Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η προσευχή ως θεία δωρεά και η πνευματική οικοδομή

Η ερμηνεία της προσευχής ως ενέργειας της θείας χάριτος και η καταληκτήρια προτροπή για τον καλλωπισμό και τη μετατροπή της ψυχής σε ναό του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Αὐτὴ τῶν μελλόντων ἀληθῆ δίδωσιν πληροφορίαν, κρείττονα λοιπὸν πίστεως τὴν ἐπίγνωσιν τῶν ἐκεῖσε παρεχομένη ἀγαθῶν, θησαυροὺς ἀποκρύφους, ἀοράτους, σκοτεινοὺς ἀνοίγει, δεικνύει σοι τὸν ἀντίπαλον· τέμνει τὰς τῶν ἀλλοφύλων παρατάξεις, τὰς ἀντικειμένας ἀφανίζει δυνάμεις, καὶ πρὸς αὐτὸν ὁδηγεῖ τὸν βασιλέα. Εὐχὴν ὅταν εἴπω, μὴ νομίσῃς λόγους εἶναι. Πόθος ἐστὶ πρὸς Θεὸν, ἀγάπη ἀνεκλάλητος, οὐκ ἐξ ἀνθρώπων ἐπιτελουμένη, ἀλλ᾽ ἐκ θείας ἐνεργουμένη χάριτος περὶ ἦς καὶ ὁ Ἀπόστολος λέγει· Τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν, ἀλλ᾽ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις.

Τὴν τοιαύτην εὐχὴν ἐάν τινι χαρίσηται ὁ Κύριος, πλοῦτός ἐστιν ἀναφαίρετος, καὶ σίτισις οὐρανία κορεννύουσα τὴν ψυχήν· ἧς ὁ γευσάμενος τὸν πρὸς Κύριον πόθον ἀΐδιον κέκτηται, ὥσπερ πῦρ τι λάβρον τὴν αὐτοῦ καρδίαν ἐκκαῖον. Ταύτην δὲ πρωτοτύπως ἐπιτελῶν, ἐπιεικείᾳ καὶ καρδίᾳ ταπεινῇ, ζωγράφει τὸν οἶκόν σου, καταφαίδρυνε τῷ τῆς δικαιοσύνης φωτὶ, ἔργοις ἀγαθοῖς, ὥσπερ τινὶ δοκίμῃ πλακὶ, τὸν σεαυτοῦ διακόσμησον οἶκον, καὶ ἀντὶ τειχέων καὶ ψηφίδος πίστει καὶ μακροθυμίᾳ καλλώπισον· ἐπὶ πᾶσι τὴν εὐχὴν ὥσπερ ὄροφον εἰς ἀπαρτισμὸν ἐπιτιθεὶς τοῦ οἴκου, ἵνα τέλειον τὸν σαυτοῦ οἶκον παρασκευάσῃ τῷ Δεσπότῃ, καὶ ὥσπερ ἐν οἴκῳ βασιλικῷ καὶ περιφανεῖ τὸν Κύριον ὑποδέξῃ, καθάπερ ἄγαλμα λοιπὸν αὐτὸν ἐν τῷ τῆς ψυχῆς ναῷ καθιδρυμένον ἔχων διὰ τῆς χάριτος αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.