Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ σεισμοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η αποτροπή της θείας οργής μέσω της προσευχής και της μετάνοιας

Περιγραφή της ηθικής αναμόρφωσης της κοινωνίας και της αξίας της συνεχούς ψαλμωδίας, με αναφορά στο βιβλικό παράδειγμα του Παύλου και του Σίλα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Τί ἐβλάβητε πρὸς ὀλίγον λυπηθέντες; Ἄγγελοι ἀντὶ ἀνθρώπων ἐγένεσθε· πρὸς οὐρανὸν μετέστητε, εἰ καὶ μὴ τῷ τόπῳ, ἀλλὰ τῷ τρόπῳ. Καὶ ὅτι οὐ κολακεύων λέγω ταῦτα, μαρτυρεῖ τὰ πράγματα. Τί γὰρ ἐνελείπετε εἰς τὸν τῆς μετανοίας λόγον; Φθόνον ἐξεβάλετε, τὰ ἀνελεύθερα πάθη ἐξωρίσατε, τὴν ἀρετὴν κατεφυτεύσατε, ὁλόκληρον τὴν νύκτα παννυχίσιν ἁγίαις εὐτονήσαντες, ἀγάπῃ πολλῇ καὶ ἐπιτεταμένῃ διαθέσει. Οὐδεὶς τόκων μέμνηται, οὐδεὶς περὶ πλεονεξίας διαλέγεται, οὐδ᾽ αἱ χεῖρες ἁμαρτημάτων καθαραὶ μόνον, ἀλλὰ καὶ ἡ γλῶσσα ἀπηλλαγμένη παρανομίας καὶ λοιδορίας· οὐδεὶς ὑβρίζει τὸν πλησίον, οὐδεὶς ἐπὶ συμπόσια ἀπέρχεται Σατανικά· αἱ οἰκίαι καθαραὶ, ἡ ἀγορὰ ἀπεσμηγμένη· ἑσπέρα καταλαμβάνει, καὶ οὐδαμοῦ χοροὶ νεανίσκων τὰ τοῦ θεάτρου ᾄδοντες ᾄσματα. Ἀλλ᾽ εἰσὶ χοροὶ μὲν, οὐκ ἀσελγείας δὲ, χοροὶ μὲν, ἀλλὰ κατορθωμάτων· καὶ ἔστιν ἐν ἀγορᾷ ὑμνῳδίας ἀκοῦσαι, καὶ οἴκοι καθημένων, τοῦ μὲν ψάλλοντος, τοῦ δὲ ὑμνοῦντος· καταλαμβάνει νὺξ, καὶ πάντες ἐπὶ τὴν ἐκκλησίαν, τὸν λιμένα τὸν ἀκύμαντον, τὴν γαλήνην τὴν ἀπηλλαγμένην κυμάτων.

Ἐνόμιζον ἐγὼ ὅτι μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἡ ἀγρυπνία διέλυσεν ὑμῶν τὰ σώματα· νῦν δὲ ὅσῳ ἐπιτείνεται ἡ ἀγρυπνία, τοσούτῳ αὔξεται ὑμῶν ὁ πόθος. Οἱ ψάλλοντες ὑμῖν ἀπέκαμον, καὶ ὑμεῖς νεάζετε· οἱ ψάλλοντες ὑμῖν ἠτόνησαν, καὶ ὑμεῖς ἐνευρώθητε.

Ποῦ νῦν οἱ πλούσιοι, εἰπέ μοι; μανθανέτωσαν τῶν πενήτων τὴν φιλοσοφίαν. Ἐκεῖνοι καθεύδουσιν, οἱ δὲ πένητες ἐπὶ ἐδάφους οὐ καθεύδουσιν, ἀλλὰ γόνατα κάμπτουσι, Παῦλον καὶ Σίλαν μιμούμενοι. Ἀλλ᾽ ἐκεῖνοι μὲν ἔψαλλον, καὶ τὸ δεσμωτήριον ἔσεισαν, ὑμεῖς δὲ ψάλλετε, καὶ σειομένην τὴν πόλιν ἐστήσατε.

Ἀπεναντίας τῶν πραγμάτων τὰ τέλη, ἀλλ᾽ ἑκάτερα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης εἰσίν. Ἐκεῖνος μὲν γὰρ τὸ δεσμωτήριον ἔσεισεν, ἵνα σαλεύσῃ τῶν ἀπίστων τὴν διάνοιαν, ἵνα λύσῃ τὸν δεσμοφύλακα, ἵνα καταγγείλῃ τὸν λόγον τοῦ Θεοῦ· ἐστήσατε ὑμεῖς τὴν πόλιν, ἵνα λύσητε τὴν ὀργὴν τοῦ Θεοῦ· καὶ ἐκεῖνα καὶ ταῦτα διαφόρως ᾠκονομήθη. Ἀλλ᾽ ὅμως χαίρω, οὐχ ὅτι ἔστη ἡ πόλις, ἀλλ᾽ ὅτι διὰ τῶν εὐχῶν ὑμῶν ἔστη, ὅτι θεμέλια γεγόνασιν αἱ ψαλμῳδίαι ὑμῶν. Ἄνωθεν ἡ ὀργὴ, καὶ κάτωθεν ὑμῶν ἡ φωνή· τὴν ἄνωθεν ῥέουσαν ὀργὴν ἡ κάτωθεν ἀναπεμπομένη φωνὴ ἀνέστειλεν.

Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ κατηνέχθη ἀπόφασις, τὸ ξίφος ἠκονημένον· ἡ πόλις ἐπὶ τοῦ ἐδάφους, ἡ ὀργὴ ἀπαραίτητος. Οὐδενὸς χρείαν ἔσχομεν, ἀλλὰ μετανοίας, ἀλλὰ δακρύων καὶ στεναγμῶν, καὶ πάντα ἐλύθη· Θεὸς ἀπεφήνατο, καὶ ἡμεῖς τὴν ὀργὴν ἐλύσαμεν.