Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ παρθενίας

Ἰωάννης ὁ Χρυσόστομος

Η αποστολική διδασκαλία περί συζυγίας, εγκράτειας και προσευχής

Ανάλυση της διδασκαλίας του Αποστόλου Παύλου περί της συγκατάβασης στον γάμο προς αποφυγήν της πορνείας και της αναγκαιότητας της συζυγικής εγκράτειας για την προσήλωση στην προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 10

Ἐνῆν μὲν οὖν καὶ πλείονα λέγειν δεικνύντας ὅσον ἑαυτοῖς συνάγουσι πῦρ οἱ τὸ τῆς παρθενίας ἐξευτελίζοντες καλόν. Ἀλλὰ τοῖς μὲν σωφρονοῦσιν ἀρκεῖ καὶ ταῦτα, τοὺς δὲ ἀδιορθώτως ἔχοντας καὶ μαινομένους οὐδὲ πολλῷ τούτων πλείονα τῆς μανίας αὐτοὺς ἀποστῆσαι δυνήσεται. Διὸ τοῦτο τὸ μέρος ἀφέντες τοῦ λόγου πρὸς τοὺς σωφρονοῦντας αὐτὸν ἅπαντα τρέψωμεν, πάλιν ἐπὶ τὸν μακάριον Παῦλον ἐπανελθόντες. «Περὶ δὲ ὧν ἐγράψατέ μοι», φησί, «καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Αἰσχυνέσθωσαν ἀμφότεροι νῦν καὶ οἱ τὸν γάμον κακίζοντες καὶ οἱ παρὰ τὴν ἀξίαν αὐτὸν ἐπαίροντες.

Ἀμφοτέρους γὰρ ὁ μακάριος ἐπιστομίζει Παῦλος καὶ διὰ τούτων καὶ διὰ τῶν ἐφεξῆς κειμένων.

Ὅτι τοῖς ἀσθενοῦσιν ἀναγκαῖον ὁ γάμος. Καλὸν ὁ γάμος ὅτι ἐν σωφροσύνῃ τὸν ἄνδρα διατηρεῖ καὶ οὐκ ἀφίησιν εἰς πορνείαν κατακυλισθέντα ἀποθανεῖν. Μὴ τοίνυν αὐτὸν διαβάλῃς. Πολὺ γὰρ ἔχει τὸ κέρδος οὐκ ἐῶν τὰ μέλη τοῦ Χριστοῦ μέλη γενέσθαι πόρνης, οὐ συγχωρῶν τὸν ἅγιον ναὸν γίνεσθαι βέβηλον καὶ ἀκάθαρτον. Διὰ τοῦτο καλὸν ὅτι βαστάζει καὶ ἀνορθοῖ τὸν καταπίπτειν μέλλοντα. Ἀλλὰ τί τοῦτο πρὸς τὸν ἑστῶτα, πρὸς τὸν οὐ δεόμενον τῆς ἀπ᾽ αὐτοῦ βοηθείας; Ἐνταῦθα γὰρ οὐκέτι χρήσιμον τὸ πρᾶγμα οὐδὲ ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ ἐμπόδιον ἀρετῆς οὐ μόνον τῷ πολλὰ τιθέναι κωλύματα ἀλλὰ καὶ τῷ τὸ πλέον τῶν ἐγκωμίων ὑποτέμνεσθαι μέρος.

