ ἐπιτρέπεις γαμεῖν; Διὰ τί γὰρ οὐκ εἶπες, εἰ δὲ ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἄθλιός ἐστι καὶ ταλαίπωρος πρᾶγμα οὕτω θαυμαστὸν ἐπονείδιστον εἶναι νομίζων;

Διὰ τί μὴ συνεβούλευσας ταύτης ἀπαλλαγέντα τῆς ὑποψίας, ἀπαγαγεῖν τοῦ γάμου τὴν αὑτοῦ θυγατέρα; Ὅτι, φησί, τῶν σφόδρα ἀσθενῶν καὶ χαμαὶ συρομένων ἦσαν αἱ τοιαῦται ψυχαί· τὰς δὲ οὕτω διακειμένας οὐκ ἐνῆν ἀθρόον ἀναγαγεῖν ἐπὶ τοὺς ὑπὲρ τῆς παρθενίας λόγους. Ὁ γὰρ οὕτω πρὸς τὰ τοῦ κόσμου πράγματα ἐπτοημένος καὶ τὸν παρόντα βίον θαυμάζων ὡς καὶ μετὰ τὴν τοσαύτην παραίνεσιν αἰσχύνης ἄξιον εἶναι νομίζειν, ὃ τῶν οὐρανῶν ἄξιόν ἐστι καὶ τῆς ἀγγελικῆς πολιτείας ἐγγύς, πῶς ἂν ἠνέσχετο συμβουλῆς εἰς τοῦτο ἐναγούσης αὐτόν; Καὶ τί θαυμαστὸν εἰ ἐπὶ πράγματος συγκεχωρημένου τοῦτο ὁ Παῦλος ἐποίησεν, ὅπου γε ἐπὶ κεκωλυμένου καὶ παρανόμου τὸ αὐτὸ πάλιν ποιεῖ; Οἷόν τι λέγω· τὸ τῆς τῶν βρωμάτων παρατηρήσεως ἔχεσθαι καὶ τοῦτο μὲν ἐγκρίνειν, ἐκεῖνο δὲ ἐκβάλλειν, Ἰουδαϊκῆς ἀσθενείας ἦν. Ἀλλ᾽ ὅμως ἦσαν παρὰ Ῥωμαίοις οἱ ταύτην ἔχοντες τὴν ἀσθένειαν, καὶ οὐ μόνον αὐτῶν οὐ κατηγόρησε μετὰ σφοδρότητος ἀλλὰ καὶ ἕτερόν τι τούτου πλέον ποιεῖ. Τοὺς γὰρ ἁμαρτάνοντας ἀφεὶς τοῖς ἐπιχειροῦσι κωλύειν αὐτοὺς ἐπιτιμᾷ λέγων· «Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου;» Ἀλλ᾽ οὐχ ὅτε Κολοσσαεῦσιν ἐπέστειλε τοῦτο ἐποίησεν ἀλλὰ μετὰ πολλῆς ἐξουσίας καὶ καθάπτεται αὐτῶν καὶ φιλοσοφεῖ λέγων· «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.»

Καὶ πάλιν· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζετε, μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει.» Τί δήποτε οὖν τοῦτο ποιεῖ; Ὅτι ἐκεῖνοι μὲν ἦσαν ἰσχυροί, Ῥωμαῖοι δὲ πολλῆς ἔτι τῆς συγκαταβάσεως ἐδέοντο, καὶ περιέμεινε πρότερον τὴν πίστιν ἐν ταῖς ἐκείνων παγῆναι ψυχαῖς, δεδοικὼς μὴ πρὸ καιροῦ καὶ τοῦ δέοντος θᾶττον ἐπὶ τὸ τὰ ζιζάνια ἀνασπάσαι ἐλθὼν πρόρριζα μετ᾽ αὐτῶν συνανασπάσῃ καὶ τὰ τῆς ὑγιοῦς διδασκαλίας φυτά. Διὰ τοῦτο οὔτε καθικνεῖται αὐτῶν σφοδρῶς οὔτε ἀνεπιτιμήτους ἀφίησιν ἀλλὰ καθάπτεται μέν, ἀνυπόπτως δὲ καὶ λανθανόντως καὶ ἐν τῇ τῶν ἑτέρων ἐπιτιμήσει. Τὸ γὰρ λέγειν «Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει», δοκεῖ μὲν ἐπιστομίζειν τὸν ἐπιπλήττοντα ἐκείνῳ, τὸ δὲ ἀληθὲς τὴν τούτου δάκνει ψυχὴν ἐμφαίνων ὅτι τὸ τὰ τοιαῦτα αἱρεῖσθαι οὐ τῶν βεβαίων οὐδὲ τῶν παγίως ἑστώτων ἐστίν, ἀλλὰ τῶν ἔτι σαλευομένων, τῶν μὴ ἱσταμένων καὶ πεσεῖν κινδυνευόντων.

