Καὶ πάλιν λέγει· Γένεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἄκουσον καὶ τοῦ Ἀποστόλου λέγοντος· Ἀδιαλείπτως προσεύχεσθε. Νοεῖτε τί ἐστι τὸ, Ἀδιαλείπτως· τουτέστι, πάντοτε, ἐν παντὶ καιρῷ, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, καὶ κατὰ πᾶσαν ὥραν, καὶ ἐργαζόμενος καὶ ὁδεύων, καὶ ποιμαίνων καὶ ἀροτριῶν, καὶ κοιμώμενος καὶ ἀνιστάμενος. Μὴ ἀναμείνῃς Κυριακὴν, ἢ ἑορτὴν, ἢ τόπου διαφοράν. Οὐ γὰρ ἐν τόπῳ περιγράφεται τὸ Θεῖον· Ἐν γὰρ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Διὰ τοῦτο καὶ ὁ προφήτης Δαυῒδ καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα προσευχόμενος, οὐκ ἀνέμενεν ἡμέραν, οὐδὲ τόπου διαφορὰν, ἀλλὰ δακρύων ἔλεγε, καὶ παραινῶν τὴν ἑαυτοῦ ψυχήν· Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου Κύριον. Καὶ σὺ, ἀγαπητὲ, μὴ ἀναμένῃς ὥραν, ἢ ἡμέραν, ἢ τόπου διαφοράν· ἀλλὰ καθὼς προείρηται, ἐν παντὶ τόπῳ, καὶ ἐν οἴκῳ σου προσεύχου, καὶ ἐν τῇ ἐκκλησίᾳ γενόμενος προσεύχου, καὶ ὅπου δ᾽ ἂν τυγχάνῃς, προσεύχου, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Θεοῦ. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης, εἴτε ἄρσεν, εἴτε θῆλυ, εἴτε μιγάδες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται καὶ νέοι, βασιλεῖς τῆς γῆς, καὶ πάντες κριταὶ γῆς, ἀκούσατε τὸ γεγραμμένον· Ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν.