Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Η προέλευση του γάμου και η προστασία της παρθενίας από τους επικριτές της

Εξετάζεται η παρθενική κατάσταση στον Παράδεισο και η εισαγωγή του γάμου μετά την πτώση προς αναπλήρωση του γένους, ενώ καταδικάζονται αυστηρά όσοι χλευάζουν τον παρθενικό βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 10

Ὅτι Παῦλος εἰπὼν Τοῖς δὲ λοιποῖς λέγω οὐχ ὁ κύριος, οὐκ ἀνθρωπίνην ἔδειξεν τὴν συμβουλήν. Πόθεν οὖν ἄρξασθαι τοῦ λόγου καλόν; ἀπ᾽ αὐτῶν τοῦ κυρίου ῥημάτων, ὧν διὰ τοῦ μακαρίου φθέγγεται Παύλου. Τὴν γὰρ τούτου παραίνεσιν τοῦ κυρίου παραίνεσιν εἶναι πιστεύειν χρή. Καὶ γὰρ ὅταν λέγῃ· «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ᾽ ὁ κύριος·» καὶ πάλιν· «Τοῖς δὲ λοιποῖς ἐγὼ λέγω οὐχ ὁ κύριος,» οὐχ ὡς ἑτέρων μὲν ὄντων τῶν αὐτοῦ, ἑτέρων δὲ τῶν τοῦ κυρίου ταῦτά φησιν. Ὁ γὰρ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ὁ μηδὲ ζῆν σπουδάζων ὥστε τὸν Χριστὸν ἐν ἑαυτῷ ζῆν, ὁ καὶ βασιλείαν καὶ ζωὴν καὶ ἀγγέλους καὶ δυνάμεις καὶ κτίσιν ἑτέραν καὶ πάντα ἁπλῶς δεύτερα τῆς ἀγάπης αὐτοῦ τιθέμενος, πῶς ἂν ἢ φθέγξασθαι ἢ καὶ ἐννοῆσαί τι τῶν οὐ δοκούντων ἠνέσχετο τῷ Χριστῷ καὶ ταῦτα νομοθετῶν; Τί ποτ᾽ οὖν ἐστιν ὃ λέγει, «Ἐγὼ» καὶ «Οὐκ ἐγώ»; Τῶν νόμων καὶ τῶν δογμάτων τοὺς μὲν δι᾽ ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν ἀποστόλων ἔδωκεν ἡμῖν ὁ Χριστός. Ὅτι γὰρ οὐ πάντας αὐτὸς δι᾽ ἑαυτοῦ τέθεικεν, ἄκουσον τί φησι· «Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι.» Περὶ μὲν οὖν τοῦ «γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι,» προλαβὼν αὐτὸς ἐνομοθέτησεν ἡνίκα ἐν σαρκὶ ἐπὶ τῆς γῆς ἦν. Καὶ διὰ τοῦτο Παῦλός φησι· «Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ᾽ ὁ κύριος.»

Τῶν δὲ ἀπίστων ἕνεκεν αὐτὸς μὲν ἡμῖν οὐδὲν εἶπε δι᾽ ἑαυτοῦ, τὴν δὲ τοῦ Παύλου πρὸς τοῦτο κινήσας ψυχὴν ἐνομοθέτει λέγων· «Εἴ τις ἔχει γυναῖκα ἄπιστον καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν, καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω αὐτόν.» Διὰ τοῦτο οὖν ἔλεγεν· «Οὐχ ὁ κύριος, ἀλλ᾽ ἐγώ», οὐ τοῦτο δεῖξαι βουλόμενος ὅτι ἀνθρώπινον ἦν τὸ λεγόμενον—πῶς γάρ; —ἀλλ᾽ ὅτι τὴν ἐντολὴν ταύτην οὐχ ἡνίκα παρῆν τοῖς μαθηταῖς αὐτὴν δέδωκεν, ἀλλὰ νῦν δι᾽ αὐτοῦ. Ὥσπερ οὖν τὸ «Ὁ κύριος, οὐκ ἐγώ» οὐκ ἔστιν ἐναντιουμένου τῷ προστάγματι τοῦ Χριστοῦ, οὕτως τὸ «Ἐγώ, οὐχ ὁ κύριος» οὐκ ἴδιόν τι παρὰ τὸ τῷ Θεῷ δοκοῦν λέγοντος ἀλλὰ τοῦτο μόνον δεικνύντος δι᾽ αὐτοῦ νῦν διδομένην τὴν ἐντολήν.

Καὶ γὰρ περὶ τῆς ἐν χηρείᾳ διαλεγόμενος, «Μακαριωτέρα δέ ἐστι, φησίν, ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην.» Εἶτα ἵνα μὴ «τὴν ἐμὴν γνώμην» ἀκούσας ἀνθρώπινον εἶναι νομίσῃς τὸν λογισμόν, τῇ προσθήκῃ τὴν ὑποψίαν ἐξέκοψεν εἰπών· «Δοκῶ δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.» Ὥσπερ οὖν τὰ τοῦ πνεύματος φθεγγόμενος ἑαυτοῦ λέγει γνώμην εἶναι καὶ οὐ διὰ τοῦτο φήσομεν ἀνθρωπίνην εἶναι τὴν ἀπόφασιν, οὕτω καὶ νῦν ὅταν εἴπῃ· «Ἐγὼ λέγω, οὐχ ὁ κύριος», μὴ διὰ τοῦτο Παύλου νομίσῃς εἶναι τὸν λόγον. Τὸν γὰρ Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα καὶ οὐκ ἂν ἐτόλμησεν ἐν ἀποφάσει δόγμα θεῖναι τοσοῦτον, εἰ μὴ τὸν νόμον ἡμῖν ἐκεῖθεν ἔφερεν. Εἶπε γὰρ ἄν τις πρὸς αὐτόν· οὐκ ἀνέχομαι εἶναι μετὰ τῆς ἀπίστου πιστὸς ὢν αὐτός, μετὰ τῆς ἐναγοῦς ὁ καθαρός. Αὐτὸς προλαβὼν εἶπες ὅτι σὺ ταῦτα λέγεις, οὐχ ὁ κύριος. Πόθεν οὖν μοι τὸ ἀσφαλὲς καὶ τὸ βέβαιον; Ἀλλ᾽ εἶπεν ἂν πρὸς αὐτὸν ὁ Παῦλος· μὴ δείσῃς· διὰ γὰρ τοῦτο εἶπον ὅτι τὸν Χριστὸν ἔχω λαλοῦντα ἐν ἐμαυτῷ καὶ ὅτι «Δοκῶ πνεῦμα ἔχειν Θεοῦ» ἵνα μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς εἶναι τῶν λεγομένων. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν τοσαύτην ἔδωκα τοῖς ἐμοῖς λογισμοῖς τὴν ἐξουσίαν. Λογισμοὶ γὰρ θνητῶν δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Δείκνυσι δὲ καὶ ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκκλησία τοῦ νόμου τὴν ἰσχὺν μετὰ τῆς ἀκριβείας αὐτὸν φυλάττουσα, οὐκ ἂν φυλάξασα, εἰ μὴ πέπειστο ἀκριβῶς εἶναι Χριστοῦ πρόσταγμα τὸ λεχθέν. Τί οὖν ὁ Παῦλος ἐνηχούμενος ὑπὸ τοῦ κυρίου φησί; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Ἀποδέξαιτο ἄν τις ἐνταῦθα τοὺς Κορινθίους ὅτι μηδεμίαν ποτὲ παρὰ τοῦ διδασκάλου δεξάμενοι συμβουλὴν περὶ παρθενίας, αὐτοὶ φθάσαντες ἐρωτῶσιν αὐτόν, ἐντεῦθεν ἤδη δεικνύντες τὴν ἀπὸ τῆς χάριτος ἐπίδοσιν γενομένην αὐτοῖς. Ἀπὸ γὰρ τῆς παλαιᾶς διαθήκης οὐκ ἦν ὁ γάμος ἀμφίβολος· οὐ γὰρ μόνον οἱ λοιποὶ πάντες ἀλλὰ καὶ Λευῗται καὶ ἀρχιερεῖς καὶ αὐτὸς ὁ μέγας ἀρχιερεὺς πολλὴν ἐποιεῖτο τοῦ γάμου σπουδήν.