Ὅτι τὰ μέγιστα ἀδικεῖ ἑαυτὸν ὁ δυνάμενος παρθενεύειν καὶ γαμῶν. Τὸν γὰρ δυνάμενον γυμνὸν μάχεσθαι καὶ νικᾶν ὁ περιφράττων ὅπλοις οὐ μόνον οὐκ ὤνησεν ἀλλὰ καὶ τὴν ἐσχάτην ἀδικίαν ἠδίκησε τοῦ θαύματος ἀποστερήσας αὐτὸν καὶ τῶν λαμπρῶν στεφάνων. Οὐ γὰρ εἴασεν αὐτοῦ ἅπασαν φανῆναι τὴν ἰσχὺν οὐδὲ σφόδρα περιβόητον αὐτοῦ γενέσθαι τὸ τρόπαιον. Ἐπὶ δὲ τοῦ γάμου καὶ μείζων ἡ ζημία· οὐ γὰρ δόξης μόνον τῆς παρὰ τῶν πολλῶν ἀλλὰ καὶ μισθῶν ἀποστερεῖ τῶν τῇ παρθένῳ κειμένων. Διὰ ταῦτα «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Τί οὖν ἅπτεσθαι συγχωρεῖς; «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.» Φοβοῦμαί σε, φησίν, εἰς τὸ τῆς παρθενίας ὕψος ἀναγαγεῖν μὴ καταπέσῃς εἰς τὸ τῆς πορνείας βάραθρον. Οὔπω σοι κοῦφον γέγονε τὸ πτερὸν ἵνα πρὸς ἐκείνην ἐπάρω σε τὴν κορυφήν.

Καίτοι γε αὐτοὶ τὰ τῶν ἄθλων εἵλοντο καὶ τῷ τῆς παρθενίας ἐπεπήδησαν καλῷ. Τί τοίνυν φοβῇ καὶ τρέμεις, ὦ μακάριε Παῦλε; Ὅτι οὗτοι μέν, ἴσως ἂν εἶπε, τὸ πρᾶγμα ἀγνοοῦντες ταύτην ἔχουσι τὴν προθυμίαν, ἐμὲ δὲ ἡ πεῖρα καὶ τὸ ἤδη ταύτης ἧφθαι τῆς μάχης καὶ πρὸς τὸ συμβουλεύειν ἑτέροις ὀκνηρότερον ποιεῖ.

Ὅτι μέγα ἡ παρθενία καὶ μεγάλων πρόξενος ἀγαθῶν. Οἶδα τὴν βίαν τοῦ πράγματος, οἶδα τῶν ἀγωνισμάτων τούτων τὸν τόνον, οἶδα τοῦ πολέμου τὸ βαρύ. Φιλονείκου τινὸς καὶ βιαίας καὶ ἀπονενοημένης κατὰ τῶν ἐπιθυμιῶν δεῖ ψυχῆς. Ἐπὶ γὰρ ἀνθράκων δεῖ περιπατεῖν καὶ μὴ κατακαίεσθαι, ἐπὶ ξίφους βαδίζειν καὶ μὴ πλήττεσθαι. Τοσαύτη γὰρ τῆς ἐπιθυμίας ἡ ἰσχὺς ὅση καὶ πυρὸς καὶ σιδήρου. Κἂν μὴ οὕτω τύχῃ παρεσκευασμένη ψυχὴ μηδὲ ἐπιστρέφεσθαι πρὸς τὰς ἐκείνης ἀλγηδόνας, ταχέως ἑαυτὴν ἀπολεῖ. Δεῖ τοίνυν ἡμῖν ἀδαμαντίνης διανοίας, μηδέποτε καθεύδοντος ὀφθαλμοῦ, καρτερίας πολλῆς, τειχῶν ἰσχυρῶν, τοίχων ἔξωθεν καὶ μοχλῶν, φυλάκων ἐγρηγορότων καὶ γενναίων, καὶ πρὸ τούτων ἁπάντων τῆς ἄνωθεν ῥοπῆς. «Ἐὰν» γὰρ «μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησαν οἱ φυλάσσοντες αὐτήν.» Πῶς οὖν τὴν ῥοπὴν ἐπισπασόμεθα ταύτην; Ὅταν τὰ παρ᾽ ἑαυτῶν ἅπαντα εἰσενέγκωμεν, λογισμὸν ὑγιῆ, νηστείας καὶ ἀγρυπνίας πολλὴν τὴν ἐπίτασιν, νομοθεσίας ἀκρίβειαν, ἐντολῶν φυλακὴν καὶ τὸ πάντων κεφάλαιον τὸ μὴ θαρρεῖν ἑαυτοῖς. Κἂν γὰρ μεγάλα κατωρθωκότες τύχωμεν, ἐκεῖνο λέγειν ἀναγκαῖον πρὸς ἑαυτοὺς διὰ παντός· «Ἐὰν μὴ κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.» «

