Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ψευδοπροφητῶν

Ἰωάννης ὁ Χρυσόστομος

Το αναπόδραστο της θείας κρίσης και η προσφυγή στη φιλανθρωπία του Θεού

Υπενθύμιση της πανταχού παρουσίας του Θεού, του ελέγχου των κοσμικών μετεωρισμών και διατύπωση της ανάγκης για μετάνοια, ίαση και προσφυγή στην άπειρη θεία συγκατάβαση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 7

Ὅταν ἴδῃς χορεύοντας, καὶ παίζοντας, καὶ τὰ ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καὶ δακρύσας ὑπομνήσθητι τοῦ Δαυῒδ λέγοντος· Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· καὶ τοῦ προφήτου Ἡσαΐου λέγοντος· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες ὀψὲ, μετὰ κιθαρῶν, καὶ ψαλτηρίων, καὶ τυμπάνων, καὶ αὐλῶν, τὸν οἶνον πίνοντες· τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐ βλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Καὶ ἁπλῶς πᾶν σκάνδαλον θεωρῶν γινόμενον, ὑπομνήσθητι τοῦ Δεσπότου λέγοντος· Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνένδεκτον δέ ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται. Ἀλλὰ τί φασιν οἱ βαρυκάρδιοι, οἱ ζητοῦντες τὸ ψεῦδος; οὐκ ἔστι κακὸν, λέγοντες, τὸ μετεωρίζεσθαι· τί γὰρ βλάπτει ἡ κιθάρα καὶ τὰ λοιπὰ ὄργανα; Ὢ ἐσχάτης ἀνοίας· ὢ τῆς πονηρᾶς ἐπινοίας τοῦ διαβόλου. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς, ταῦτα Κυρίῳ ἀνταπόδοτε; Ὁ ἄχραντος Δεσπότης πανταχοῦ ἐνετείλατο, μήτε ὅλως μετεωρίζεσθαι Χριστιανὸν, καὶ σὺ λέγεις, τί βλάπτει ταῦτα; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ· οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς. Εἰπάτωσαν δὲ ἡμῖν οἱ ἀπαίδευτοι, ἐκ ποίας ἱερᾶς Γραφῆς παραστῆσαι δύνανται, ὅτι χρὴ τὸν Χριστιανὸν ποιεῖν ταῦτα τὰ σχήματα; ποία βίβλος τῶν ἁγίων, ποῖα Εὐαγγέλια ἐδίδαξεν οὕτως ἀσχημονεῖν τοὺς Χριστιανούς;

Ἰδοὺ ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κράζει, καὶ διδάσκει, καὶ παραινεῖ, διά τε νόμου, καὶ προφητῶν. καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Δεσπότου, καὶ οὐδαμοῦ τις εὗρεν, ὅτι ἐπετράπη Χριστιανὸς ποιεῖν ταῦτα τὰ σχήματα. Πόσοι βασιλεῖς καὶ δυνάσται, καὶ σοφοὶ, καὶ εὐγενεῖς, καὶ ἔνδοξοι, καὶ νομικοὶ, καὶ δοῦλοι καὶ ἐλεύθεροι, καὶ πτωχοὶ καὶ πλούσιοι, καὶ πρεσβῦται καὶ νέοι; τίς ἐκ τούτων πάντων δύναται ἀποδεῖξαι ἢ παραστῆσαι περὶ τούτων, ὅτι ἐπετράπη ὁ Χριστιανὸς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ ἄλλο τι τοιοῦτον ποιεῖν, ὧν προειρήκαμεν;