Τὸν αὐτὸν δὴ κἀνταῦθα φυλάττει νόμον διὰ τὴν πόλλην ἀσθένειαν τοῦ αἰσχυνομένου τῷ πράγματι. Οὐ γὰρ φανερῶς πρὸς αὐτὸν ἀποτείνεται ἀλλ᾽ ἐν τοῖς ἐπαίνοις τοῦ τὴν ἑαυτοῦ διατηροῦντος παρθένον δίδωσιν αὐτῷ σφοδρὰν τὴν πληγήν. Τί γάρ φησιν; «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ».

Τοῦτο δὲ πρὸς ἀντιδιαστολὴν εἴρηται τοῦ εὐκόλως καὶ εὐχερῶς περιφερομένου καὶ οὐδέποτε βέβαια βαδίζειν εἰδότος οὐδὲ ἑστάναι μετὰ πολλῆς τῆς ἀνδρείας. Εἶτα ἐπειδὴ συνεῖδεν ἱκανὸν ὄντα τὸν λόγον δακεῖν τὴν ἐκείνου ψυχήν, ὅρα πῶς αὐτὸν συνεσκίασε πάλιν αἰτίαν ἐπαγαγὼν οὐ σφόδρα κατηγορίας ἀξίαν. Εἰπὼν γὰρ «Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ αὐτοῦ», προσέθηκε «Μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχων.» Καίτοι ἀκόλουθον ἦν εἰπεῖν· ὃς δὲ ἕστηκεν ἑδραῖος καὶ μὴ νομίζων τὸ πρᾶγμα ἀσχημοσύνην εἶναι· ἀλλὰ τοῦτο πληκτικώτερον ἦν. Διὸ ἕτερον ἀντὶ τούτου προσέθηκε παραμυθούμενος αὐτὸν καὶ διδοὺς μᾶλλον ἐπὶ ταύτην ἐλθεῖν τὴν αἰτίαν.

Οὐ γὰρ οὕτω δεινὸν τὸ πρᾶγμα δι᾽ ἀνάγκην κωλύειν ὡς δι᾽ αἰσχύνην. Τοῦτο μὲν γὰρ ψυχῆς ἐστιν ἀνάνδρου καὶ ταλαιπώρου, ἐκεῖνο δὲ καὶ διεστραμμένης καὶ οὐδὲ τὴν τῶν πραγμάτων φύσιν ἐπισταμένης κρίνειν ὀρθῶς.

Ἀλλὰ τούτων οὔπω τῶν λόγων ἦν ὁ καιρός, ἐπεὶ ὅτι γε οὐδὲ ἀνάγκης ἐπικειμένης θέμις τὴν προῃρημένην παρθενεύειν κωλύεσθαι, ἀλλὰ πρὸς πάντα ἵστασθαι χρὴ γενναίως τὰ διακόπτοντα τὴν καλὴν ταύτην ὁρμήν, ἄκουσον τί φησιν ὁ Χριστός· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος.» Ὅταν γάρ τι μετίωμεν τῶν τῷ Θεῷ δοκούντων, ἅπας ὁ κωλύων ἐχθρὸς ἔστω καὶ πολέμιος, κἂν πατὴρ ᾖ κἂν μήτηρ κἂν ὁστισοῦν ἕτερος. Ἀλλ᾽ ὁ Παῦλος ἔτι διαβαστάζων τῶν ἀκουόντων τὸ ἀτελὲς ταῦτα ἔγραφε λέγων· «Ὃς δὲ ἕστηκεν ἑδραῖος μὴ ἔχων ἀνάγκην.» Καὶ οὐδὲ μέχρι τούτου τὸν λόγον ἔστησε· καίτοι γε τὸ «Μὴ ἔχων ἀνάγκην» καὶ «Ἐξουσίαν ἔχων» ταὐτόν ἐστιν. Ἀλλὰ τῷ μήκει τοῦ λόγου καὶ τῇ συνεχείᾳ τῶν συγχωρήσεων τὴν εὐτελῆ καὶ μικρὰν παραμυθεῖται διάνοιαν, μετὰ τούτων καὶ ἑτέραν αἰτίαν προσθεὶς τὸ «Ὃς κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεύθερον εἶναι οὐδὲ ἀπὸ τούτου μόνον ὑπεύθυνός ἐστιν ἀλλ᾽ ὅταν ἕληται καὶ κρίνῃ τότε καλῶς ποιεῖ. Εἶτα ἵνα μὴ νομίσῃς διὰ τὴν πολλὴν συγκατάβασιν μηδὲν εἶναι τὸ μέσον, τίθησι πάλιν τὴν διαφορὰν μεθ᾽ ὑποστολῆς μέν, τίθησι δ᾽ ὅμως λέγων· «Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ.»

Ἀλλ᾽ ἐνταῦθα μὲν ὅσον τὸ κρεῖττον οὐκ ἔδειξε διὰ τὴν αὐτὴν πάλιν αἰτίαν, σὺ δὲ εἰ θέλεις μαθεῖν ἄκουσον τοῦ Χριστοῦ λέγοντος· «Οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν οὐρανῷ.» Εἶδες τὸ μέσον, ποῦ τὸν θνητὸν ἡ παρθενία ἀθρόον αἴρει ὅταν ὄντως ᾖ παρθενία;

Ὅτι τῶν ἀγγέλων οὐδὲν ἀπεῖχον οἱ περὶ τὸν Ἡλίαν καὶ ὅτι ἡ παρθενία τοιούτους αὐτοὺς ἐποίησεν. Τί γὰρ τῶν ἀγγέλων ἀπεῖχον, εἰπέ μοι, ὁ Ἡλίας, ὁ Ἑλισσαῖος, ὁ Ἰωάννης, οὗτοι οἱ γνήσιοι τῆς παρθενίας ἐρασταί; Οὐδὲν ἄλλ᾽ ἢ ὅσον θνητῇ προσεδέδεντο φύσει. Τὰ δὲ ἄλλα εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲν χεῖρον ἐκείνων εὑρήσει διακειμένους. Καὶ τοῦτο δὲ αὐτὸ τὸ δοκοῦν ἐλάττωμα εἶναι μέγα εἰς ἐγκωμίου λόγον ἐστί. Τὸ γὰρ γῆν οἰκοῦντας καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πόσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν. Ὅτι δὲ αὐτοὺς ἡ παρθενία τοιούτους ἐποίησε δῆλον ἐκεῖθεν· εἰ γὰρ γυναῖκα εἶχον καὶ παῖδας, οὐκ ἂν εὐκόλως τὴν ἐρημίαν ᾤκησαν, οὐκ οἰκίας κατεφρόνησαν, οὐκ ἂν τῆς ἄλλης τοῦ βίου κατασκευῆς. Νῦν δὲ πάντων τούτων ἀπολυθέντες τῶν δεσμῶν ὡς ἐν οὐρανοῖς ὄντες οὕτως διέτριβον ἐπὶ τῆς γῆς. Οὐ τοίχων ἐδέοντο, οὐκ ὀροφῆς, οὐ κλίνης, οὐ τραπέζης, οὐκ ἄλλου τῶν τοιούτων τινός, ἀλλ᾽ ἀντὶ μὲν στέγης εἶχον τὸν οὐρανόν, ἀντὶ δὲ κλίνης τὴν γῆν, ἀντὶ δὲ τραπέζης τὴν ἐρημίαν. Καὶ πρᾶγμα ὃ τοῖς ἄλλοις αἴτιον εἶναι λιμοῦ δοκεῖ τῆς ἐρημίας ἡ ἀκαρπία, τοῦτο τοὺς ἁγίους ἐκείνους ἐν ἀφθονίᾳ καθίστησιν. Οὐ γὰρ ἀμπέλων αὐτοῖς ἐδέησεν οὐδὲ ληνῶν οὐδὲ ληΐων οὐδὲ ἀμητοῦ.

Ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστήν τινα καὶ παράδοξον καὶ μείζονα ἢ κατ᾽ ἀνθρωπίνην συνήθειαν. «Ὁ γὰρ εἷς ἄρτος», φησί, «πρὸς τεσσαράκοντα ἡμερῶν ἀσιτίαν διήρκεσε.» Τὸν δὲ ἡ τοῦ πνεύματος χάρις πολλάκις ἔτρεφε θαυματουργοῦντα, καὶ οὐκ αὐτὸν μόνον ἀλλὰ καὶ δι᾽ ἐκείνου ἑτέρους. Ὁ δὲ προφήτου πλέον Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, οὐδὲ ἀνθρωπίνης ἐδεήθη τροφῆς· οὐ γὰρ σῖτος καὶ οἶνος καὶ ἔλαιον ἀλλ᾽ ἀκρίδες καὶ μέλι ἄγριον τὴν τοῦ σώματος αὐτοῦ διεκράτουν ζωήν. Εἶδες ἀγγέλους ἐπὶ τῆς γῆς; Εἶδες παρθενίας ἰσχύν; Τοὺς αἵματι καὶ σαρκὶ συμπεπλεγμένους, τοὺς χαμαὶ ἐρχομένους, τοὺς ἀνάγκῃ φύσεως ὑποκειμένους θνητῆς ὡς ἀσωμάτους, ὡς τὸν οὐρανὸν ἤδη λαχόντας, ὡς ἀθανασίαν μετειληφότας, οὕτως ἅπαντα ποιεῖν παρεσκεύαζεν.