Διὰ τί ἔγραψαν αὐτῷ Κορίνθιοι περὶ παρθενίας, αὐτὸς δὲ αὐτοῖς πρὸ τούτου οὐ παρῄνεσεν. Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν; Εἶδον τοῦτο ὀξέως ἐκεῖνοι καὶ καλῶς ὅτι μείζονος αὐτοῖς ἔδει τῆς ἀρετῆς, ἐπειδὴ καὶ μείζονος ἠξιώθησαν τῆς δωρεᾶς. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο διὰ τί μηδέποτε αὐτοῖς ταύτην εἰσηγήσατο τὴν συμβουλήν. Οὐ γὰρ ἄν, εἴ γε ἤκουσάν τι τοιοῦτον, πάλιν ἂν ἔγραψαν ὑπὲρ τῶν τοιούτων αὖθις ἐρωτῶντες. Καὶ γὰρ καὶ ἐνταῦθα τὸ βάθος τῆς σοφίας ἔστι τοῦ Παύλου κατανοῆσαι.

Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ παρῆκε πράγματος τοσούτου παραίνεσιν, ἀλλ᾽ ἀνέμενε πρώτους αὐτοὺς εἰς ἐπιθυμίαν ἐλθεῖν καὶ ἔννοιάν τινα περὶ τοῦ πράγματος τούτου λαβεῖν, ἵν᾽ ᾠκειωμένας αὐτῶν ἤδη τῇ παρθενίᾳ λαβὼν τὰς ψυχὰς χρησίμως τοὺς περὶ τούτων κατασπείρῃ λόγους, τῆς τῶν ἀκουόντων περὶ τὸ πρᾶγμα σχέσεως πολλὴν εὐκολίαν πρὸς τὴν τῆς παραινέσεως ὑποδοχὴν παρεχούσης· καὶ ἄλλως δὲ τὸ τοῦ πράγματος δείκνυσι μέγεθος καὶ τὸν ὄγκον πολύν.

Οὐδὲ γὰρ ἄν, εἰ μὴ τοῦτο ἦν, τὴν ἐκείνων ἂν περιέμενε προθυμίαν, ἀλλὰ προλαβὼν αὐτὸς ἂν εἰσηγήσατο, εἰ καὶ μὴ ὡς ἐπίταγμα, μηδὲ ὡς ἐντολὴν ἀλλ᾽ ὡς παραίνεσιν καὶ συμβουλήν. Ὁ δὲ μηδὲ τοῦτο ἀνασχόμενος ποιῆσαι πρῶτος φανερὸν ἡμῖν κατέστησεν ὅτι πολλῶν ἱδρώτων καὶ μεγάλης ἡ παρθενία δεῖται τῆς ἀγωνίας. Καὶ ἐνταῦθα δὲ τὸν κοινὸν ἡμῶν δεσπότην μιμούμενος οὕτως ἐποίησεν. Καὶ γὰρ ἐκεῖνος τότε διελέχθη περὶ τῆς παρθενίας ὅτε αὐτὸν οἱ μαθηταὶ ἤροντο. Εἰπόντων γὰρ «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, συμφέρει μὴ γαμῆσαι», τότε ἔφησεν· «Εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὅταν γὰρ μέγα ᾖ τὸ κατορθούμενον καὶ διὰ τοῦτο μηδὲ εἰς ἐντολῆς ἀνάγκην κατακλείηται, τότε τῶν μελλόντων κατορθοῦν τὴν προθυμίαν ἀναμένειν χρὴ ἑτέρῳ τινὶ τρόπῳ καὶ ἀνυπόπτως τὸ θελῆσαι καὶ βουληθῆναι κατασκευάζοντας ἐν αὐτοῖς· ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησεν.

Οὐ γὰρ ἀπὸ τῶν περὶ παρθενίας λόγων εἰς τὴν τῆς παρθενίας αὐτοὺς ἐπιθυμίαν ἐνέβαλεν, ἀλλὰ περὶ τοῦ γάμου μόνον διαλεχθεὶς καὶ τὸ βάρος τοῦ πράγματος δείξας καὶ μέχρι τούτου στήσας τὸν λόγον οὕτως σοφῶς ᾠκονόμησεν ὡς τοὺς μηδὲν περὶ τοῦ μὴ γαμεῖν ἀκούσαντας αὐτοὺς ἀφ᾽ ἑαυτῶν εἰπεῖν ὅτι «Συμφέρει μὴ γαμεῖν.» Διὰ τοῦτο γὰρ ὁ Παῦλος ἔλεγεν ὁ τοῦ Χριστοῦ μιμητής· «Περὶ δὲ ὧν ἐγράψατέ μοι», μόνον οὐκ ἀπολογούμενος αὐτοῖς διὰ τούτων καὶ λέγων ὅτι ἐγὼ μὲν ἐπὶ τὴν ὑψηλὴν ταύτην κορυφὴν οὐκ ἐτόλμων ὑμᾶς ἀγαγεῖν διὰ τὸ τοῦ πράγματος δυσκατόρθωτον· ἐπειδὴ δὲ αὐτοὶ φθάσαντες ἐγράψατέ μοι, μετὰ τοῦ θαρρεῖν ποιοῦμαι τὴν συμβουλὴν ὅτι καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Διὰ τί γὰρ ὑπὲρ πολλῶν γραψάντων ἐκείνων οὐδαμοῦ τοῦτο προσέθηκε; Δι᾽ οὐδὲν ἕτερον ἢ διὰ τοῦτο ὅπερ εἶπον νῦν· ἵνα γὰρ μή τις δυσχεραίνῃ τὴν παραίνεσιν, τῶν γραμμάτων αὐτοὺς ὧν ἔπεμψαν ὑπομιμνήσκει. Καὶ οὐδὲ οὕτως μετὰ σφοδρότητος κέχρηται τῇ παραινέσει καὶ ταῦτα τοσαύτην λαβὼν ἀφορμήν, ἀλλὰ καὶ ἄγαν ὑφειμένως κἀν τούτῳ μιμούμενος τὸν Χριστόν. Καὶ γὰρ ὁ σωτὴρ μετὰ τὸ πληρῶσαι τὸν περὶ παρθενίας λόγον προσέθηκεν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω.» Τί οὖν φησι; «Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.»

Ἀντίθεσις τῶν τὴν παρθενίαν ἐκβαλλόντων καὶ λύσις. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· καὶ εἰ καλὸν γυναικὸς μὴ ἅπτεσθαι, τίνος ἕνεκεν γάμος ἐπεισῆλθε τῷ βίῳ; Ποῦ δὲ λοιπὸν χρησόμεθα τῇ γυναικὶ μήτε εἰς γάμον μήτε εἰς παιδοποιΐαν ἡμῖν χρησιμευούσῃ; Τί δὲ κωλύσει τὸ τῶν ἀνθρώπων ἅπαν ἀφανισθῆναι γένος, τοῦ μὲν θανάτου καθ᾽ ἑκάστην αὐτὸ τὴν ἡμέραν ἐπινεμομένου καὶ κόπτοντος, τοῦ δὲ λόγου τούτου οὐκ ἐῶντος ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι; Εἰ γὰρ τὸ καλὸν τοῦτο ζηλώσαιμεν ἅπαντες καὶ μὴ ἁψαίμεθα γυναικός, πάντα οἰχήσεται καὶ πόλεις καὶ οἰκίαι καὶ ἀγροὶ καὶ τέχναι καὶ ζῷα καὶ φυτά. Καθάπερ γὰρ τοῦ στρατηγοῦ πεσόντος πᾶσα ἀνάγκη τοῦ στρατεύματος διασπασθῆναι τὴν εὐταξίαν, οὕτω τοῦ πάντων τῶν ἐπὶ γῆς βασιλεύοντος ἀνθρώπου διὰ τοῦ μὴ γαμεῖν ἀφανισθέντος οὐδὲν τῶν λοιπῶν ἐπὶ τῆς αὐτῆς ἀσφαλείας καὶ εὐταξίας διαμενεῖ καὶ τὸ καλὸν τοῦτο παράγγελμα μυρίων ἐμπλήσει τὴν οἰκουμένην κακῶν.

Ἐγὼ δέ, εἰ μὲν τῶν ἐχθρῶν καὶ ἀπίστων ἦν ταῦτα μόνον τὰ ῥήματα, βραχὺν ἂν αὐτῶν ἐποιησάμην λόγον. Ἐπειδὴ δὲ καὶ τῶν εἰς τὴν ἐκκλησίαν δοκούντων συντελεῖν πολλοὶ ταῦτα φθέγγονται, δι᾽ ἀσθένειαν μὲν προαιρέσεως ἀπολειφθέντες τῶν ὑπὲρ τῆς παρθενίας ἱδρώτων, τῷ δὲ τὸ πρᾶγμα κακίζειν καὶ περιττὸν ἀποφαίνειν βουλόμενοι συσκιάζειν τὴν ἑαυτῶν ῥαθυμίαν, ἵνα μὴ δοκῶσι δι᾽ ὀλιγωρίαν, ἀλλὰ διὰ κρίσιν ὀρθὴν λογισμῶν τῶν ἀγώνων ὑστερηκέναι τούτων, φέρε τοὺς ἐχθροὺς ἀφέντες— «Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστι» —τοὺς προσποιουμένους εἶναι μεθ᾽ ἡμῶν, διδάξωμεν ἀμφότερα, ὡς οὔτε τὸ πρᾶγμα περιττόν, ἀλλὰ καὶ σφόδρα χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν οὔτε αὐτοῖς ἀζήμιος ἡ τοιαύτη κατηγορία, ἀλλὰ τοσοῦτον αὐτοῖς οἴσει τὸν κίνδυνον ὅσον τοῖς κατορθοῦσι τὸν μισθὸν καὶ τὸν ἔπαινον. Ἐπειδὴ γὰρ ὁ σύμπας οὗτος κόσμος ἀπήρτιστο καὶ πάντα ηὐτρέπιστο τὰ πρὸς ἀνάπαυσιν καὶ χρῆσιν τὴν ἡμετέραν, ἔπλασε τὸν ἄνθρωπον ὁ Θεὸς δι᾽ ὃν καὶ τὸν κόσμον ἐποίησε. Πλασθεὶς δὲ ἐκεῖνος ἔμεινεν ἐν παραδείσῳ καὶ γάμου λόγος οὐδεὶς ἦν. Ἐδέησεν αὐτῷ γενέσθαι καὶ βοηθόν, καὶ ἐγένετο, καὶ οὐδὲ οὕτως ὁ γάμος ἀναγκαῖος εἶναι ἐδόκει. Ἀλλ᾽ οὐδὲ ἐφαίνετό που, ἀλλ᾽ ἔμενον ἐκεῖνοι τούτου χωρὶς καθάπερ ἐν οὐρανῷ τῷ παραδείσῳ διαιτώμενοι καὶ ἐντρυφῶντες τῇ πρὸς Θεὸν ὁμιλίᾳ.

Μίξεως δὲ ἐπιθυμία καὶ σύλληψις καὶ ὠδῖνες καὶ τόκοι καὶ πᾶν εἶδος φθορᾶς ἐξώριστο τῆς ἐκείνων ψυχῆς. Ὥσπερ δὲ ῥεῖθρον διειδὲς ἐκ καθαρᾶς πηγῆς προϊόν, οὕτως ἦσαν ἐν ἐκείνῳ τῷ χωρίῳ τῇ παρθενίᾳ κοσμούμενοι. Καὶ πᾶσα τότε ἡ γῆ ἔρημος ἦν ἀνθρώπων, τοῦτο ὃ νῦν δεδοίκασιν οὗτοι οἱ τῆς οἰκουμένης μεριμνηταί, οἱ τὰ μὲν ἑτέρων σπουδαίως μεριμνῶντες, τὰ δὲ ἑαυτῶν οὐδὲ ἐννοεῖν ἀνεχόμενοι καὶ ὑπὲρ μὲν τοῦ κοινοῦ τῶν ἀνθρώπων δεδοικότες γένους μή ποτε ἐπιλείπῃ, τῆς δὲ ἰδίας ἕκαστος ὡς ἀλλοτρίας οὕτως ἀμελοῦντες ψυχῆς καὶ ταῦτα μέλλοντες ὑπὲρ μὲν ταύτης καὶ τῶν μικροτάτων ἕνεκεν ἀκριβεῖς ἀπαιτεῖσθαι τὰς εὐθύνας, ὑπὲρ δὲ τῆς τῶν ἀνθρώπων ὀλιγότητος οὐδὲ τὸν τυχόντα λόγον ὑφέξειν.

Οὐκ ἦσαν τότε πόλεις οὐδὲ τέχναι οὐδὲ οἰκίαι· καὶ γὰρ καὶ τούτων ὑμῖν οὐχ ὡς ἔτυχε μέλει, ἀλλ᾽ οὐκ ἦν τότε ταῦτα καὶ ὅμως τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ πολλῷ ταύτης ἀμείνω οὐδὲν οὔτε ἐνεπόδιζεν οὔτε ἐνέκοπτεν. Ἐπειδὴ δὲ παρήκουσαν τοῦ Θεοῦ καὶ ἐγένοντο γῆ καὶ σποδός, ἀπώλεσαν μετὰ τῆς μακαρίας ἐκείνης διαγωγῆς καὶ τὸ τῆς παρθενίας κάλλος, καὶ μετὰ τοῦ Θεοῦ καὶ αὐτὴ καταλιποῦσα αὐτοὺς ἀνεχώρησεν. Ἕως μὲν γὰρ ἦσαν ἀνάλωτοι τῷ διαβόλῳ καὶ δεσπότην ᾐδοῦντο τὸν αὑτῶν, παρέμενε καὶ ἡ παρθενία κοσμοῦσα αὐτοὺς μᾶλλον ἢ τοὺς βασιλεῖς τὸ διάδημα καὶ τὰ ἱμάτια τὰ χρυσᾶ. Ἐπειδὴ δὲ αἰχμάλωτοι γενόμενοι τὴν βασιλικὴν ταύτην ἀπεδύσαντο στολὴν καὶ τὸν οὐράνιον ἀπέθεντο κόσμον, ἐδέξαντο δὲ τὴν ἀπὸ τοῦ θανάτου φθορὰν καὶ τὴν ἀρὰν καὶ τὴν ὀδύνην καὶ τὸν ἐπίπονον βίον, τότε καὶ ὁ γάμος ἐπεισέρχεται μετὰ τούτων τὸ θνητὸν τοῦτο καὶ δουλικὸν ἱμάτιον. «Ὁ γὰρ γαμήσας, φησί, μεριμνᾷ τὰ τοῦ κόσμου.» Ὁρᾷς πόθεν ἔσχε τὴν ἀρχὴν ὁ γάμος; Πόθεν ἀναγκαῖος ἔδοξεν εἶναι; Ἀπὸ τῆς παρακοῆς, ἀπὸ τῆς ἀρᾶς, ἀπὸ τοῦ θανάτου. Ὅπου γὰρ θάνατος, ἐκεῖ γάμος· τούτου δὲ οὐκ ὄντος οὐδὲ αὐτὸς ἕπεται. Ἀλλ᾽ οὐχ ἡ παρθενία ταύτην ἔχει τὴν ἀκολουθίαν ἀλλ᾽ ἀεὶ χρήσιμον, ἀεὶ καλὸν καὶ μακάριον καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὸν θάνατον καὶ πρὸ τοῦ γάμου καὶ μετὰ τὸν γάμον. Ποῖος γάρ, εἰπέ μοι, γάμος ἀπέτεκε Ἀδάμ;

Ποῖαι τὴν Εὔαν ὠδῖνες; Οὐκ ἂν ἔχοις εἰπεῖν. Τί οὖν δέδοικας εἰκῇ καὶ τρέμεις μὴ παυσαμένου τοῦ γάμου καὶ τὸ τῶν ἀνθρώπων παύσεται γένος; Μύριαι μυριάδες ἀγγέλων λειτουργοῦσι τῷ Θεῷ, χίλιαι χιλιάδες ἀρχαγγέλων παρεστᾶσιν αὐτῷ, καὶ οὐδεὶς τούτων γέγονεν ἐκ διαδοχῆς, οὐδεὶς ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεως. Οὔκουν πολλῷ μᾶλλον ἀνθρώπους ἐποίησεν ἂν γάμου χωρίς; Ὥσπερ οὖν καὶ ἐποίησε τοὺς πρώτους ὅθεν ἅπαντες ἄνθρωποι.

