Πρῶτον μὲν γὰρ ὅταν ἴδῃ ψυχὴν πεφραγμένην προσευχαῖς, οὐ τολμᾷ γενέσθαι πλησίον, δεδοικὼς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἣν αἱ προσευχαὶ παρέχουσι, μᾶλλον τρέφουσαι τὴν ψυχὴν, ἢ τὰ σώματα σῖτος· ἔπειτα οἱ προσευχόμενοι σπουδαίως, οὐχ ὑπομένουσιν οὐδὲν παθεῖν τῆς προσευχῆς ἀνάξιον, ἀλλ᾽ αἰσχυνόμενοι τὸν Θεὸν, ᾧ διελέχθησαν ἄρτι, πᾶσαν ἀπωθοῦνται ταχέως τοῦ Πονηροῦ μηχανὴν, ἐνθυμούμενοι παρ᾽ ἑαυτοῖς, ὅσον ἐστὶ κακὸν, ἄρτι τῷ Θεῷ λαλήσαντα, καὶ δεηθέντα περὶ σωφροσύνης καὶ ὁσιότητος, εὐθὺς ἐπὶ τὸν διάβολον μεταστῆναι, καὶ παραδέξασθαι τῇ ψυχῇ τὰς αἰσχρὰς ἡδονὰς, καὶ δοῦναι τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν διάνοιαν, ἣν ἄρτι Θεὸς ἐπεσκέψατο, καὶ συγχωρῆσαι τοῖς δαίμοσιν ἐμβατεύειν εἰς ψυχὰς, ἐν αἷς ἡ τοῦ Πνεύματος χάρις πολλὴν ἐπεδείξατο φιλανθρωπίαν καὶ πρόνοιαν. Καὶ ὅπως, ἄκουσον· Ἀμήχανον ἀνθρώπῳ δυνηθῆναι θείαν ἐνεγκεῖν ὁμιλίαν ἄνευ τῆς ἐνεργείας τοῦ Πνεύματος, ἀλλὰ δεῖ ταύτης παρούσης καὶ συνεφαπτομένης τῶν ἁγίων ἀγώνων, οὕτως εἰσελθεῖν, καὶ κάμψαι γόνατα, καὶ δεηθῆναι, καὶ προσεύξασθαι. Ἐπειδὴ γὰρ κρεῖττον ἢ κατὰ ἄνθρωπον λαλῆσαι Θεῷ, δεῖ τὴν χάριν τοῦ Πνεύματος ἐλθοῦσαν εἰς ἡμᾶς ἐπιῤῥῶσαι, καὶ θαῤῥῦναι, καὶ διδάξαι τῆς τιμῆς τὸ μέγεθος.