Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και καταληκτήρια δοξολογία

Συνοπτική αναφορά στη σημασία της προσευχής ως κρηπιδώματος όλων των αρετών και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 7

Τοσαύτην γὰρ ἰσχὺν καὶ δύναμιν ἔχει, ὥστε ἔζησαν μὲν οἱ Νινευῗται πάντα τὸν βίον αἰσχρῶς καὶ πονηρῶς, εἰσελθοῦσα δὲ εἰς τὴν πόλιν ἡ προσευχὴ ταχέως πάντα μετέβαλε, καὶ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ φιλίαν, καὶ ὁμόνοιαν, καὶ πτωχῶν πρόνοιαν, καὶ πάντα τὰ ἀγαθὰ συνεισήγαγεν ἑαυτῇ. Ὥσπερ γάρ τινος βασιλίδος εἰσιούσης εἰς πόλιν, πάντα τὸν πλοῦτον συνακολουθεῖν ἀνάγκη, οὕτω δὴ καὶ προσευχῆς εἰς ψυχὴν εἰσιούσης, πᾶσα ἀρετὴ συνεισέρχεται. Ὅπερ γάρ ἐστιν ἐν οἰκίᾳ θεμέλιος, τοῦτο ἐν ψυχῇ προσευχή. Καὶ δεῖ ταύτην πρώτην, ὥσπερ κρηπῖδα καὶ ῥίζαν τινὰ ἐν τῇ ψυχῇ πήξαντας πάντας ἐποικοδομεῖν σπουδαίως καὶ σωφροσύνην, καὶ πραότητα, καὶ δικαιοσύνην, καὶ πρόνοιαν πτωχῶν, καὶ πάντας τοὺς νόμους τοῦ Χριστοῦ, [ἵνα καὶ κατ᾽ αὐτοὺς λοιπὸν ζήσαντες τύχωμεν τῶν ἐν οὐρανοῖς ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,] δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.