Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Α΄: Η αξία και η αναγκαιότητα της προσευχής

Η προσευχή αναδεικνύεται ως φως της ψυχής, αγγελικό έργο και απαραίτητη προϋπόθεση για την απόκτηση των αρετών και την πνευματική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 7

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ. Λόγος αʹ. Ἀμφοτέρων ἕνεκα προσήκει τοὺς τοῦ Θεοῦ θεράποντας μακαρίζειν καὶ θαυμάζειν· ὅτι τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν ταῖς ἁγίαις εἶχον εὐχαῖς, καὶ ὅτι γραφῇ φυλάξαντες τοὺς ὕμνους καὶ τὰς λατρείας, ἃς τῷ Θεῷ σὺν χαρᾷ καὶ φόβῳ προσέφερον, καὶ εἰς ἡμᾶς διέδωκαν τὸν ἑαυτῶν θησαυρὸν, ἵνα πρὸς τὸν οἰκεῖον ζῆλον πᾶν τὸ ἐπιγινόμενον ἐπισπάσασθαι δυνηθῶσιν. Διαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν ἀκροατὰς μιμητὰς προσήκει φαίνεσθαι τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα τὸν χρόνον ταῖς προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι νομίζοντες, τὸ προσεύχεσθαι τῷ Θεῷ μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου ψυχῆς. Ὥσπερ γὰρ τῷ σώματι φῶς ἥλιος, οὕτω τῇ ψυχῇ ἡ προσευχή. Εἰ οὖν τυφλῷ ζημία τὸ μὴ ὁρᾷν τὸν ἥλιον, πόση ζημία Χριστιανῷ τὸ μὴ προσεύχεσθαι συνεχῶς καὶ διὰ τῆς εὐχῆς τὸ τοῦ Χριστοῦ φῶς εἰς τὴν ψυχὴν εἰσάγειν; Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν εἰς ἡμᾶς ἐπιδείκνυται, τοσαύτην τιμὴν ἀνθρώποις χαριζόμενος, ὡς καὶ προσευχῆς ἀξιῶσαι καὶ ὁμιλίας τῆς ἑαυτοῦ; Θεῷ γὰρ ὡς ἀληθῶς λαλοῦμεν τῷ καιρῷ τῆς προσευχῆς, δι᾽ ἧς καὶ τοῖς ἀγγέλοις συναπτόμεθα, καὶ τὴν πρὸς τὰ ἄλογα κοινωνίαν πολὺ φαινόμεθα διαφεύγοντες.

Ἀγγέλων γὰρ ἔργον ἡ προσευχὴ, ὑπεραίρουσα καὶ τὴν ἐκείνων ἀξίαν, εἴπερ κρεῖττόν ἐστι τῆς ἀγγέλων ἀξίας τὸ Θεῷ διαλέγεσθαι. Καὶ ὅτι γε κρεῖττόν ἐστιν, αὐτοὶ διδάσκουσιν ἡμᾶς, σὺν πολλῷ μὲν φόβῳ τὰς εὐχὰς προσφέροντες, παρέχοντες δὲ ἡμῖν εἰδέναι καὶ μανθάνειν, ὅτι προσήκει τῷ Θεῷ προσιόντας σὺν χαρᾷ καὶ φόβῳ τοῦτο ποιεῖν· φόβῳ μὲν, δεδοικότας μὴ τῆς προσευχῆς ἀνάξιοι φανῶμεν, χαρᾶς δὲ μεστοὺς γινομένους ἐπὶ τῷ μεγέθει τῆς τιμῆς, ὅτι τοσαύτης καὶ τοιαύτης προνοίας τὸ θνητὸν ἠξιώθη γένος, ὡς καὶ θείας ἀπολαύειν ὁμιλίας συνεχῶς, δι᾽ ἧς καὶ θνητοὶ εἶναι καὶ πρόσκαιροι διαφεύγομεν, φύσει μὲν ὄντες θνητοὶ, τῇ δὲ πρὸς Θεὸν ὁμιλίᾳ πρὸς ἀθάνατον ζωὴν μεταβαίνοντες. Ἀνάγκη γὰρ τὸν ὁμιλοῦντα Θεῷ καὶ κρείττονα γενέσθαι θανάτου καὶ πάσης διαφθορᾶς. Καὶ ὥσπερ ἀνάγκη πᾶσα τῆς ἡλιακῆς ἀκτῖνος τὸν ἀπολαύοντα διαφεύγειν τὸ σκότος, οὕτως ἀνάγκη πᾶσα τὸν θείας ὁμιλίας ἀπολαύοντα μηκέτι εἶναι θνητόν. Αὐτὸ γὰρ τὸ τῆς τιμῆς μέγεθος πρὸς ἀθανασίαν ἡμᾶς μεθίστησιν. Εἰ γὰρ τοὺς βασιλεῖ διαλεγομένους, καὶ τῆς παρ᾽ ἐκείνου τιμῆς ἀπολαύοντας, ἀμήχανον εἶναι πένητας, πολλῷ μᾶλλον ἀδύνατον τοὺς τῷ Θεῷ προσευχομένους καὶ ὁμιλοῦντας θνητὰς ἔχειν ψυχάς· θάνατος γὰρ ψυχῆς ἀσέβεια καὶ βίος παράνομος.

Οὐκοῦν καὶ ζωὴ ψυχῆς ἡ τοῦ Θεοῦ λατρεία, καὶ βίος ὁ ταύτῃ πρέπων· βίον δὲ ὅσιον καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ πρέποντα προσευχὴ συνάγει, καὶ θησαυρίζει θαυμαστῶς ταῖς ἡμετέραις ψυχαῖς. Εἴτε γὰρ παρθενίας τις ἐραστὴς, εἴτε τὴν ἐν γάμῳ σωφροσύνην τιμᾷν ἐσπουδακὼς, εἴτε κρατεῖν ὀργῆς καὶ πραότητι συζῇν, εἴτε φθόνου καθαρεύειν, εἴτε ἄλλο τι τῶν προσηκόντων ποιεῖν, προσευχῆς ἡγουμένης, καὶ προλεαινούσης τὴν τοιαύτην ὁδὸν τοῦ βίου, εὐχερῆ τε καὶ ῥᾴδιον ἕξει τὸν τῆς εὐσεβείας δρόμον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοὺς αἰτοῦντας παρὰ τοῦ Θεοῦ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ πραότητα, καὶ χρηστότητα, μὴ τυγχάνειν τῆς εὐχῆς. Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.

Καὶ ἀλλαχοῦ πάλιν· Τίς ἐστι, φησὶν, ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν; Τοιούτοις μὲν λόγοις καὶ τοιαύταις ἐλπίσιν ἐπὶ προσευχὴν παρεκάλεσεν ἡμᾶς ὁ τῶν ὅλων Κύριος· ἡμᾶς δὲ προσήκει τῷ Θεῷ πειθομένους ἀεὶ ζῇν ἐν ὕμνοις καὶ προσευχαῖς, ἀκριβέστερον τῆς τοῦ Θεοῦ λατρείας ἐχομένους, ἢ τῆς ἑαυτῶν ψυχῆς· οὕτω γὰρ ἡμῖν ὑπάρξειε ζῇν ἀεὶ τὴν πρέπουσαν ἀνθρώποις ζωήν. Ὅστις γὰρ οὐ προσεύχεται τῷ Θεῷ, οὐδὲ θείας ὁμιλίας ἀπολαύειν ἐπιθυμεῖ συνεχῶς, νεκρός ἐστι καὶ ἄψυχος, καὶ οὐ μετέχει τοῦ φρονεῖν. Αὐτὸ γὰρ τοῦτο μέγιστον ἀφροσύνης σημεῖον, τὸ μὴ ἐπίστασθαι τὸ μέγεθος τῆς τιμῆς, μηδὲ ἐρᾷν προσευχῆς, μηδὲ θάνατον ἡγεῖσθαι ψυχῆς τὸ μὴ προσκυνεῖν τῷ Θεῷ. Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο τὸ ἡμέτερον, ψυχῆς μὴ παρούσης, νεκρόν ἐστι καὶ δυσῶδες· οὕτω ψυχὴ, μὴ κινοῦσα ἑαυτὴν εἰς προσευχὴν, νεκρά ἐστι, καὶ ἀθλία, καὶ δυσώδης. Ἀλλὰ μὴν ὅτι γε θανάτου παντὸς πικρότερον ἡγεῖσθαι προσήκει στερηθῆναι προσευχῆς, διδάσκει καλῶς ἡμᾶς Δανιὴλ, ὁ μέγας προφήτης, μᾶλλον δὲ ἑλόμενος ἀποθανεῖν, ἢ τρεῖς ἡμέρας μόνας στερηθῆναι προσευχῆς.

Οὐ γὰρ ἀσεβῆσαι τούτῳ προσέταξεν ὁ τῶν Περσῶν βασιλεὺς, ἀλλὰ τρεῖς ἡμέρας μόνον σκοπούμενος εὑρεῖν. Ἄνευ γὰρ τῆς θείας ῥοπῆς οὐκ ἄν τι τῶν ἀγαθῶν εἰς τὰς ἡμετέρας ἔλθοι ψυχάς· Θεοῦ δὲ ῥοπὴ συνεφάπτεται τῶν πόνων ἡμῖν, καὶ τούτους ἐπικουφίζει καλῶς, ἂν ἴδῃ προσευχὴν ἀγαπῶντας, καὶ συνεχῶς τοῦ Θεοῦ δεομένους, καὶ πάντα ἐκεῖθεν τὰ ἀγαθὰ καταβήσεσθαι προσδοκῶντας.

Ὅταν οὖν ἴδω τινὰ μὴ φιλοῦντα προσευχὴν, μηδὲ θερμὸν ἔρωτα ταύτης ἔχοντα καὶ σφοδρὸν, ἤδη μοι οὗτος δῆλός ἐστιν ὡς οὐδὲν γενναῖον ἐν τῇ ψυχῇ κέκτηται. Ὅταν δὲ ἴδω τινὰ τῆς τοῦ Θεοῦ λατρείας ἀκορέστως ἐχόμενον, καὶ τὸ μὴ προσεύχεσθαι συνεχῶς ἐν ταῖς μεγίσταις ἀριθμοῦντα ζημίαις, τεκμαίρομαι τὸν τοιοῦτον πάσης ἀρετῆς ἀσκητὴν εἶναι βέβαιον, καὶ τοῦ Θεοῦ ναόν. Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν Σολομῶντα, πολλῷ μᾶλλον εὐχὴ καὶ ἡ λατρεία Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πείθουσα τὸν Θεὸν, καὶ τὴν παρ᾽ αὐτοῦ τιμὴν, πᾶσαν τοῦ Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα λογισμοὺς, ἐν ὑπεροψίᾳ τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν. Αὕτη γὰρ ἡ ὑπερηφανία μόνη πρέπει τοῖς τὸν Χριστὸν σεβομένοις, τὸ μηδενὶ δουλεύειν αἰσχρῷ, ἀλλὰ τηρεῖν ἐν ἐλευθερίᾳ τὴν ψυχὴν καὶ βίῳ κεκαθαρμένῳ.