Τί τὸ εὔσχημον καὶ εὐπρόσεδρον. Πάντα γὰρ ἐκείνοις ἦν περιττά, οὐ ταῦτα μόνον τὰ ὄντως ὄντα περιττά, τρυφὴ καὶ πλοῦτος καὶ δυναστεία καὶ δόξα καὶ ὁ λοιπὸς τῶν ὀνείρων τούτων ὁρμαθός, ἀλλὰ καὶ τὰ δοκοῦντα εἶναι ἀναγκαῖα, οἰκίαι καὶ πόλεις καὶ τέχναι. Τοῦτό ἐστιν τὸ «Εὔσχημον καὶ εὐπρόσεδρον» εἶναι, τοῦτο παρθενίας ἀρετή. Θαυμαστὸν μὲν γὰρ καὶ πολλῶν στεφάνων ἄξιον καὶ τὸ τῆς τῶν ἐπιθυμιῶν περιγενέσθαι λύττης καὶ μαινομένην κατέχειν τὴν φύσιν, ἀλλὰ τότε ὄντως γίνεται θαυμαστὸν ὅταν ὁ τοιοῦτος βίος προσῇ, αὐτὸ δὲ καθ᾽ ἑαυτὸ ἀσθενὲς καὶ οὐχ ἱκανὸν σῶσαι τοὺς ἔχοντας. Καὶ μαρτυρήσειαν ἂν ἡμῖν ὅσαι παρθενίαν μὲν ἀσκοῦσι καὶ νῦν, τοσοῦτον δὲ ἀποδέουσιν Ἡλίου καὶ Ἑλισσαίου καὶ Ἰωάννου ὅσον ἡ γῆ τοῦ οὐρανοῦ.

Ὥσπερ γὰρ τὸ εὔσχημον καὶ εὐπρόσεδρον ἂν περιέλῃς, αὐτὰ τὰ νεῦρα τῆς παρθενίας ἐξέκοψας, οὕτως ὅταν αὐτὴν μετὰ πολιτείας ἔχῃς ἀρίστης, τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν ἔχεις τῶν καλῶν. Καθάπερ γὰρ ῥίζαν γῆ λιπαρὰ καὶ γόνιμος, οὕτως οἶδεν ἀρίστη πολιτεία τρέφειν τοὺς τῆς παρθενίας καρπούς, μᾶλλον δὲ καὶ ῥίζα καὶ καρπὸς παρθενίας ὁ ἐσταυρωμένος βίος ἐστίν. Αὕτη τοὺς γενναίους ἐκείνους πρὸς τὸν θαυμαστὸν ἤλειψε δρόμον, πάντα μὲν αὐτῶν τὰ δεσμὰ περικόψασα, ποσὶ δὲ εὐλύτοις καὶ κούφοις καθάπερ πτηνοὺς ἀφεῖσα πέτεσθαι πρὸς τὸν οὐρανόν. Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία, ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον οὐδὲ φροντίδων οὐδὲ κινδύνων ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.

Πόσον ἡ ἀκτημοσύνη καλόν. Ὁ γὰρ μηδὲν ἔχων ὡς πάντα κατέχων, οὗτος ἁπάντων καταφρονεῖ καὶ παρρησίᾳ κέχρηται πολλῇ καὶ πρὸς ἄρχοντας καὶ πρὸς δυνάστας καὶ πρὸς αὐτὸν τὸν τὸ διάδημα περικείμενον. Ὁ γὰρ χρημάτων καταφρονῶν ὁδῷ προβαίνων καὶ θανάτου καταφρονήσει ῥᾳδίως. Τούτων δὲ γενόμενος ἀνωτέρω πᾶσι μετὰ παρρησίας διαλέξεται οὐδένα δεδοικὼς οὐδὲ τρέμων. Ὁ δὲ περὶ χρήματα ἠσχολημένος οὐ χρημάτων ἐστὶ μόνον δοῦλος ἀλλὰ καὶ δόξης καὶ τιμῆς καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν βιωτικῶν.