Οὐ» γάρ «ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Καὶ δεῖ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ὡπλισμένους ἡμᾶς ἑστάναι τοὺς λογισμοὺς καὶ φοβεροὺς εἶναι ταῖς ἀναισχύντοις ἐπιθυμίαις. Ὡς ἂν μικρὸν ἐνδῶσιν, ἕστηκεν ὁ διάβολος πῦρ ἔχων μετὰ χεῖρας ὥστε ἐναφεῖναι καὶ καταφλέξαι τοῦ Θεοῦ τὸν ναόν. Πάντοθεν οὖν ἡμᾶς ὠχυρῶσθαι χρή. Πρὸς γὰρ φύσεως ἀνάγκην ἡμῖν ἡ μάχη, πρὸς ἀγγέλων πολιτείαν ὁ ζῆλος, μετὰ ἀσωμάτων δυνάμεων ὁ δρόμος. Ἡ γῆ καὶ ὁ σποδὸς τοῖς ἐν οὐρανῷ διατρίβουσιν ἐξισοῦσθαι φιλονεικεῖ καὶ ἡ φθορὰ πρὸς τὴν ἀφθαρσίαν τὴν ἅμιλλαν ἔθετο.

Ἔτ᾽ οὖν γάμον καὶ ἡδονὴν τοσούτῳ πράγματι παραβαλεῖν τολμήσει τις, εἰπέ μοι; Καὶ πῶς οὐκ εὔηθες λίαν; Ταῦτα ἅπαντα ὁ Παῦλος συνειδὼς ἔλεγεν· «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω.» Διὰ ταῦτα ἀνεδύετο, διὰ ταῦτα οὐκ ἐθάρρει διαλεχθῆναι ἐξ ἀρχῆς περὶ παρθενίας αὐτοῖς, ἀλλὰ τοῖς περὶ τοῦ γάμου λόγοις ἐνδιατρίβει κατὰ μικρὸν ἀποστῆσαι τοῦ γάμου βουλόμενος αὐτούς, καὶ τοὺς περὶ τῆς ἐγκρατείας λόγους βραχεῖς ποιησάμενος ἐκείνοις πολλοῖς οὖσιν αὐτοὺς ἐγκατέμιξεν, οὐκ ἀφιεὶς πληγῆναι τὴν ἀκοὴν τῷ τῆς παραινέσεως αὐστηρῷ. Ὁ γὰρ ὅλον δι᾽ ὅλου διὰ τῶν βαρυτέρων πλέκων τὸν λόγον ἐπαχθής τέ ἐστι τῷ ἀκούοντι καὶ πολλάκις ἀναγκάζει μετασκιρτῆσαι τὴν ψυχὴν μὴ φέρουσαν τῶν λεγομένων τὸ βάρος. Ὁ δὲ ποικίλλων αὐτὸν καὶ πλείονα ἀπὸ τῶν ῥᾴστων ἢ τῶν δυσκόλων τιθεὶς τὴν μίξιν, τὸ τοῦ πράγματος κλέπτει βαρὺ καὶ διαναπαύσας τὸν ἀκροατὴν οὕτω πείθει καὶ προσάγεται μᾶλλον, ὅπερ οὖν καὶ ὁ μακάριος Παῦλος ἐποίησεν.

