Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Β΄: Η προσευχή ως κοινωνία με τον Θεό και πνευματική προστασία

Έναρξη του δεύτερου λόγου. Η προσευχή εξυμνείται ως ύψιστη τιμή που εξισώνει τον άνθρωπο με τους αγγέλους, του μεταδίδει σοφία και θωρακίζει την ψυχή έναντι των δαιμόνων μέσω του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 7

ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ Λόγος βʹ. Ὅτι μὲν παντὸς ἀγαθοῦ κεφάλαιόν ἐστιν ἡ προσευχὴ, καὶ σωτηρίας καὶ ζωῆς αἰωνίου πρόξενος, ἀγνοεῖ τῶν ἁπάντων οὐδείς· ἀναγκαῖον δὲ ὅμως τὰ κατὰ δύναμιν λέγειν περὶ τοῦ πράγματος, ἵνα τοὺς μὲν εἰωθότας ζῇν ἐν προσευχαῖς, καὶ τῇ λατρείᾳ τοῦ Θεοῦ προσέχειν ἐπιμελῶς, σπουδαιοτέρους ὁ λόγος ἀπεργάσηται· οἱ δὲ ῥᾳθυμότερον βεβιωκότες, καὶ προσευχῆς ἔρημον τὴν ψυχὴν ἀφέντες, τήν τε τοῦ παρελθόντος χρόνου ζημίαν μάθωσιν, καὶ μὴ προσαποστερήσωσιν ἑαυτοὺς τῆς σωτηρίας τὸ λειπόμενον τοῦ βίου μέρος. Εὐθὺς τοίνυν ἐκεῖνο μέγιστον περὶ προσευχῆς εἰπεῖν ἔχομεν, ὅτι πᾶς προσευχόμενος τῷ Θεῷ διαλέγεται· ὅσον δέ ἐστιν ἄνθρωπον ὄντα τῷ Θεῷ λαλεῖν, ἀγνοεῖ μὲν οὐδείς· παραστῆσαι δὲ λόγῳ τὴν τιμὴν οὐκ ἄν τις δυνηθείη.

Αὕτη γὰρ ἡ τιμὴ καὶ τὴν τῶν ἀγγέλων ὑπεραίρει μεγαλοπρέπειαν· ὃ καλῶς ἐκεῖνοι ἐπιστάμενοι, πάντες φαίνονταί που παρὰ τοῖς προφήταις σὺν πολλῷ τῷ φόβῳ τοὺς ὕμνους καὶ τὰς λατρείας τῷ Δεσπότῃ προσάγοντες, καλύπτοντες μὲν καὶ τὰ πρόσωπα καὶ τοὺς πόδας ὑπὸ πολλῆς εὐλαβείας, τῇ δὲ πτήσει καὶ τῷ μὴ δύνασθαι μένειν ἐν ἡσυχίᾳ τὸν πολὺν ἐνδεικνύμενοι φόβον· παιδεύοντες, οἶμαι, καὶ ἡμᾶς ἐπιλανθάνεσθαι μὲν τῆς ἀνθρωπίνης φύσεως ἐν καιρῷ προσευχῆς, τῇ δὲ προθυμίᾳ καὶ τῷ φόβῳ συνεχομένους, μηδὲν τῶν παρόντων ὁρᾷν, ἀλλ᾽ ἐν μέσῳ τῶν ἀγγέλων ἑστάναι νομίζειν, καὶ τὴν αὐτὴν ἐκείνοις λατρείαν ἐπιτελεῖν. Τὰ μὲν γὰρ ἄλλα πάντα πολὺ κεχωρισμένα, τά τε ἐκείνων λέγω καὶ τὰ ἡμέτερα, καὶ φύσις, καὶ δίαιτα, καὶ σοφία, καὶ σύνεσις, καὶ πᾶν, ὅ τι ἂν εἴπῃ τις· προσευχῆς δὲ κοινὸν ἔργον ἀγγέλων ὁμοῦ καὶ ἀνθρώπων· καὶ οὐκ ἔστι μέσον οὐδὲν ἑκατέρας φύσεως, τά γε εἰς προσευχήν.

