Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ προσευχῆς

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή σε εγρήγορση και η αξία της προσευχής

Εισαγωγική κλήση προς τον Θεό, έμφαση στην αναγκαιότητα της αδιάλειπτης προσευχής και προτροπή για την υπέρβαση του δισταγμού των αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Περὶ εὐχῆς. Δεῦτε πάντες, ἀδελφοὶ, γνωρίσωμεν τὸν ποιήσαντα ἡμᾶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καὶ οἰκτίρμονα, τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.

Οἱ πάντες γρηγορεῖτε καὶ γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται· δεῦτε, ἀκούσατε αὐτοῦ λέγοντος· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Λοιπὸν, ἀδελφοὶ, ἐφ᾽ ὅσον ἐπὶ θύραις ἡ κρίσις ἐστὶ, πολλῶν δακρύων, πολλοῦ ὀδυρμοῦ, πολλῆς εὐχῆς χρεία, εὐχῆς οὐ σήμερον καὶ αὔριον γενομένης.

Εὐχὴ γὰρ θησαυρὸς ἀνέκλειπτος παντὸς ἀγαθοῦ, λιμὴν ἀχείμαστος, γαλήνης ὑπόθεσις, ψυχῆς ἰατρεῖον· εὐχὴ ψαλμῳδία, ἁγιασμὸς ψυχῆς καὶ σώματος· καὶ, ἁπλῶς εἰπεῖν, εὐχὴ πύλας οὐρανοῦ ἀνοίγουσα, Θεῷ προσάγει πάντα ἄνθρωπον μικρόν τε καὶ μέγαν, πλούσιον καὶ πένητα, τὸν ὁλόψυχον καθ᾽ ἑκάστην ἡμέραν εὐχόμενον μείζονα ἀγγέλων ἐργάζεται. Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν ὁ λόγος; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ ἀπαῤῥησίαστος, αἰσχύνης γέμων, καὶ οὐ δύναμαι ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ὅτι πολλὰ ἥμαρτον καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ κατὰ διάνοιαν, καὶ πᾶσαν ἡμέραν καὶ ὥραν ἐδαπάνησα ἐν ἀσωτίᾳ τὴν ζωήν μου, καὶ ποίῳ προσώπῳ ἢ παῤῥησίᾳ εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς ἀνοίξω τὸ πονηρὸν καὶ ἀκάθαρτόν μου στόμα; πῶς τὰ χείλη μου κινήσω, ἢ παρακαλέσω ὑπὲρ ποίων μου πονηρῶν πράξεων πρῶτον τὸν Θεόν;