Εἰπὼν γάρ· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι», ἀπεπήδησεν ἐπὶ τὸν γάμον εὐθέως, «Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω» λέγων· καὶ τὸ μὲν μακαρίσας μόνον ἀφῆκε· «Καλόν», γάρ φησιν, «ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Περὶ δὲ τοῦ γάμου καὶ συμβουλεύει καὶ ἐπιτάττει καὶ αἰτίαν προστίθησι· «Διὰ γὰρ τὰς πορνείας», φησί. Καὶ δοκεῖ μὲν αἰτιολογεῖν τοῦ γάμου τὴν συγχώρησιν. Τὸ δὲ ἀληθὲς λανθανόντως ἐν ταῖς περὶ τοῦ γάμου προφάσεσιν ἐπαίρει τὸ τῆς ἐγκρατείας ἐγκώμιον, οὐ φανερῶς ἐκκαλύπτων τῷ λόγῳ ἀλλὰ τῷ συνειδότι τῶν ἀκουόντων καταλιμπάνων αὐτό. Ὁ γὰρ μαθὼν ὅτι παραινεῖται γαμεῖν, οὐκ ἐπειδὴ τὸ κράτιστον τῆς ἀρετῆς ὁ γάμος ἀλλ᾽ ἐπειδὴ τοσαύτην αὐτοῦ κατέγνω λαγνείαν ὁ Παῦλος ὡς ἄνευ γάμου μὴ δυναμένου λαγνείας ἀπέχεσθαι, ἐρυθριάσας καὶ αἰσχυνθεὶς σπουδάσει ταχέως ἐπιλαβέσθαι τῆς παρθενίας καὶ τὴν τοσαύτην ἀποκρούσασθαι δόξαν.

Ὅτι τὰ περὶ γάμου λεγόμενα παρθενίας ἐστὶ προτρεπτικά. Τί δὴ μετὰ ταῦτά φησιν; «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.» Εἶτα ἑρμηνεύων αὐτὸ καὶ σαφέστερον ποιῶν ἐπάγει· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ἡ γυνή.» Καὶ ταῦτα δοκεῖ μὲν ὑπὲρ τοῦ γάμου λέγεσθαι. Τὸ δὲ ἀληθὲς ὥσπερ ἄγκιστρον τῇ συνήθει περιστείλας τροφῇ, οὕτως εἰς τὰς τῶν μαθητῶν ἐνίησιν ἀκοάς, αὐτοῖς τοῖς περὶ τοῦ γάμου λόγοις ἐξαγαγεῖν αὐτοὺς τοῦ γάμου βουλόμενος.

Ὁ γὰρ ἀκούσας ὅτι μετὰ τὸν γάμον οὐκ ἔσται κύριος ἑαυτοῦ ἀλλ᾽ ἐν τῇ τῆς γυναικὸς κείσεται γνώμῃ ταχέως ἀπαλλαγῆναι σπουδάσει τῆς πικροτάτης δουλείας, μᾶλλον δὲ μηδὲ τὴν ἀρχὴν τὸν ζυγὸν ὑπελθεῖν, ἐπειδὴ εἰσελθόντα ἅπαξ δουλεύειν ἀνάγκη λοιπὸν ἕως ἂν τῇ γυναικὶ τοῦτο δοκῇ. Καὶ ὅτι οὐχ ἁπλῶς καταστοχαζόμενος λέγω τῆς τοῦ Παύλου γνώμης ἀπὸ τῶν μαθητῶν ῥᾴδιον τοῦτο καταμαθεῖν. Οὐδὲ γὰρ ἐκεῖνοι πρότερον φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸν γάμον ἐνόμισαν, ἀλλ᾽ ὅτε ἤκουσαν τοῦ κυρίου εἰς ταύτην αὐτοὺς κατακλείοντος τὴν ἀνάγκην εἰς ἣν καὶ τοὺς Κορινθίους ὁ Παῦλος τότε. Τὸ γὰρ «Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχᾶσθαι», καὶ τὸ «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ῥήμασι μὲν ἑτέροις, γνώμῃ δὲ εἴρηται τῇ αὐτῇ. Εἰ δέ τις ἀκριβέστερον καταμάθοι τὸ τοῦ Παύλου, μᾶλλον ἐπιτείνει τὴν τυραννίδα καὶ φορτικωτέραν ἐργάζεται τὴν δουλείαν. Ὁ μὲν γὰρ κύριος οὐκ ἀφίησι τὸν ἄνδρα ἐκ τῆς οἰκείας ἐκβαλεῖν τὴν γυναῖκα. Ὁ δὲ Παῦλος καὶ τὴν τοῦ οἰκείου σώματος ἐξουσίαν παραιρεῖται, πᾶσαν αὐτοῦ τὴν ἀρχὴν τῇ γυναικὶ παραδιδοὺς καὶ ἀργυρωνήτου μᾶλλον ὑποτάξας οἰκέτου. Τούτῳ μὲν γὰρ ἔξεστι πολλάκις καὶ παντελοῦς ἐλευθερίας τυχεῖν, εἰ δυνηθείη ποτὲ εὐπορήσας ἀργυρίου καταθεῖναι τὴν τιμὴν τῷ δεσπότῃ.

Ὁ δὲ ἀνὴρ κἂν τὴν ἁπάντων ἀργαλεωτέραν ἔχῃ γυναῖκα, στέργειν ἀναγκάζεται τὴν δουλείαν καὶ λύσιν οὐδεμίαν οὐδὲ διέξοδον ταύτης δύναται τῆς δεσποτείας εὑρεῖν.

Ὅτι τὸ μὴ ἀποστερεῖτε ἀλλήλους εἰς παρθενίαν ἐστὶν ἐνάγοντος. Εἰπὼν τοίνυν· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε.» Πολλοὺς ἐνταῦθα τῶν τὴν παρθενίαν ἐπανῃρημένων οἶμαι καὶ ἐρυθριᾶν καὶ αἰσχύνεσθαι ἐπὶ τῇ πολλῇ συγκαταβάσει τοῦ Παύλου.

Ἀλλὰ μὴ δείσητε μηδὲ ἀβέλτερόν τι πάθητε. Δοκεῖ μὲν γὰρ καὶ ταῦτα εἶναι χαριζομένου τοῖς γεγαμηκόσιν, εἰ δέ τις αὐτὰ ἀκριβῶς διασκέψαιτο τῆς αὐτῆς ὄντα τοῖς προτέροις εὑρήσει γνώμης. Εἰ μὲν γάρ τις αὐτὰ ἁπλῶς ἐπιέναι βούλοιτο τῆς προκειμένης ἀποκόπτων αἰτίας, δόξει νυμφευτρίας εἶναι μᾶλλον ἢ ἀποστόλου τὰ ῥήματα. Εἰ δὲ τὸν σκόπον ἅπαντα ἀναπτύξειε καὶ ταύτην καιρίαν εὑρήσει τῆς ἀποστολικῆς ἀξίας τὴν παραίνεσιν.

Διὰ τί γὰρ μακρότερον ἐπέξεισι τούτῳ τῷ λόγῳ; Οὐ γὰρ ἤρκει διὰ τῶν ἀνωτέρω τοῦτο σεμνότερον ἐνδειξάμενον μέχρις ἐκείνου στῆσαι τὴν παραίνεσιν; Τί γὰρ ἔχει πλεῖον τοῦ «Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω» καὶ «Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», τὸ «Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν»; πλέον μὲν οὐδέν. Τὸ δὲ ἐν βραχεῖ καὶ ἀμυδρῶς εἰρημένον ἐκεῖ διὰ πλειόνων ἐνταῦθα σαφέστερον ἐξειργάσατο. Ποιεῖ δὲ τοῦτο μιμούμενος τὸν ἅγιον τοῦ Θεοῦ Σαμουήλ. Καθάπερ γὰρ ἐκεῖνος μετὰ πάσης ἀκριβείας τοὺς περὶ τῆς βασιλείας ἐξηγεῖται νόμους τοῖς ἰδιώταις, οὐχ ἵνα δέξωνται ἀλλ᾽ ἵνα μὴ δέξωνται, καὶ δοκεῖ μὲν διδασκαλίας τὸ πρᾶγμα εἶναι, τὸ δὲ ἀληθὲς ἀποτροπή τις ἦν τῆς ἐπιθυμίας αὐτῶν τῆς ἀκαίρου, οὕτω καὶ ὁ Παῦλος τοῦ γάμου τὴν τυραννίδα συνεχέστερον στρέφει καὶ σαφέστερον, τούτους αὐτοὺς τοῖς ῥήμασιν ἐκεῖθεν ἐξελκύσαι βουλόμενος. Εἰπὼν γάρ· «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει», ἐπάγει· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου, ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ.» Ὁρᾷς πῶς ἀνυπόπτως καὶ ἀνεπαχθῶς τοὺς ἐν τῷ γάμῳ μένοντας εἰς τὴν τῆς ἐγκρατείας γυμνασίαν ἐνήγαγε; Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἁπλῶς τὸ πρᾶγμα ἐπῄνεσεν εἰπών· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.»

Ἐνταῦθα δὲ καὶ παραίνεσιν προσέθηκεν εἰπών· «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» Διὰ τί δὲ καὶ ἐν παραινέσει ὅπερ θεῖναι ἠβούλετο εἰσήγαγεν ἀλλ᾽ οὐκ ἐν ἐπιτάγματος σχήματι; Οὐ γὰρ εἶπεν· ἀποστερεῖτε μὲν ἀλλήλους, συμφώνως δέ, ἵνα σχολάσητε τῇ προσευχῇ, ἀλλὰ τί; «Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μή τι ἂν ἐκ συμφώνου.» Ὅτι οὗτος προσηνέστερος ὁ λόγος ἐγένετο, τοῦ διδασκάλου τὴν γνώμην δεικνὺς οὐ μετὰ σφοδρότητος τοῦτο ἀπαιτοῦσαν, ὅτε μάλιστα καὶ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἡ ἔκτισις γίνεται.

Οὐ τούτῳ δὲ μόνον παραμυθεῖται τὸν ἀκροατὴν ἀλλὰ καὶ τῷ τὸ μὲν τραχὺ βραχέσι συστεῖλαι ῥήμασι, πρὶν ἢ δὲ ἀλγῆσαι τὸν ἀκούοντα ἐπὶ τὰ ἡδύτερα μεταπηδῆσαι καὶ τούτοις ἐνδιατρῖψαι μᾶλλον.

Διὰ τί εἰ τίμιος ὁ γάμος τοῖς νηστεύουσι παραινεῖ ὁ ἀπόστολος συνουσίας ἀπέχεσθαι. Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τί δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ. Ὅτι τῶν σφόδρα ἀτόπων ἦν Ἰουδαίους μέν—οἷς ἅπαντα τὰ σωματικὰ διατετύπωτο, οἷς καὶ δύο γυναῖκας ἔχειν ἠφεῖτο καὶ τὰς μὲν ἐκβάλλειν, τὰς δὲ ἀντεισάγειν—τοσαύτην ποιεῖσθαι τοῦ πράγματος πρόνοιαν ὡς μέλλοντας θείων ἀκούειν λόγων ἀποστῆναι καὶ τῆς κατὰ νόμον μίξεως καὶ ταῦτα οὐ μίαν οὐδὲ δύο μόνον ἡμέρας ἀλλὰ καὶ πλείους, ἡμᾶς δὲ τοὺς τοσαύτης ἀπολαύοντας χάριτος, τοὺς πνεῦμα λαβόντας, τοὺς νεκρωθέντας, τοὺς συνταφέντας τῷ Χριστῷ, τοὺς υἱοθεσίας ἀξιωθέντας, τοὺς εἰς τοσαύτην ἀναχθέντας τιμὴν μετὰ τοσαῦτα καὶ τηλικαῦτα ἀγαθὰ μηδὲ εἰς τὴν αὐτὴν ἀφικέσθαι τοῖς νηπίοις ἐκείνοις σπουδήν.

Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν, αὐτὸς δὲ ὁ Μωϋσῆς διὰ τί τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν, ἐκεῖνο ἂν εἴποιμι ὅτι εἰ καὶ τίμιος ὁ γάμος ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ᾽ ἂν ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως ἀλλὰ τῆς παρθενίας ἐστίν. Ὅτι δὲ οὐ Μωϋσῆς μόνον οὐδὲ Παῦλος ταῦτα παρήγγελον, ἄκουσον τί φησιν ὁ Ἰωήλ· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε ἐκκλησίαν, συναγάγετε πρεσβυτέρους.» Ἀλλ᾽ ἐκεῖνο ἴσως ζητεῖς, ποῦ γυναικὸς ἀπέχεσθαι ἐκέλευσεν; «Ἐξελθέτω», φησί, «νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς.» Τοῦτο γὰρ καὶ Μωσαϊκοῦ μεῖζόν ἐστιν ἐπιτάγματος. Εἰ γὰρ νυμφίον καὶ νύμφην, οἷς ἀκμάζει τὰ τῆς ἐπιθυμίας, οἷς ἡ νεότης σφριγᾷ, οἷς ὁ πόθος ἀκάθεκτος, οὐ χρὴ συνιέναι κατὰ τὸν τῆς νηστείας καιρὸν καὶ τῆς προσευχῆς, πόσῳ μᾶλλον τοὺς λοιποὺς τοὺς οὐκ ἔχοντας τοσαύτην μίξεως ἀνάγκην; Τὸν γὰρ εὐχόμενον ὡς χρὴ καὶ νηστεύοντα πάντα ἀπορρῖψαι δεῖ πόθον βιωτικόν, πᾶσαν φροντίδα καὶ διάχυσιν καὶ πανταχόθεν ἑαυτὸν συναγαγόντα καλῶς οὕτω προσιέναι τῷ Θεῷ. Διὰ τοῦτο καὶ ἡ νηστεία καλὸν ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας καὶ τὴν περιρρέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν.

Τοῦτο καὶ ὁ Παῦλος αἰνιττόμενος ἀπάγει τῆς μίξεως καὶ τῇ λέξει σφόδρα καιρίως κέχρηται. Οὐ γὰρ εἶπεν· ἵνα μὴ μολυνθῆτε, ἀλλ᾽ «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ», ὡς τῆς πρὸς γυναῖκα ὁμιλίας οὐκ εἰς ἀκαθαρσίαν ἀλλ᾽ εἰς ἀσχολίαν ἀγούσης.

Ὅτι ἀναγκαίως ἀπέστησε συνουσίας τοὺς μέλλοντας σχολάζειν εὐχῇ. Ὅπου γὰρ νῦν μετὰ τὴν τοσαύτην ἀσφάλειαν πειρᾶται ἐμποδίζειν ἡμῖν κατὰ τὸν τῆς προσευχῆς καιρὸν ὁ διάβολος, ἂν διακεχυμένην λάβῃ ψυχὴν καὶ ὑπὸ τῆς πρὸς τὴν γυναῖκα συμπαθείας μεμαλαγμένην, τί οὖν ἐργάσεται τῇδε κἀκεῖσε τοὺς τῆς διανοίας ἀναρριπίζων ὀφθαλμούς; Ὅπερ ἵνα μὴ πάθωμεν μηδὲ ὅτε μάλιστα ἵλεω σπουδάζομεν ἡμῖν καταστῆσαι τὸν Θεόν, τότε αὐτῷ προσκρούωμεν διὰ τῆς οὕτω ματαίας εὐχῆς, κελεύει τῆς κοίτης ἀπηλλάχθαι τότε.

Ὅτι ῥαθύμως εὐχόμενοι οὐ μόνον οὐκ ἐξιλεούμεθα ἀλλὰ καὶ παροξύνομεν τὸν Θεόν. Εἰ γὰρ οἱ τοῖς βασιλεῦσι προσιόντες—τί λέγω βασιλεῦσιν; —ἐσχάτοις μὲν οὖν ἄρχουσι καὶ δεσπόταις δοῦλοι ἐντυγχάνοντες, ἄν τε ὑφ᾽ ἑτέρων ἠδικημένοι τοῦτο ποιῶσιν ἄν τε αὐτοὶ δεόμενοι παθεῖν εὖ ἄν τε ὀργήν τινα καθ᾽ ἑαυτῶν ἐγηγερμένην κοιμίσαι σπεύδοντες καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν διάνοιαν ἅπασαν ἐπιστρέψαντες πρὸς ἐκείνους, οὕτω ποιοῦνται τὴν ἐντυχίαν, κἂν μικρὸν ἀπορραθυμήσωσιν, οὐ μόνον οὐ κατώρθωσαν ὑπὲρ ὧν ἐδέοντο ἀλλὰ καὶ κακόν τι προσλαβόντες ἀπώσθησαν. Εἰ οἱ θυμὸν ἀνθρώπων παῦσαι βουλόμενοι, τοσαύτῃ κέχρηνται τῇ σπουδῇ, τί πεισόμεθα ἡμεῖς οἱ δείλαιοι, μετὰ τοσαύτης ῥαθυμίας τῷ πάντων δεσπότῃ προσιόντες Θεῷ καὶ ταῦτα πολλῷ μείζονος ὀργῆς ὄντες ὑπεύθυνοι;