Ὅτι οὐχ ὁ γάμος αὔξει τὸ ἡμέτερον γένος. Καὶ νῦν δὲ οὐχ ἡ τοῦ γάμου δύναμις τὸ γένος συγκροτεῖ τὸ ἡμέτερον ἀλλ᾽ ὁ τοῦ κυρίου λόγος ὁ παρὰ τὴν ἀρχὴν εἰπών· «Αὐξάνεσθαι καὶ πληθύνεσθαι καὶ πληρώσατε τὴν γῆν.» Τί γάρ, εἰπέ μοι, τὸν Ἀβραὰμ εἰς παιδοποιΐαν τὸ πρᾶγμα ὤνησεν; Οὐκ ἐπὶ τοσούτοις αὐτῷ χρησάμενος ἔτεσι ταύτην ὕστερον ἀφῆκε τὴν φωνήν· «Δέσποτα, τί μοι δώσεις;

Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος;» Ὥσπερ οὖν τότε ἀπὸ νεκρῶν σωμάτων τοσαύταις μυριάσι δέδωκεν ὑπόθεσιν καὶ ῥίζαν ὁ Θεός, οὕτω καὶ παρὰ τὴν ἀρχὴν εἰ τοῖς προστάγμασιν αὐτοῦ πεισθέντες οἱ περὶ τὸν Ἀδὰμ τῆς ἡδονῆς ἐκράτησαν τοῦ ξύλου, οὐκ ἂν ἠπόρησεν ὁδοῦ δι᾽ ἧς τὸ τῶν ἀνθρώπων γένος αὐξήσει. Οὔτε γὰρ ὁ γάμος μὴ βουλομένου Θεοῦ δυνήσεται ποιῆσαι πολλοὺς τοὺς ὄντας ἀνθρώπους οὐδὲ ἡ παρθενία, βουλομένου πολλοὺς εἶναι, λυμανεῖται τὸ πλῆθος. Ἀλλ᾽ οὕτως ἐβουλήθη, φησί, δι᾽ ἡμᾶς καὶ διὰ τὴν ἀπείθειαν τὴν ἡμετέραν. Διὰ τί γὰρ μὴ πρὸ τῆς ἀπάτης ὁ γάμος ἐφάνη;

Διὰ τί μὴ ἐν παραδείσῳ ἡ μίξις; Διὰ τί μὴ πρὸ τῆς ἀρᾶς ὠδῖνες; Ὅτι τότε μὲν ταῦτα περιττά, ὕστερον δὲ γέγονεν ἀναγκαῖα διὰ τὴν ἡμετέραν ἀσθένειαν καὶ ταῦτα καὶ τὰ ἀλλὰ ἅπαντα, αἱ πόλεις, αἱ τέχναι, ἡ τῶν ἱματίων περιβολή, ὁ λοιπὸς τῶν χρειῶν ὄχλος. Ταῦτα γὰρ ἅπαντα ἐπισυρόμενος εἰσήλασεν ὁ θάνατος μεθ᾽ ἑαυτοῦ. Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σήν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο, ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.

Ὅτι συγκαταβάσεως ὁ γάμος. Σὺ δὲ αὐτὰ κακίζεις, φησί. Κακίζω μὲν οὐδαμῶς· Θεὸς γὰρ αὐτὰ συνεχώρησε καὶ γέγονεν ἐν καιρῷ χρήσιμα. Μικρὰ δὲ αὐτὰ εἶναί φημι, καὶ παίδων κατορθώματα μᾶλλον ἢ ἀνδρῶν. Καὶ διὰ τοῦτο ἡμᾶς τελείους ὁ Χριστὸς δημιουργῆσαι βουλόμενος ἐκεῖνα μὲν ἀποθέσθαι ἐκέλευσεν, ὥσπερ ἱμάτια παιδικὰ καὶ οὐ δυνάμενα περιβάλλειν τὸν ἄνδρα τὸν τέλειον οὐδὲ τὸ μέτρον κοσμῆσαι τῆς ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, τὰ δὲ ἐκείνων εὐπρεπέστερα καὶ τελειότερα περιθέσθαι ἐκέλευσεν, οὐκ ἀντινομοθετῶν ἑαυτῷ ἀλλὰ καὶ σφόδρα ἀκολουθῶν. Εἰ γὰρ καὶ τὰ προστάγματα ταῦτα ἐκείνων μείζω, ἀλλὰ τοῦ νομοθέτου σκοπὸς ὁ αὐτός. Τίς οὖν ἐστιν οὗτος; Περικόψαι τὴν κακίαν τῆς ἡμετέρας ψυχῆς καὶ πρὸς τὴν τελείαν αὐτὴν ἀγαγεῖν ἀρετήν. Εἰ τοίνυν τοῦτο ἐσπουδάκει, οὐ τὸ μείζονα ἐπιτάξαι τῶν προτέρων ἀλλὰ τὸ ἐν τοῖς αὐτοῖς ἀφεῖναι διὰ παντὸς καὶ μηδέποτε τῆς εὐτελείας ἀπαλλάξαι ἐκείνης, τοῦτο ἐναντιουμένου σφόδρα ἦν ἑαυτῷ.

Ὥσπερ γὰρ εἰ παρὰ τὴν ἀρχήν, ὅτε νηπιωδέστερον τὸ τῶν ἀνθρώπων διέκειτο γένος, τὴν ἐπιτεταμένην ταύτην ἐνομοθέτησε πολιτείαν οὐδ᾽ ἂν τὴν σύμμετρον ἐδεξάμεθά ποτε, ἀλλὰ πάντα τὰ τῆς σωτηρίας ἡμῖν ὑπὸ ταύτης ἂν τῆς ἀμετρίας διέφθαρτο. Οὕτως εἰ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον καὶ τὴν ἀπὸ τοῦ νόμου παιδαγωγίαν, τοῦ καιροῦ ἐπὶ τὴν οὐράνιον ταύτην καλοῦντος φιλοσοφίαν, εἴασε μένειν ἐπὶ τῆς γῆς, οὐδὲν ἂν μέγα ἐκ τῆς συγκαταβάσεως ἐκαρπωσάμεθα, ἐκείνης τῆς τελειότητος δι᾽ ἣν ἡ συγκατάβασις γέγονε μὴ παραγενομένης ἡμῖν.