Διὰ τοῦτο ῥίζαν αὐτὴν τῶν κακῶν πάντων ὁ Παῦλος ἐκάλεσεν. Ἀλλὰ ταύτην ἱκανὴ ξηρᾶναι τὴν ῥίζαν ἡ παρθενία καὶ ἑτέραν ἡμῖν ἐνθεῖναι τὴν ἀρίστην τὴν ἅπαντα βλαστάνουσαν τὰ καλά, ἐλευθερίαν, παρρησίαν, ἀνδρείαν, ζῆλον πεπυρωμένον, ἔρωτα τῶν οὐρανίων θερμόν, ὑπεροψίαν πάντων τῶν ἐπὶ γῆς. Οὕτω «τὸ εὔσχημον καὶ εὐπρόσεδρον» γίνεται.

Πρὸς τοὺς λέγοντας ὅτι οἱ παρθενεύσαντες εἰς κόλπους Ἀβραὰμ εὔχονται ἐλθεῖν. Ἀλλὰ τίς ὁ σοφὸς τῶν πολλῶν λόγος; Ὁ πατριάρχης, φησίν, Ἀβραὰμ καὶ γυναῖκα εἶχε καὶ παῖδας καὶ χρήματα καὶ ποίμνια καὶ βουκόλια, καὶ μετὰ πάντα ἐκεῖνα Ἰωάννης ὅ τε βαπτιστὴς ὅ τε εὐαγγελιστής, ἀμφότεροι παρθένοι τυγχάνοντες, καὶ Παῦλος καὶ Πέτρος ἐπὶ τῆς ἐγκρατείας διαλάμψαντες, εἰς τοὺς ἐκείνου κόλπους εὔχονται ἀπελθεῖν. Τίς σοι τοῦτο εἶπεν, ὦ βέλτιστε; Ποῖος προφήτης; Τίς εὐαγγελιστής;

Αὐτός, φησίν, ὁ Χριστός. Τὸν γὰρ ἑκατοντάρχην ἰδὼν πολλὴν ἔχοντα πίστιν ἔλεγεν· «Ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.» Καὶ ὁ Λάζαρος δὲ μετ᾽ αὐτοῦ τότε ὁρᾶται ὑπὸ τοῦ πλουσίου τρυφῶν. Καὶ τί τοῦτο πρὸς Παῦλον, τί δαὶ πρὸς Πέτρον, τί δαὶ πρὸς Ἰωάννην; Οὐ γὰρ Λάζαρος Παῦλος καὶ Ἰωάννης, οὐδὲ οἱ πολλοὶ οἱ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ὁ τῶν ἀποστόλων ἦσαν χορός. Ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος καὶ μάταιος.

Εἰ δὲ θέλεις ὅλως ἀκοῦσαι τὰ τῶν ἀποστόλων ἔπαθλα, ἄκουσον τοῦ μέλλοντος αὐτὰ διδόναι λέγοντος· «Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ οὐδαμοῦ ἐνταῦθα ὁ Ἀβραὰμ οὔτε ὁ τούτου παῖς οὐδὲ ὁ ἐκείνου οὐδὲ ὁ λαχὼν αὐτοὺς κόλπος, ἀλλ᾽ ἀξία πολλῷ μείζων ἐκείνης· τοὺς γὰρ ἐκείνων οὗτοι καθεδοῦνται κρινοῦντες ἐγγόνους. Οὐ ταύτῃ δὲ μόνον ἡ διαφορὰ δήλη ἀλλ᾽ ὅτι ὧν μὲν ὁ Ἀβραὰμ ἔτυχε πολλοὶ τεύξονται. «Πολλοὶ» γὰρ «ἐλεύσονται», φησίν, «ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ»· τῶν δὲ θρόνων ἐκείνων οὐδεὶς ἕτερος ἐπιλήψεται ἀλλὰ μόνος ὁ τῶν ἁγίων τούτων χορός.

Ἔτ᾽ οὖν, εἰπέ μοι, ποιμνίων μέμνησθε καὶ βουκολίων καὶ γάμων καὶ παίδων; Τί οὖν, φησίν, ὅταν τῶν παρθενευσάντων πολλοὶ μετὰ τοὺς πολλοὺς ἱδρῶτας εὔχωνται χωρῆσαι ἐκεῖ; Ἐγὼ δὲ τούτου μεῖζον ἐρῶ ὅτι πολλοὶ τῶν παρθενευσάντων οὐδὲ ἐκείνων ἐπιτεύξονται τῶν κόλπων οὐδὲ τῶν ἐλαττόνων ἀλλ᾽ εἰς τὴν γέενναν αὐτὴν ἀπελεύσονται, καὶ δηλοῦσιν αἱ τοῦ νυμφῶνος ἀποκλεισθεῖσαι παρθένοι. Ἆρ᾽ οὖν παρὰ τοῦτο τῆς παρθενίας ἴσος ὁ γάμος ἢ καὶ χείρων; Τὸ γὰρ ὑπόδειγμα τὸ σὸν καὶ χείρονα αὐτὴν ποιεῖ. Εἰ γὰρ ὁ μὲν γεγαμηκὼς Ἀβραὰμ ἐν ἀνέσει καὶ τρυφῇ, οἱ δὲ παρθενεύσαντες ἐν γεέννῃ, τοῦτο ὑπολείπεται κατὰ τὸν ὑμέτερον ὑποπτεῦσαι λόγον. Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· οὐ γὰρ μόνον οὐκ ἐλάττων ἀλλὰ καὶ πολλῷ βελτίων ἡ παρθενία τοῦ γάμου. Πῶς; Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν, ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν. Ἐκεῖνος μὲν γὰρ καὶ ἐν γάμῳ ζῶν ἐσπούδασε τὰ τῆς παρθενίας κατορθῶσαι καλά, τὸ εὔσχημον λέγω καὶ εὐπρόσεδρον.

Αὗται δὲ καὶ παρθενίαν ἑλόμεναι εἰς τὸν τοῦ βίου κλύδωνα καὶ τὰς ἐν τῷ γάμῳ πραγματείας κατέπεσον. Τί οὖν κωλύει, φησί, καὶ νῦν μετὰ τοῦ γάμου καὶ τῶν παίδων καὶ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ εὐπρόσεδρον διασῶσαι;

Πρῶτον μὲν ὅτι οὐδεὶς κατὰ τὸν Ἀβραὰμ νῦν, ἀλλ᾽ οὐδὲ κατὰ μικρὸν ἐγγύς. Καὶ γὰρ τῶν ἀκτημοσύνην ἀσκούντων μᾶλλον ἐκεῖνος χρημάτων κατεφρόνησε πλουτῶν καὶ γυναῖκα ἔχων καὶ ἡδονῆς μᾶλλον τῶν παρθενευόντων ἐκράτει. Οὗτοι μὲν γὰρ καθ᾽ ἑκάστην ὑπὸ τῆς ἐπιθυμίας φλέγονται τὴν ἡμέραν· ἐκεῖνος δὲ οὕτω ταύτην κατεσβέκει τὴν φλόγα καὶ οὐδεμιᾷ συνεδέδετο προσπαθείᾳ, ὡς μὴ μόνον ἀποσχέσθαι τῆς παλλακίδος ἀλλὰ καὶ ἐκβαλεῖν αὐτὴν τῆς οἰκίας ὑπὲρ τοῦ μάχης καὶ στάσεως πᾶσαν ὑπόθεσιν ἀνελεῖν. Νῦν δὲ οὐ σφόδρα εὔκολον τοῦτο εὑρεῖν.

Ὅτι οὐ τὸ αὐτὸ τῆς ἀρετῆς μέτρον ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ πρόκειται. Καὶ χωρὶς τούτων δέ, ὅπερ καὶ ἀρχόμενος ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ ὅτι οὐ τὸ αὐτὸ τῆς ἀρετῆς ἀπαιτούμεθα μέτρον ἡμεῖς τε κἀκεῖνοι. Νῦν μὲν γὰρ οὐκ ἔστι τέλειον εἶναι μὴ πάντα πωλήσαντα, μὴ πᾶσιν ἀποταξάμενον, οὐ χρήμασι λέγω μόνον καὶ οἰκίᾳ, ἀλλὰ καὶ τῇ ψυχῇ τῇ ἑαυτοῦ. Τότε δὲ οὔπω τοσαύτης ἀκριβείας ἐπίδειξις ἦν. Τί οὖν; Ἀκριβέστερον ἡμεῖς, φησί, τοῦ πατριάρχου βιοῦμεν νῦν; Ὠφείλομεν μὲν καὶ τοῦτο ἐπιτετάγμεθα, οὐ βιοῦμεν δέ, καὶ διὰ τοῦτο πολὺ τοῦ δικαίου ἀπολειπόμεθα. Ἐπεὶ ὅτι γε μείζονα ἡμῖν τὰ σκάμματα πρόκειται, παντί που δῆλόν ἐστι. Διὰ τοῦτο καὶ τὸν Νῶε θαυμάζουσα ἡ γραφὴ οὐχ ἁπλῶς τοῦτο ποιεῖ ἀλλὰ μετὰ προσθήκης τινός. «Νῶε», γάρ φησι, «δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησεν.» Οὐχ ἁπλῶς τέλειος ἀλλ᾽ ἐν τῷ τότε καιρῷ· πολλοὶ γὰρ τελειότητος τρόποι κατὰ διαφόρους ὡρισμένοι καιρούς, καὶ τοῦ χρόνου προκόπτοντος τὸ τότε τέλειον ἀτελὲς ὕστερον γίνεται. Οἷόν τι λέγω· τέλειον ἦν ποτε τὸ κατὰ τὸν νόμον βιοῦν. «Ὁ ποιήσας γὰρ αὐτά», φησί, «ζήσεται ἐν αὐτοῖς», ἀλλ᾽ ἐλθὼν ὁ Χριστὸς τοῦτο τὸ τέλειον ἔδειξεν ἀτελές. «Ἐὰν» γὰρ «μὴ περισσεύσῃ», φησίν, «ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.»