Οὐδεὶς δύναται παραστῆσαι. Μηδεὶς πλανάτω ὑμᾶς· οὐκ ἔστι ταῦτα Χριστιανῶν· ταῦτα ἀλλότριά εἰσι τῆς καθολικῆς Ἐκκλησίας· ταῦτα πάντα τὰ ἔθνη τοῦ κόσμου ποιοῦσι. Μηδεὶς, ἀδελφοί μου, πλανάτω ὑμᾶς· ὅσοι ἐν τούτοις ἐνάγεσθε, τῆς χάριτος ἐξεπέσατε· Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει. Ἐπανέλθωμεν δὲ πάλιν ἐπὶ τὴν πρώτην καὶ καλὴν ὁμολογίαν, εἰς ἣν ἐκλήθημεν, ἐνώπιον πολλῶν μαρτύρων, ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων καὶ τοῦ κτίστου τῶν ὅλων· αὐτὸς γὰρ τὸ γραμματεῖον τῆς ὁμολογίας ἡμῶν κατέχει ἐν οὐρανῷ, ἀποδοῦναι ἑκάστῳ καθὼς ἔπραξε καὶ ἐφύλαξε τὴν ὁμολογίαν. Ἑκάστου γὰρ ἡμῶν γεγραμμέναι εἰσὶ, καὶ αἱ συνθῆκαι, καὶ ἡ τοῦ διαβόλου ἀποταγὴ καὶ πρὸς Χριστὸν συνταγὴ, καὶ τὰ ἔργα ἡμῶν καὶ αἱ πράξεις, καὶ οἱ λόγοι, καὶ τὰ ἐνθυμήματα, καὶ οἱ μετεωρισμοὶ, καὶ τὰ γέλοια· καὶ πάντα γεγραμμένα ἔχων ἔρχεται ὁ Χριστός. Λοιπὸν οὖν τί βούλει; ψεύσασθαι αὐτῷ; Ἀλλ᾽ οὐκ ἔστι δυνατόν· ἐν γὰρ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου. Ἀλλὰ βούλει κρύπτεσθαι;

Ἀλλ᾽ οὐκ ἔστι δυνατὸν, ἐπειδὴ ἐν χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, καὶ οὐ κρυβήσῃ ἀπὸ προσώπου αὐτοῦ. Ἐὰν εἰς τὸν οὐρανὸν ἀναβῇς, αὐτὸς ἐκεῖ ἐστιν· ἐὰν καταβῇς εἰς τὴν ἄβυσσον, ἐκεῖ πάρεστι. Γέγραπται γὰρ, ὅτι Πάντα, ὅσα ἐθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις. Τί οὖν ποιήσωμεν, ἀδελφοί; Στενὰ ἡμῖν πανταχόθεν· Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας καὶ νεφρούς. Φυγεῖν οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν αὐτοῦ. Κρυβῆναι ἀδύνατον· κατέχει γὰρ τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, ὡσεὶ ἀκρίδας. Ἀντιστῆναι οὐκ ἔνι, καθὼς γέγραπται, ὅτι Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Αὐτὸς γὰρ δεσπόζει τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ὁ μέλλων καταργεῖν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Ἀπολογία οὐκ ἔνι, οὐδὲ ἀφορμὴ, οὔτε ἔννοια. Διὰ τοῦτο ἀπὸ περάτων τῆς γῆς ἕως περάτων ἡ θεία Γραφὴ βοᾷ, καὶ παραινεῖ, καὶ ἐλέγχει, καὶ νουθετεῖ, καὶ διαμαρτύρεται, καὶ ἀπειλεῖ. Διό φησιν ὁ Δεσπότης ἡμῶν· Ὁ ἀθετῶν με, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἐγὼ οὐ κρίνω αὐτόν· ὁ λόγος, ὃν ἐλάλησα, κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

Καὶ πάλιν λέγει· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἠκούσατε, ὅτι οὐδεὶς πρόφασιν ἔχει.

Ὄντως, ἀδελφοὶ, στενὰ ἡμῖν πανταχόθεν. ιαʹ. Ἀλλὰ πάντως τις ἀποκρίνεται, ὅτι Ἰδοὺ ἱκανῶς καθήψω ἡμῶν διὰ τοῦ λόγου, καὶ τὰ σκυθρωπὰ ὑπέδειξας, καὶ τὰς κολάσεις ὑπέμνησας, καὶ τὰς τιμωρίας διεγράψω, καὶ περισσῶς κατέπληξας καὶ ἐφόβησας. Καὶ οἶδα ἀληθῶς, ὅτι οὕτως ἐστίν· καὶ οἶδα, ὅτι ἕκαστος ὑμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ, καὶ ἕκαστος θερίσει ὃ ἔσπειρεν, καὶ ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει.

Ἀλλ᾽ ὡς ταῦτα ἀπήγγειλας, καὶ εἰς μέσον ἤγαγες, καὶ κατέπληξας καὶ ἐφόβησας, ὑπόδειξον ἡμῖν λοιπὸν καὶ τῆς σωτηρίας τὸν τρόπον, δὸς καὶ τῆς πληγῆς τὴν ἴασιν· ὥσπερ εἶπες τὰ καταπληκτικὰ, εἰπὲ καὶ τὰ χαροποιά.

Ἰδοὺ σωθῆναι θέλω, τί ποιήσω; πῶς σωθῶ; ποίῳ τρόπῳ χρήσομαι; πρὸς τίνα καταφεύξομαι; Πολλὰ γὰρ ἥμαρτον, καὶ ἐν ἔργοις καὶ ἐν λόγοις, καὶ ἑκουσίως καὶ ἀκουσίως, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ κατὰ πᾶσαν ὥραν. Τί οὖν ποιήσω; πῶς σωθῶ; πρὸς τίνα καταφεύξομαι;

Ἐγώ σοι λέγω πρὸς τίνα καταφύγῃς. Ὁ μακάριος Δαυῒδ ὑπέδειξε πρὸς τίνα δεῖ καταφυγεῖν, εἰπών· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. Τοῦτο ὑπέδειξεν καὶ Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

Τοῦτο ἀπήγγειλε καὶ ὁ ἄγγελος, λέγων· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ πάλιν ὁ προφήτης Δαυῒδ λέγει· Κύριε, πρὸς σὲ κατέφυγον. Πρὸς τοῦτον καὶ σὺ κατάφυγε τὸν εἰπόντα· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς· τὸν εἰπόντα, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες· τὸν εἰπόντα, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· τὸν λέγοντα, Δεῦτε πάντες πρός με οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· τὸν εἰπόντα, Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· τὸν λέγοντα, ὅτι Τὸν ἐρχόμενον πρὸς μὲ, οὐ μὴ ἐκβάλω ἔξω· τὸν εἰπόντα διὰ τοῦ προφήτου, Ζῶ ἐγὼ, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· τὸν εἰπόντα, ὅτι Ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· τὸν εἰπόντα, Χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Πρὸς τοῦτον κατάφευγε μετανοῶν καὶ δακρύων. Μετανόησον, καὶ μὴ διακριθῇς· μετανόησον, καὶ μὴ ἀθυμήσῃς, μηδὲ ἀπογνώσῃς σεαυτὸν ἔχοντα σωτηρίας φάρμακα. Ἐν οὐρανῷ χαρὰ γίνεταί σου μετανοοῦντος, καὶ σὺ ῥᾳθυμεῖς; ἄγγελοι σκιρτῶσι, καὶ σὺ νυστάζεις; διὰ σὲ παραγέγονεν ὁ ἰατρὸς τῶν ψυχῶν, καὶ σὺ τὸ τραῦμα κρύπτεις; αὐτὸς κράζει· ἐπιστράφητε πρὸς μὲ, υἱοὶ ἀνθρώπων, δεῦτε πρὸς μέ· καὶ σὺ οὐ σπουδάζεις;

αὐτὸς κράζει· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὢ φιλανθρωπία Δεσπότου ἀνείκαστος! Οὐκ ἦλθον καλέσαι δικαίους, φησὶν, ἀλλὰ ἁμαρτωλούς.

Θάρσει οὖν, ἁμαρτωλὲ, καὶ μὴ ἀθυμήσῃς. Σὲ γὰρ ἦλθε καλέσαι ὁ ποιμὴν ὁ καλός· διὰ σὲ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, λέγων· Δεῦτε πρὸς μὲ, πάντες οἱ πεφορτισμένοι. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.