Οὔτε γὰρ οἰκέτης δεσπότην οὔτε ἀρχόμενος βασιλέα παροξύνειεν ἂν οὕτως ὡς τὸν Θεὸν καθ᾽ ἑκάστην ἡμέραν ἡμεῖς. Καὶ τοῦτο ἐμφαίνων ὁ Χριστὸς τὰ μὲν εἰς τὸν πλησίον ἁμαρτήματα ἑκατὸν ἐκάλει δηνάρια, τὰ δὲ εἰς τὸν Θεὸν μύρια τάλαντα. Ἐπεὶ οὖν τοσαύτην ἐν ταῖς εὐχαῖς πρόσιμεν σβέσοντες ὀργὴν καὶ ὃν οὕτω καθ᾽ ἑκάστην ἐκπολεμοῦμεν τὴν ἡμέραν καταλλάξοντες, εἰκότως ἡμᾶς ἀπάγει τῆς ἡδονῆς ἐκείνης μονονουχὶ λέγων· περὶ ψυχῆς ἡμῖν ὁ λόγος, ἀγαπητοί, ὑπὲρ τῶν ἐσχάτων ὁ κίνδυνος· τρέμειν δεῖ καὶ δεδοικέναι καὶ συνεστάλθαι· δεσπότῃ πρόσιμεν φοβερῷ πολλὰ παρ᾽ ὑμῶν ὑβρισμένῳ μεγάλα ἡμῖν ἔχοντι καὶ ὑπὲρ μεγάλων ἐγκαλεῖν.

Οὐ περιπλοκῶν οὗτος ὁ καιρὸς οὔτε ἡδονῶν ἀλλὰ δακρύων καὶ στεναγμῶν πικρῶν, προσπτώσεως, ἐξομολογήσεως ἀκριβοῦς, λιτανείας συντεταμένης, ἱκετηρίας πολλῆς. Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσελθόντα σπουδῆς δυνηθῆναι μειλίξασθαι τὴν ὀργὴν ἐκείνην, οὐχ ὅτι ἀπηνὴς οὐδ᾽ ὅτι ὠμὸς ὁ δεσπότης ἡμῶν—καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος—ἀλλ᾽ ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως. Διό φησιν· «Ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ προσευχῇ.» Τί οὖν ἂν εἴη τῆς δουλείας ταύτης πικρότερον; Βούλει, φησίν, ἐπιδοῦναι πρὸς ἀρετήν, ἀναπτῆναι πρὸς οὐρανόν, νηστείαις καὶ εὐχαῖς συνεχῶς προσκαρτερῶν ἀποσμῆξαι τὸν ῥύπον τῆς ψυχῆς; Εἶτα ἂν μὴ βούληται ἐκείνη ταύτῃ ἐπινεῦσαι τῇ γνώμῃ, ἀνάγκη δουλεύειν αὐτῆς τῇ λαγνείᾳ. Διὰ τοῦτο γὰρ ἀρχόμενος ἔλεγε· «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι.» Διὰ τοῦτο καὶ οἱ μαθηταὶ πρὸς τὸν κύριον εἶπον· «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» Λογισάμενοι γὰρ ὅτι πολλὴ ἀνάγκη θατέρῳ τῷ μέρει γενέσθαι τὴν ἐπήρειαν καὶ στενοχωρηθέντες ὑπὸ τῶν λογισμῶν ταύτην ἀφῆκαν τὴν φωνήν.