Τότε φόνος ἐδόκει μόνον εἶναι δεινόν, νῦν δὲ καὶ ὀργὴ καὶ λοιδορία μόνη τῇ γεέννῃ παραπέμψαι δύναιτ᾽ ἄν.

Τότε μοιχεία ἐκολάζετο μόνον, νῦν δὲ καὶ τὸ ἀκολάστοις ὀφθαλμοῖς γυναῖκα ἰδεῖν οὐκ ἀπήλλακται τιμωρίας. Τότε ἡ ἐπιορκία μόνη ἦν ἐκ τοῦ πονηροῦ, νῦν δὲ καὶ τὸ ὀμόσαι. «Τὸ» γὰρ «περισσόν», φησί, «τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.» Οὐδὲν πλέον ἀπῃτοῦντο οἱ τότε ἢ τὸ τοὺς φιλοῦντας ἀγαπᾶν· νῦν δὲ τὸ μέγα τοῦτο καὶ θαυμαστὸν οὕτως ἐστὶν ἀτελές, ὡς καὶ μετὰ τὴν κατόρθωσιν αὐτοῦ μηδὲν πλέον ἡμᾶς ἔχειν τῶν τελωνῶν.

Ὅτι εἰκότως τῶν αὐτῶν κατορθωμάτων οὐχ ὁ αὐτὸς κεῖται μισθὸς ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ. Τί δήποτε οὖν τῶν αὐτῶν κατορθωμάτων οὐχ ὁ αὐτὸς κεῖται μισθὸς ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ, ἀλλὰ μείζονα ἐπιδείκνυσθαι δεῖ τὴν ἀρετὴν εἰ μέλλοιμεν τῶν αὐτῶν ἐκείνοις τυγχάνειν; Ὅτι πολλὴ ἡ τοῦ πνεύματος χάρις ἐκκέχυται νῦν καὶ μεγάλη τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δωρεά· ἄνδρας γὰρ αὕτη τελείους ἀντὶ νηπίων ἐποίησεν. Ὥσπερ οὖν ἡμεῖς τοὺς παῖδας τοὺς ἡμετέρους ὅταν ἡβήσωσι, πολλῷ μείζονα ἀπαιτοῦμεν τὰ κατορθώματα καὶ ἃ ποιοῦντας πρότερον ἐπῃνοῦμεν κατὰ τὴν πρώτην ἡλικίαν, ταῦτα γενομένους ἄνδρας καὶ κατορθοῦντας οὐκέτι ὁμοίως θαυμάζομεν, ἀλλ᾽ ἕτερα πόλλῳ μείζονα ἐκείνῳ κελεύομεν ἐπιδείκνυσθαι, οὕτω καὶ τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἐν τοῖς πρώτοις χρόνοις οὐ μεγάλα ἀπῄτει τὰ κατορθώματα, ἅτε νηπιωδέστερον διακειμένην.

Ἐπειδὴ δὲ προφητῶν ἤκουσεν, ἀποστόλων, καὶ τῆς τοῦ πνεύματος ἐπέτυχε χάριτος, ἐπέτεινεν αὐτῇ τῶν κατορθωμάτων τὸ μέγεθος—εἰκότως. Καὶ γὰρ μισθοὺς μείζονας ἔθηκε καὶ τὰ ἔπαθλα πολλῷ λαμπρότερα νῦν. Οὐκέτι γὰρ γῆ καὶ τὰ ἐπὶ τῆς γῆς ἀλλ᾽ οὐρανὸς καὶ τὰ νοῦν ὑπερβαίνοντα ἀγαθὰ τοῖς κατορθοῦσιν ἀπόκειται.

Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ τῆς αὐτῆς ἔτι μένειν σμικρότητος ἀνδρωθέντας; Τότε μὲν γὰρ ἡ ἀνθρωπίνη καθ᾽ ἑαυτῆς ἔσχιστο φύσις καὶ πόλεμος ἄσπονδος ἦν. Καὶ τοῦτον ὁ Παῦλος διηγούμενος οὑτωσί πώς φησιν· «Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.» Ἀλλὰ νῦν οὐκ ἔστι ταῦτα. «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Καὶ περὶ τούτων εὐχαριστῶν ὁ Παῦλος ἔλεγε· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.» Διὰ τοῦτο κολαζόμεθα εἰκότως ὅτι τῶν συμπεποδισμένων ἴσα τρέχειν οὐ βουλόμεθα οἱ λελυμένοι, μᾶλλον δὲ κἂν ἴσα δυνηθῶμεν οὐδὲ οὕτως ἀπηλλάγμεθα τῆς κολάσεως. Τοὺς γὰρ βαθείας ἀπολαύοντας εἰρήνης τῶν σφόδρα βαρυνομένων πολέμῳ πολλῷ μείζονα δεῖ καὶ λαμπρότερα ἱστᾶν τὰ τρόπαια. Εἰ δὲ μέλλοιμεν περὶ χρήματα καὶ τρυφὴν καὶ γυναῖκας καὶ πραγμάτων ἐπιμέλειαν στρέφεσθαι, πότε ἄνδρες ἐσόμεθα, πότε πνεύματι ζήσομεν, πότε τὰ τοῦ κυρίου μεριμνήσομεν; Ὅταν ἀποδημήσωμεν ἐντεῦθεν; Ἀλλ᾽ οὐκέτι πόνων οὐδὲ ἀγώνων ὁ καιρὸς ἀλλὰ στεφάνων καὶ κολάσεων.

Τότε κἂν παρθένος ᾖ τις οὐκ ἔχουσα ἔλαιον ἐν ταῖς λαμπάσιν, οὐ δυνήσεται παρ᾽ ἑτέρων λαβεῖν, ἀλλ᾽ ἔξω μενεῖ· κἂν ῥυπαρά τις ἱμάτια ἐνδεδυμένος παραγένηται, οὐ δυνήσεται ἐξελθὼν ἀμεῖψαι τὴν στολήν, ἀλλ᾽ εἰς τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ· κἂν αὐτὸν παρακαλῇ τὸν Ἀβραάμ, οὐδὲν αὐτῷ πλέον ἔσται λοιπόν. Τῆς γὰρ κυρίας παραγενομένης καὶ τοῦ βήματος προτεθέντος καὶ τοῦ δικαστοῦ καθίσαντος, καὶ τοῦ ποταμοῦ συρομένου τῆς φλογὸς καὶ τῆς ἐξετάσεως γινομένης τῶν πεπραγμένων ἡμῖν, οὐκέτι λοιπὸν ἀποδύσασθαι τὰ πλημμελήματα συγχωρούμεθα, ἀλλ᾽ ἐπὶ τὴν ὀφειλομένην ἀπὸ τούτων δίκην καὶ ἑκόντες καὶ ἄκοντες ἑλκόμεθα, οὐ μόνον οὐδενὸς ἡμᾶς ἐξιλάσασθαι δυναμένου τότε, ἀλλὰ κἂν τύχῃ τὴν αὐτὴν τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι παρρησίαν ἔχων τις, κἂν Νῶε κἂν Ἰὼβ κἂν Δανιὴλ κἂν ὑπὲρ παίδων δέηται καὶ θυγατέρων, οὐδὲν ἔσται πλέον.

Ἀλλ᾽ ἀνάγκη λοιπὸν ἀθάνατα κολάζεσθαι τοὺς ἡμαρτηκότας ὥσπερ οὖν καὶ τιμᾶσθαι τοὺς κατωρθωκότας. Ὅτι γὰρ οὔτε τούτων οὔτε ἐκείνων τέλος ἔσται ὁ Χριστὸς ἀπεφήνατο, ὥσπερ τὴν ζωὴν αἰώνιον οὕτω καὶ τὴν κόλασιν αἰώνιον εἶναι λέγων. Ὅτε γὰρ τοὺς μὲν ἐκ δεξιῶν ἀπεδέξατο, τοὺς δὲ ἐξ εὐωνύμων κατεδίκασεν, ἐπήγαγε λέγων· «Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.» Διὸ χρὴ πάντα ἐνταῦθα πραγματεύεσθαι καὶ τὸν ἔχοντα γυναῖκα ὡς μὴ ἔχοντα εἶναι καὶ τὸν ὄντως οὐκ ἔχοντα μετὰ τῆς παρθενίας καὶ τὴν ἄλλην ἅπασαν ἀσκεῖν ἀρετήν, ἵνα μὴ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἀνόνητα ἀποδυρώμεθα.