Περὶ συγκαταβάσεως τοῦ Θεοῦ. Νῦν δὲ παρόμοιον γέγονεν οἷον ἐπὶ τῶν νεοττῶν. Καὶ γὰρ ἐκείνους ὅταν ἐκθρέψῃ ἡ μήτηρ, προάγει μὲν τῆς καλιᾶς. Ἂν δὲ ἀσθενοῦντας ἴδῃ καὶ καταπίπτοντας καὶ δεομένους ἔτι τῆς ἔνδον μονῆς, ἀφίησιν ἔτι πλείους ἡμέρας οὐχ ἵνα διὰ παντὸς ἔνδον μένωσιν ἀλλ᾽ ἵνα παγέντων αὐτοῖς καλῶς τῶν πτερῶν καὶ τῆς ἰσχύος προσγενομένης ἁπάσης μετὰ ἀσφαλείας λοιπὸν τῆς πτήσεως ἔχωνται. Οὕτω καὶ ὁ κύριος ἡμῶν ἐξ ἀρχῆς μὲν εἷλκεν ἐπὶ τὸν οὐρανὸν καὶ τὴν ἐκεῖ φέρουσαν ὁδὸν ἐδείκνυ οὐκ ἀγνοῶν μὲν ἀλλὰ καὶ σφόδρα εἰδὼς ὅτι οὐκ ἀρκέσομεν πρὸς τὴν πτῆσιν ἐκείνην, δεῖξαι δὲ ἡμῖν βουλόμενος ὅτι οὐ παρὰ τὴν αὐτοῦ βούλησιν ἀλλὰ παρὰ τὴν ἡμετέραν ἀσθένειαν τὸ πτῶμα γίνεται. Ἐπειδὴ δὲ ἔδειξεν, οὕτω λοιπὸν ἀφίησιν ὥσπερ ἐν καλιᾷ τῷ κόσμῳ τούτῳ καὶ τῷ γάμῳ τρέφεσθαι χρόνον πολύν. Ὡς δὲ ἡμῖν ἐν τῷ πολλῷ χρόνῳ τὰ τῆς ἀρετῆς ἔφυ πτερά, τότε ἠρέμα καὶ κατὰ μικρὸν ἐλθὼν ἐξήγαγε τῆς ἐνταῦθα μονῆς διδάσκων ὑψηλότερα πέτασθαι. Οἱ μὲν οὖν ἔτι νωθρότερον διακείμενοι καὶ τὸν βαθὺν ὕπνον καθεύδοντες ἐμφιλοχωροῦσιν ἔτι τῇ καλιᾷ τοῖς τοῦ κόσμου προσηλωμένοι πράγμασιν.

Οἱ δὲ ὄντως γενναῖοι καὶ τοῦ φωτὸς ἐρασταὶ μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτὴν πρὸς τὰ μετέωρα πέτανται καὶ τῶν οὐρανῶν ἔχονται, πάντα τὰ ἐπὶ τῆς γῆς καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθέλκειν εἴωθε.

Μὴ τοίνυν τὴν ἐξ ἀρχῆς γενομένην ἐπιτροπὴν τοῦ γάμου, ταύτην ἀνάγκην εἰς τὸ ἑξῆς εἶναι νομίζωμεν κωλύουσαν ἀναχωρεῖν τοῦ γάμου. Ὅτι γὰρ ἡμᾶς αὐτὸν ἀφεῖναι βούλεται, ἄκουσον τί φησιν· «Ὁ δυνάμενος χωρεῖν χωρείτω.» Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοῦτο ἐπέταξε, μὴ θαυμάσῃς. Οὐδὲ γὰρ ἰατρὸς πάντα ὑφ᾽ ἓν τοῖς κάμνουσι καὶ κατὰ τὸν αὐτὸν καιρὸν προστάττει, ἀλλ᾽ ὅταν μὲν ὑπὸ τοῦ πυρετοῦ κατέχωνται, τῆς στερεᾶς αὐτοὺς ἀπείργει τροφῆς, ὅταν δὲ ἀποθῶνται ἐκεῖνο τὸ πῦρ καὶ τὴν ἀπ᾽ αὐτοῦ τῷ σώματι προσγενομένην ἀσθένειαν, τότε λοιπὸν ἀπαλλάξας αὐτοὺς τῶν δυσαρέστων σιτίων ἐπὶ τὴν συνήθη φέρει δίαιταν. Ὥσπερ δὲ ἐν τοῖς σώμασι τὰ στοιχεῖα πρὸς ἄλληλα στασιάζοντα κατὰ τὸ πλέον ἢ ἔλαττον τὴν νόσον ἐργάζεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς αἱ τῶν παθῶν ἀμετρίαι διαφθείρουσι τὴν ὑγίειαν αὐτῆς. Καὶ δεῖ μάλιστα ἐπὶ καιροῦ τοῦ καταλλήλως τοῖς ὑποκειμένοις πάθεσιν ἔχειν τὸ πρόσταγμα, ὡς τούτων ἄνευ ἀμφοτέρων οὐκ ἂν ἀρκέσειε νόμος καθ᾽ ἑαυτὸν διορθῶσαι τὴν ἐν τῇ ψυχῇ γενομένην διαστροφήν. Ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὐτὴ καθ᾽ ἑαυτὴν δύναιτ᾽ ἂν ἕλκος ἀφανίσαι ποτέ, ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι.

Σὺ δὲ ἰατρὸν νῦν μὲν τέμνοντα, νῦν δὲ καίοντα, νῦν δὲ οὐδέτερον τούτων ποιοῦντα ἐπὶ τῶν αὐτῶν πολλάκις τραυμάτων οὐ πολυπραγμονεῖς, καὶ ταῦτα πολλάκις ἀποσφαλέντα τοῦ τέλους, τὸν δὲ Θεὸν ἄνθρωπος ὢν τὸν οὐδαμοῦ μὲν διαμαρτάνοντα, πάντα δὲ ἀξίως τῆς οἰκείας οἰκονομοῦντα σοφίας περιεργάσῃ καὶ τῶν προσταγμάτων εὐθύνας ἀπαιτήσεις καὶ οὐ παραχωρήσεις τῷ τῆς σοφίας ἀπείρῳ; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα παραπληξίας; Εἶπεν· «Αὐξάνεσθε καὶ πληθύνεσθε.» Τοῦτο γὰρ ὁ καιρὸς ἀπῄτει τῆς φύσεως μαινομένης καὶ τὸν τῶν παθῶν οἶστρον μὴ δυναμένης ἐνεγκεῖν οὐδὲ ἐχούσης εἰς ἕτερόν τινα λιμένα καταφυγεῖν ἐν ἐκείνῃ τῇ ζάλῃ.

Ἀλλὰ τί κελεύειν ἐχρῆν; Ἐν ἐγκρατείᾳ καὶ παρθενίᾳ διάγειν; Ἀλλὰ τοῦτο μεῖζον ἂν τὸ πτῶμα εἰργάσατο καὶ τὴν φλόγα σφοδροτέραν ἐποίησε. Καὶ γὰρ τοὺς γάλακτος μόνου δεομένους παῖδας ἂν εἴ τις ἐκείνης ἀπαγαγὼν τῆς τροφῆς τῆς ἀνδράσι προσηκούσης ἀναγκάζῃ μεταλαμβάνειν, οὐδὲν τὸ κωλύον αὐτοὺς ἀπολέσθαι εὐθέως· τοσοῦτον ἡ ἀκαιρία κακόν. Διὰ ταῦτα ἐξ ἀρχῆς οὐκ ἐδόθη ἡ παρθενία, μᾶλλον δὲ ἡ παρθενία μὲν ἐξ ἀρχῆς καὶ τοῦ γάμου προτέρα ἡμῖν ἐφάνη.

Διὰ ταῦτα δὲ ἐπεισῆλθεν ὕστερον ὁ γάμος καὶ πρᾶγμα ἀναγκαῖον ἐνομίζετο εἶναι, ὡς εἴ γε ἔμεινεν ὑπακούων ὁ Ἀδάμ, οὐκ ἂν ἐδέησε τούτου. Καὶ πῶς ἄν, φησίν, αἱ τοσαῦται μυριάδες ἐγένοντο; Ἐγὼ δὲ σὲ πάλιν ἐρωτῶ, ἐπειδή σε σφόδρα παρέμεινε κατασείων οὗτος ὁ φόβος· πῶς ὁ Ἀδάμ, πῶς δὲ ἡ Εὔα μὴ μεσιτεύοντος γάμου; Τί οὖν; Οὕτως, φησίν, ἔμελλον ἅπαντες ἄνθρωποι γίνεσθαι; Εἴτε οὕτως εἴτε ἑτέρως οὐκ ἔχω λέγειν. Τὸ γὰρ ζητούμενον νῦν ὅτι γάμου οὐκ ἔδει τῷ Θεῷ πρὸς τὸ πολλοὺς ποιῆσαι τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους.

Ὅτι οὐχ ἡ παρθενία τὸ γένος ἡμῶν ἐλαττοῖ ἀλλ᾽ ἡ ἁμαρτία. Ὅτι δὲ οὐχ ἡ παρθενία ποιεῖ τὸ τῶν ἀνθρώπων γένος ἐπιλείπειν ἀλλ᾽ ἡ ἁμαρτία καὶ αἱ ἄτοποι μίξεις ἔδειξεν ὁ κατὰ τὸν Νῶε γενόμενος ἀφανισμὸς καὶ ἀνθρώπων καὶ κτηνῶν καὶ πάντων ἁπλῶς τῶν ἐμπνεόντων ἐπὶ τῆς γῆς. Εἰ γὰρ ἔστησαν πρὸς τὴν ἄτοπον τότε ἐπιθυμίαν ἐκείνην οἱ υἱοὶ τοῦ Θεοῦ καὶ τὴν παρθενίαν ἐτίμησαν, εἰ μὴ εἶδον ἀδίκοις ὄμμασι τὰς θυγατέρας τῶν ἀνθρώπων, οὐκ ἂν αὐτοὺς ὁ τοσοῦτος κατέλαβεν ὄλεθρος. Καὶ μή μέ τις οἰέσθω τῆς ἀπωλείας αὐτῶν αἰτιᾶσθαι τὸν γάμον· οὐ γὰρ τοῦτό φημι νῦν, ἀλλ᾽ ὅτι τὸ ἀπολλῦναι καὶ διαφθείρειν τὸ γένος τὸ ἡμέτερον οὐ τῆς παρθενίας ἀλλὰ τῆς ἁμαρτίας ἐστίν.

Ὅτι πάλαι μὲν τῷ γάμῳ δύο προφάσεις, νῦν δὲ μία. Ἐδόθη μὲν οὖν καὶ παιδοποιΐας ἕνεκεν ὁ γάμος· πολλῷ δὲ πλέον ὑπὲρ τοῦ σβέσαι τὴν τῆς φύσεως πύρωσιν. Καὶ μάρτυς ὁ Παῦλος λέγων· «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», οὐ διὰ τὰς παιδοποιΐας. Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι κελεύει οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν, ἀλλὰ τί; «Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς», φησί. Καὶ προελθὼν δὲ οὐκ εἶπεν· εἰ δὲ ἐπιθυμοῦσι παίδων, ἀλλὰ τί; «Εἰ δὲ μὴ ἐγκρατεύονται, γαμησάτωσαν.» Παρὰ μὲν γὰρ τὴν ἀρχήν, ὅπερ ἔφην, δύο ταύτας εἶχε τὰς ὑποθέσεις· ὕστερον δὲ πληρωθείσης καὶ τῆς γῆς καὶ τῆς θαλάττης καὶ τῆς οἰκουμένης πάσης μία λείπεται πρόφασις αὐτοῦ μόνη, ἡ τῆς ἀκολασίας καὶ ἡ τῆς ἀσελγείας ἀναίρεσις.

Τοὺς γὰρ ἔτι καὶ νῦν ἐν τούτοις κυλινδουμένους τοῖς πάθεσι καὶ χοίρων βίον ἐπιθυμοῦντας ζῆν καὶ ἐν χαμαιτυπείοις φθείρεσθαι οὐ μικρὸν ὀνίνησι τῆς ἀκαθαρσίας καὶ τῆς ἀνάγκης ἀπαλλάττων ἐκείνης καὶ ἐν ἁγιασμῷ καὶ σεμνότητι διατηρῶν. Ἀλλὰ γὰρ μέχρι τίνος οὐ παύσομαι σκιαμαχῶν;

Καὶ γὰρ ὑμεῖς οἱ ταῦτα λέγοντες ἡμῶν οὐχ ἧττον ἴστε τὴν τῆς παρθενίας ὑπεροχὴν καὶ πάντα ἅπερ ὑμῖν εἴρηται σκήψεις καὶ προφάσεις εἰσὶ καὶ ἀκρασίας προκαλύμματα.

Ὅτι εἰ καὶ μηδεὶς κίνδυνος τοῖς ἐξουθενοῦσι τὴν παρθενίαν οὐδὲ οὕτως ἀσφαλὲς τὸ ἐξουθενεῖν. Ἀλλ᾽ εἰ μὲν ἀκινδύνως ἐνῆν ταῦτα λέγειν, ἔδει νῦν καὶ οὕτω παύεσθαι τῆς διαβολῆς. Ὁ γὰρ πρὸς τὰ καλὰ τῶν πραγμάτων ἀπ᾽ ἐναντίας διακείμενος τῆς γνώμης μετὰ τῆς ἄλλης βλάβης καὶ μαρτύριον οὐ μικρὸν παρὰ πᾶσι τῆς οἰκείας ἐκφέρει μοχθηρίας τὴν οὕτω διεστραμμένην καὶ ἄδικον ψῆφον. Ὥστε εἰ καὶ μηδενὸς ἕνεκεν ἄλλου, τοῦ γοῦν μὴ προστρίψασθαι δόξαν οὕτω πονηρὰν ἐπέχειν τὴν γλῶτταν ἐχρῆν, ἐνθυμουμένους ὅτι ὁ μὲν θαυμάζων τοὺς ἐν τοῖς μεγίστοις διαλάμποντας ἄθλοις, κἂν μὴ δύνηται τῶν αὐτῶν ἐφικέσθαι, συγγνώμης γοῦν δυνήσεται παρὰ πάντων τυχεῖν· ὁ δὲ πρὸς τῷ μὴ μετιέναι καὶ κακίζων τὰ πολλῶν ἄξια στεφάνων δικαίως ἂν παρὰ πάντων μισοῖτο ὡς ἐχθρὸς καὶ πολέμιος τῆς ἀρετῆς καὶ τῶν μαινομένων ἀθλιώτερον διακείμενος.

Οἱ μὲν γὰρ οὐκ ἴσασιν ἃ ποιοῦσιν οὐδὲ ἑκόντες ἃ πάσχουσιν ὑπομένουσι. Διὸ καὶ τοὺς ἐν δυναστείαις ὄντας ὑβρίζοντες οὐ μόνον οὐ κολάζονται ἀλλὰ καὶ ἐλεοῦνται παρὰ τῶν ὑβρισθέντων αὐτῶν. Εἰ δέ τις ἑκὼν ταῦτα τολμήσειεν ἅπερ ἄκοντες ἐκεῖνοι ποιοῦσι, δικαίως ἂν ταῖς ἁπάντων καταδικάζοιτο ψήφοις ὡς τῆς φύσεως τῆς ἡμετέρας ἐχθρός.

Ὅτι ὁ κίνδυνος μέγας τοῖς ἐξουθενοῦσι τὴν παρθενίαν. Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, εἰ καὶ ἀκίνδυνος ἦν ἡ τοιαύτη κατηγορία τῶν γοῦν εἰρημένων ἕνεκεν αὐτῆς ἀπέχεσθαι. Νῦν δὲ καὶ κίνδυνος τῷ πράγματι κεῖται μέγας· οὐ γὰρ ὁ καθήμενος καὶ κατὰ τοῦ ἀδελφοῦ καταλαλῶν καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς τιθεὶς σκάνδαλον κολασθήσεται μόνος ἀλλὰ καὶ ὁ πράγματα διαβάλλειν ἐπιχειρῶν Θεῷ δοκοῦντα εἶναι καλά. Ἄκουσον γοῦν τί φησιν ἕτερος προφήτης περὶ αὐτοῦ τούτου διαλεγόμενος· «Οὐαὶ ὁ λέγων τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, ὁ τιθεὶς τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ.» Τί γὰρ τῆς παρθενίας ἥδιον, τί κάλλιον, τί φωτεινότερον;

Καὶ γὰρ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἀφίησι τὰς μαρμαρυγάς, πάντων μὲν ἡμᾶς ἀφιστῶσα τῶν βιωτικῶν καθαροῖς δὲ ὀφθαλμοῖς εἰς τὸν τῆς δικαιοσύνης ἥλιον ἀτενὲς παρασκευάζουσα ἐνορᾷν. Καὶ ταῦτα μὲν ὁ Ἠσαΐας περὶ τῶν ἐν αὑτοῖς τὰς διεστραμμένας κρίσεις ἐχόντων ἐβόα. Ἄκουσον δὲ καὶ περὶ τῶν εἰς ἑτέρους ἐκφερόντων τὰ λοιμικὰ ταῦτα ῥήματα τί φησιν ἄλλος προφήτης ἀπὸ τοῦ αὐτοῦ πάλιν ἐπιφθέγματος ποιούμενος τὴν ἀρχήν· «Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν.» Τὸ δὲ «οὐαί» οὐ ῥῆμα ψιλόν ἐστιν ἀλλ᾽ ἀπειλή τις ἄφατον ἡμῖν καὶ ἀσύγγνωστον προαναφωνοῦσα τὴν τιμωρίαν· ἐπὶ γὰρ τῶν οὐκέτι δυναμένων διαφυγεῖν τὴν μέλλουσαν κόλασιν τοῦτο τὸ ἐπίρρημα κεῖται ἐν ταῖς γραφαῖς.

Καὶ πάλιν ἕτερος προφήτης ἐγκαλῶν τοῖς Ἰουδαίοις ἔλεγεν· «Ἐποτίσατε τοὺς ἡγιασμένους οἶνον.» Εἰ δὲ τοὺς Ναζιραίους οἶνον ποτίζων τοσαύτην ὑποστήσεται τιμωρίαν, ὁ τὴν θολερὰν ἀνατροπὴν ἐκχέων εἰς τὰς τῶν ἀφελεστέρων ψυχὰς τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Εἰ μέρος μικρὸν τῆς κατὰ νόμον ἀσκήσεως ὑποτεμνόμενός τις ἀπαραίτητον ἔχει τὴν κόλασιν, ὁ τὴν ἁγιωσύνην αὐτὴν ὁλόκληρον διασύρων, τίνα ὑφέξει δίκην; «Ἐάν τις σκανδαλίσῃ, φησίν, ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς κρεμασθῇ περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν.» Τί οὖν λέξουσιν οἱ διὰ τῶν ῥημάτων τούτων οὐχ ἕνα μικρὸν ἀλλὰ πολλοὺς σκανδαλίζοντες; Ὅπου γὰρ ὁ τὸν ἀδελφὸν καλῶν μωρὸν ὀρθὴν ἐπὶ τὸ τῆς γεέννης ἀπαχθήσεται πῦρ, ὁ τὴν ἰσάγγελον ταύτην διαβάλλων πολιτείαν πόσην ὀργὴν ἐπισπάσεται κατὰ τῆς ἑαυτοῦ κεφαλῆς;

Κατελέλασέ ποτε τοῦ Μωϋσέως ἡ Μαριὰμ οὐχ οὕτως ὡς τῆς παρθενίας νῦν ὑμεῖς ἀλλὰ πολλῷ ἔλαττον καὶ ἐπιεικέστερον. Οὐ γὰρ διέσυρε τὸν ἄνδρα οὐδὲ ἐχλεύασε τὴν ἀρετὴν τὴν τοῦ μακαρίου τότε ἐκείνου, ἀλλὰ καὶ ἐθαύμασε σφόδρα· τοσοῦτον δὲ εἶπε μόνον ὅτι καὶ αὐτὴ τῶν αὐτῶν ἀπέλαυσεν ὥσπερ ἐκεῖνος. Ἀλλ᾽ ὅμως οὕτως ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν ὀργὴν ὡς οὐδὲ αὐτοῦ ἐκείνου τοῦ δοκοῦντος ὑβρίσθαι πολλὰ παρακαλοῦντος γενέσθαι τι πλέον ἀλλὰ καὶ περαιτέρω τῆς ἐκείνου γνώμης ἐπιταθῆναι τὴν τιμωρίαν αὐτῇ.

Ὅτι χρησίμως οἱ ἐπὶ Ἐλισσαίου παῖδες ἀπώλοντο. Καὶ τί λέγω Μαριάμ; Οἱ γὰρ παῖδες ἐκεῖνοι οἱ περὶ τὴν Βηθλεὲμ παίζοντες ἵνα πρὸς τὸν Ἐλισσαῖον τοῦτο μόνον εἴπωσιν· «Ἀνάβαινε, φαλακρέ», οὕτω παρώξυναν τὸν Θεὸν ὡς ἅμα τῷ λόγῳ τούτῳ ἄρκους αὐτῶν ἐπαφεῖναι τῷ πλήθει· καὶ γὰρ τεσσαράκοντα δύο ἦσαν, καὶ πάντες ἄρδην ὑπὸ τῶν θηρίων ἐσπαράττοντο τότε ἐκείνων. Καὶ οὔτε ἡλικία οὔτε τὸ πλῆθος οὔτε τὸ γελῶντας εἰπεῖν προέστη τῶν μειρακίων, καὶ μάλα εἰκότως. Εἰ γὰρ μέλλοιεν οἱ τοὺς τοσούτους ἀναδεχόμενοι πόνους καὶ παρὰ παίδων καὶ παρὰ ἀνδρῶν διασύρεσθαι, τίς τῶν ἀσθενεστέρων αἱρήσεται πόνους ἀναδέξασθαι γέλωτας ἔχοντας καὶ χλευασίαν; Τίς δὲ τῶν πολλῶν ζηλώσει τὴν ἀρετὴν οὕτω καταγέλαστον αὐτὴν οὖσαν ὁρῶν; Εἰ γὰρ νῦν πάντων αὐτὴν πανταχοῦ θαυμαζόντων οὐ τῶν μετιόντων μόνον ἀλλὰ καὶ τῶν ἐκπεπτωκότων αὐτῆς ὅμως ὀκνοῦσι καὶ ἀναδύονται πρὸς τοὺς ἱδρῶτας ἐκείνους πολλοί, τίς ἂν αὐτῆς ἐπιλαβέσθαι ταχέως ἠθέλησεν εἰ πρὸς τῷ μὴ θαυμάζεσθαι καὶ διαβαλλομένην ἑώρα παρὰ πάντων ἀνθρώπων; Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ἤδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῶν παραμυθίας ἀλλ᾽ ἀρκεῖ πρὸς πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος.

Οἱ δὲ ἀσθενέστερον διακείμενοι καὶ ἄρτι πρὸς τὸ πρᾶγμα χειραγωγούμενοι οὐ μικρὰν καὶ ἀπὸ τῆς τῶν πολλῶν δόξης δυνάμεως προσθήκην λαμβάνουσιν, ἕως ἂν παιδαγωγηθέντες πάντοθεν κατὰ μικρὸν εἰς τὸ μηκέτι δεῖσθαι ταύτης τῆς χειραγωγίας καταστήσωσιν ἑαυτούς.

Οὐκ ἐκείνων δὲ μόνων ἕνεκεν ἀλλὰ καὶ τῆς τῶν χλευαζόντων αὐτῶν σωτηρίας τοῦτο γίνεται ὥστε μὴ περαιτέρω προελθεῖν τῆς κακίας αὐτοὺς τῷ μηδεμίαν ὑπὲρ τῶν προτέρων δοῦναι δίκην. Ἀλλὰ μεταξύ με ταῦτα λέγοντα καὶ ἡ τῶν κατὰ τὸν Ἡλίαν γενομένων εἰσῆλθε μνήμη. Ὅπερ γὰρ οἱ παῖδες παρὰ τῶν ἄρκων ἔπασχον διὰ τὸν Ἐλισσαῖον, τοῦτο διὰ τὸν τούτου διδάσκαλον ὑπὸ πυρὸς ἄνωθεν ἁφθέντος δὶς πεντήκοντα ἄνδρες ἅμα τοῖς προεστῶσιν αὐτῶν ὑπέμενον. Ἐπειδὴ γὰρ κἀκεῖνοι μετὰ πολλῆς τῆς εἰρωνείας προσελθόντες ἐκάλουν τὸν δίκαιον καὶ καταβαίνειν ἐκέλευον πρὸς αὐτούς, ἀντ᾽ ἐκείνου πῦρ κατελθὸν ἅπαντας αὐτοὺς κατέφαγε τῶν θηρίων οὐχ ἧττον ἐκείνων.

Ταῦτ᾽ οὖν ἐννοήσαντες, ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροί, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλὸν ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντας ὁρῶντες· «Οὗτοι ἦσαν οὓς εἴχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ· ἡμεῖς οἱ ἄφρονες τὸν βίον αὐτῶν ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτῶν ἄτιμον. Πῶς κατελογίσθησαν ἐν υἱοῖς Θεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτῶν ἐστιν; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν.» Ἀλλὰ τί κέρδος τῶν ῥημάτων τούτων τῆς μετανοίας ἐκνενευρισμένης ὑπὸ τοῦ καιροῦ τότε;

Διὰ τί οἱ τὰ αὐτὰ ἁμαρτάνοντες οὐ τὰ αὐτὰ κολάζονται. Ἀλλ᾽ ἴσως ἐρεῖ τις ὑμῶν· οὐδεὶς οὖν μετ᾽ ἐκείνους τοὺς καιροὺς ἐκακηγόρησεν ἁγίους ἄνδρας; Πολλοὶ καὶ πολλαχοῦ γῆς. Πῶς οὖν τὴν αὐτὴν δίκην οὐκ ἔδοσαν; φησίν. Ἔδοσαν μὲν καὶ τούτων ἴσμεν πολλούς. Εἰ δὲ ἔνιοι καὶ διέφυγον ἀλλ᾽ οὐκ εἰς τέλος διαφεύξονται. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, «Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι.» Καὶ καθάπερ οἱ νομοθέται τῶν ἀδικούντων τὰς τιμωρίας ἐν γράμμασι θέντες ἀφῆκαν, οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἕνα καὶ δεύτερον τῶν ἡμαρτηκότων κολάσας καὶ ὥσπερ ἐν στήλῃ χαλκῇ καὶ γράμμασι τὰς ἐκείνων καταθέμενος τιμωρίας διὰ τῶν ἐκείνοις συμβάντων ἅπασι διαλέγεται λέγων ὅτι κἂν ἐν τῷ παρόντι καιρῷ τιμωρίαν μὴ δῶσι τὴν αὐτὴν οἱ τὰ αὐτὰ τολμῶντες τοῖς δεδωκόσι κατὰ τὸν μέλλοντα καιρὸν χαλεπωτέραν ὑποστήσονται κόλασιν.

Ὅτι τοὺς ἁμαρτάνοντας καὶ μὴ κολαζομένους οὐχὶ θαρρεῖν ἀλλὰ δεδοικέναι διὰ τοῦτο μᾶλλον χρή. Ὥστε ὅταν ἄμετρα ἁμαρτάνοντες μηδὲν πάσχωμεν κακόν, μὴ θαρρῶμεν ἀλλὰ διὰ τοῦτο μᾶλλον φοβώμεθα. Κἂν γὰρ ἐνταῦθα μὴ κριθῶμεν ὑπὸ τοῦ Θεοῦ, ἐκεῖ σὺν τῷ κόσμῳ κατακριθησόμεθα. Καὶ αὕτη πάλιν οὐκ ἐμὴ ἡ ἀπόφασις ἀλλὰ τοῦ λαλοῦντος ἐν τῷ Παύλῳ Χριστοῦ. Τοῖς γὰρ τῶν μυστηρίων ἀναξίως μεταλαμβάνουσι διαλεγόμενός φησι· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Εἰσὶ μὲν γὰρ οἱ τῆς ἐνταῦθα μόνον ἐπιτιμήσεως δεόμενοι, ὅταν αὐτῶν σύμμετρα ᾖ τὰ ἁμαρτήματα καὶ κολασθέντες μηκέτι πάλιν πρὸς τὰ πρότερα ἀνατρέχωσι τὸν ἐπὶ τὸν ἔμετον ἐπιστρέψαντα κύνα μιμούμενοι. Εἰσὶ δὲ οἱ διὰ τὴν ὑπερβολὴν τῆς κακίας καὶ ἐνταῦθα καὶ ἐκεῖ τιννύντες δίκην· ἕτεροι δὲ μόνον ἐκεῖ τὴν τιμωρίαν ὑποστήσονται διὰ τὸ πάντων χαλεπώτερα εἰργάσθαι μὴ ἀξιωθέντες μετὰ ἀνθρώπων μαστιγωθῆναι. «Καὶ μετὰ ἀνθρώπων», γάρ φησιν, «οὐ μαστιγωθήσονται» ὡς τηρούμενοι μετὰ δαιμόνων κολάζεσθαι. «Πορεύεσθε», γάρ φησιν, «ἀπ᾽ ἐμοῦ εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.»

Πολλοὶ τὴν ἱερωσύνην ἥρπασαν χρήμασιν ἀλλ᾽ οὐκ ἔσχον τὸν ἐλέγχοντα οὐδὲ ἤκουσαν ἃ Σίμων ἤκουσε παρὰ τοῦ Πέτρου τότε. Ἀλλ᾽ οὐ διὰ τοῦτο διέφυγον ἀλλὰ πολλῷ χαλεπωτέραν ὑποστήσονται δίκην τῆς ἐνθάδε ὀφειλομένης ὅτι μηδὲ ἐκ τοῦ παραδείγματος ἐσωφρονίσθησαν. Πολλοὶ τὰ τοῦ Κορὲ ἐτόλμησαν ἀλλ᾽ οὐκ ἔπαθον τὰ τοῦ Κορέ, ἀλλὰ πείσονται ὕστερον ἐπὶ μείζονι τῇ ζημίᾳ. Πολλοὶ τὴν τοῦ Φαραὼ ζηλώσαντες ἀσέβειαν οὐ κατεποντίσθησαν ὥσπερ ἐκεῖνος, ἀλλὰ μένει τὸ τῆς γεέννης αὐτοὺς πέλαγος. Οὐδὲ γὰρ οἱ τοὺς ἀδελφοὺς ἀποκαλοῦντες μωροὺς ἤδη τὴν δίκην ἔδωκαν· ἐκεῖ γὰρ αὐτοῖς ἡ κόλασις τεταμίευται. Μὴ τοίνυν τὰς ἀποφάσεις τοῦ Θεοῦ ῥήματα εἶναι νομίζετε μόνον. Διὰ τοῦτο γὰρ καὶ ἐνίας αὐτῶν ἐπὶ τὸ ἔργον προήγαγεν, οἷον ἐπὶ τῆς Σαπφείρας, ἐπὶ τοῦ ταύτης ἀνδρός, ἐπὶ τοῦ Χαρμί, ἐπὶ τοῦ Ἀαρών, καὶ ἐφ᾽ ἑτέρων δὲ πολλῶν, ἵνα οἱ τοῖς λόγοις ἀπιστοῦντες αὐτοῦ τὴν ἀπὸ τῶν πραγμάτων πίστιν δυσωπηθέντες παύσωνται λοιπὸν ἀπατῶντες ἑαυτοὺς ὡς οὐ δώσοντες δίκην καὶ μαθῶσιν ὅτι τοῦ Θεοῦ τὸ χρηστὸν ἐν τῷ διδόναι προθεσμίαν τοῖς ἁμαρτάνουσιν, οὐκ ἐν τῷ μηδ᾽ ὅλως κολάζειν τοὺς ἐπιμένοντας τοῖς ἁμαρτήμασίν ἐστιν.