Αὕτη σε χωρίζει τῶν ἀλόγων, αὕτη συνάπτει τοῖς ἀγγέλοις· ταχέως δέ τις εἰς τὴν ἐκείνων μεταστήσεται πολιτείαν, καὶ βίον, καὶ δίαιταν, καὶ τιμὴν, καὶ εὐγένειαν, καὶ σοφίαν, καὶ σύνεσιν, πάντα τὸν βίον ἐν προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ σπουδάζων ἐσχολακέναι.

Τί γὰρ ἂν ὁσιώτερον γένοιτο τῶν ὁμιλούντων Θεῷ; τί δὲ δικαιότερον; τί δὲ κοσμιώτερον; τί δὲ σοφώτερον; Εἰ γὰρ οἱ σοφοῖς ἀνδράσι λαλοῦντες, ὑπὸ τῆς συνεχοῦς ὁμιλίας εἰς ὁμοιότητα τῆς ἐκείνων φρονήσεως καθίστανται ταχέως, τί προσήκει λέγειν περὶ τῶν λαλούντων Θεῷ καὶ προσευχομένων; Ὅσης μὲν σοφίας, ὅσης δὲ ἀρετῆς, καὶ συνέσεως, καὶ καλοκαγαθίας, καὶ σωφροσύνης καὶ τρόπων ἐπιεικείας ἀναπίμπλησιν αὐτοὺς ἡ προσευχὴ καὶ ἡ δέησις! Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἀρετῆς καὶ δικαιοσύνης ἀφορμὴν εἶναι τὴν προσευχὴν ἀποφαινόμενος, καὶ μηδὲν δύνασθαι τῶν συντελούντων εἰς εὐσέβειαν εἰσελθεῖν εἰς ψυχὴν προσευχῆς καὶ δεήσεως ἔρημον· ἀλλ᾽ ὥσπερ ἀτείχιστος πόλις ῥᾳδίως ἂν ὑπὸ τοῖς πολεμίοις γένοιτο, κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν· οὕτω δὴ καὶ ψυχὴν μὴ τετειχισμένην προσευχαῖς ῥᾳδίως ὁ διάβολος ὑφ᾽ ἑαυτὸν ποιεῖται, καὶ πάσης ἁμαρτίας εὐχερῶς ἀναπίμπλησι.

Πρῶτον μὲν γὰρ ὅταν ἴδῃ ψυχὴν πεφραγμένην προσευχαῖς, οὐ τολμᾷ γενέσθαι πλησίον, δεδοικὼς τὴν ἰσχὺν καὶ τὴν δύναμιν, ἣν αἱ προσευχαὶ παρέχουσι, μᾶλλον τρέφουσαι τὴν ψυχὴν, ἢ τὰ σώματα σῖτος· ἔπειτα οἱ προσευχόμενοι σπουδαίως, οὐχ ὑπομένουσιν οὐδὲν παθεῖν τῆς προσευχῆς ἀνάξιον, ἀλλ᾽ αἰσχυνόμενοι τὸν Θεὸν, ᾧ διελέχθησαν ἄρτι, πᾶσαν ἀπωθοῦνται ταχέως τοῦ Πονηροῦ μηχανὴν, ἐνθυμούμενοι παρ᾽ ἑαυτοῖς, ὅσον ἐστὶ κακὸν, ἄρτι τῷ Θεῷ λαλήσαντα, καὶ δεηθέντα περὶ σωφροσύνης καὶ ὁσιότητος, εὐθὺς ἐπὶ τὸν διάβολον μεταστῆναι, καὶ παραδέξασθαι τῇ ψυχῇ τὰς αἰσχρὰς ἡδονὰς, καὶ δοῦναι τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν διάνοιαν, ἣν ἄρτι Θεὸς ἐπεσκέψατο, καὶ συγχωρῆσαι τοῖς δαίμοσιν ἐμβατεύειν εἰς ψυχὰς, ἐν αἷς ἡ τοῦ Πνεύματος χάρις πολλὴν ἐπεδείξατο φιλανθρωπίαν καὶ πρόνοιαν. Καὶ ὅπως, ἄκουσον· Ἀμήχανον ἀνθρώπῳ δυνηθῆναι θείαν ἐνεγκεῖν ὁμιλίαν ἄνευ τῆς ἐνεργείας τοῦ Πνεύματος, ἀλλὰ δεῖ ταύτης παρούσης καὶ συνεφαπτομένης τῶν ἁγίων ἀγώνων, οὕτως εἰσελθεῖν, καὶ κάμψαι γόνατα, καὶ δεηθῆναι, καὶ προσεύξασθαι. Ἐπειδὴ γὰρ κρεῖττον ἢ κατὰ ἄνθρωπον λαλῆσαι Θεῷ, δεῖ τὴν χάριν τοῦ Πνεύματος ἐλθοῦσαν εἰς ἡμᾶς ἐπιῤῥῶσαι, καὶ θαῤῥῦναι, καὶ διδάξαι τῆς τιμῆς τὸ μέγεθος.

Ὅταν οὖν μάθῃς ὅτι καὶ Θεῷ λαλεῖς, καὶ Πνεύματος ἐνέργειαν ἐδέξω, διαλέγεσθαι μέλλων, οὐδεμίαν δώσεις τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν ψυχὴν τὴν ἡγιασμένην ὑπὸ τοῦ Πνεύματος. Ὥσπερ γὰρ οἱ βασιλεῖ διαλεχθέντες, καὶ λόγων ἡμέρων καὶ τιμῆς ἀπολαύσαντες, οὐκ ἀξιοῦσιν ἐλθεῖν εἰς ὁμιλίαν τῶν προσαιτῶν καὶ ἀπεῤῥιμμένων· οὕτως ὁ Θεῷ λαλήσας καὶ προσευξάμενος, οὐκ ἂν ἀξιώσειε τοῦ πονηροῦ καὶ ἀσεβοῦς ὁμιλίαν παραδέξασθαι. Καὶ γὰρ ὡς ἀληθῶς ὁ δουλεύων ἡδοναῖς, δαίμοσιν ὁμιλεῖ, καὶ τὴν ἐκείνων μανίαν ἐζήλωσεν· ὥσπερ ὁ σωφρονῶν, καὶ δικαιοσύνην ἀσκῶν ἀγγέλοις συνδιαιτᾶται, καὶ τὴν ἐκείνων ζηλοῖ μεγαλοπρέπειαν.

Δοκεῖ δέ μοί τις ἂν εἰπὼν, ὅτι νεῦρα τῆς ψυχῆς εἰσιν αἱ προσευχαὶ, τἀληθὲς εἰπεῖν. Ὥσπερ γὰρ, οἶμαι, τὸ σῶμα διὰ τῶν νεύρων συνέχεται, καὶ τρέχει, καὶ ἵσταται, καὶ ζῇ, καὶ πέπηγεν· ἂν δὲ ταῦτά τις ἐκτέμῃ, πᾶσαν τὴν ἁρμονίαν διαλύει τοῦ σώματος· οὕτως αἱ ψυχαὶ διὰ τῶν ἁγίων προσευχῶν ἁρμόζονται, καὶ συνεστήκασι, καὶ τὸν δρόμον τῆς εὐσεβείας τρέχουσιν εὐχερῶς. Ἂν δὲ τῆς προσευχῆς ἀποστερήσῃς σαυτὸν, ταυτὸν ποιήσεις, ὥσπερ ἂν εἰ τὸν ἰχθὺν ἐκ τοῦ ὕδατος ἐξήγαγες· ὥσπερ γὰρ ἐκείνῳ ζωὴ τὸ ὕδωρ, οὕτω σοὶ προσευχή. Διὰ ταύτης ἔστιν, ὥσπερ δι᾽ ὕδατος, ἀναπτῆναι, καὶ τοὺς οὐρανοὺς ὑπερβῆναι, καὶ τοῦ Θεοῦ γενέσθαι πλησίον. Ἱκανὰ μὲν οὖν καὶ τὰ ῥηθέντα, δεῖξαι τὴν ἰσχὺν τῆς ἁγίας προσευχῆς· βέλτιον δὲ ἴσως ἐπὶ τὰς θείας ἐλθόντα Γραφὰς, ἐκ τῶν ἀποφάσεων τοῦ Χριστοῦ μαθεῖν τὸν πλοῦτον, ὃν αἱ προσευχαὶ θησαυρίζουσι τοῖς βουλομένοις ἐν αὐταῖς πάντα τὸν βίον σχολάζειν. Ἔλεγε δὲ, φησὶ, καὶ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι.