Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τελείας ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Η αγάπη ως θεμέλιο των αρετών

Η ανάδειξη της αγάπης ως κορωνίδας των αρετών, η θεμελίωσή της στη θεία οικονομία και η λειτουργία της ως ενοποιού δεσμού των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΧΡΥΣΟΣΤΟΜΟΥ Περὶ τελείας ἀγάπης, καὶ τῆς κατ᾽ ἀξίαν τῶν ἔργων ἀνταποδόσεως, καὶ περὶ κατανύξεως. αʹ. Πᾶσα πρᾶξις ἀγαθὴ καρπὸς ἀγάπης ἐστί· διὸ καὶ πολὺς περὶ αὐτῆς ὁ λόγος, τοῦ μὲν Χριστοῦ λέγοντος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τοῦ δὲ Παύλου βοῶντος· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Οὐχ ἁπλῶς εἶπεν, ἀλλ᾽ ὡς ὀφείλοντας ἀλλήλοις. Ὡς γὰρ τῷ σώματι τὴν τροφὴν ἀεὶ μὲν ὀφείλομεν αὐτῷ, ἀεὶ δὲ ἀποδίδομεν (πάσῃ γὰρ ἡμῶν τῇ ζωῇ τὸ τοιοῦτον συνεκτείνεται χρέος)· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης διδάσκει ποιεῖν· μᾶλλον δὲ καὶ πολλῷ πλέον, ὅσῳ καὶ πρὸς αἰώνιον ὁδηγεῖ ζωὴν, καὶ συμπαραμένει τοῖς ἔχουσιν αὐτήν.

Μένει γὰρ, φησὶ, τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη. Οὐ μόνον δὲ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων διδασκόμεθα ταύτην. Καὶ πρῶτον μὲν διὰ τοῦ τρόπου τῆς ἡμετέρας κατασκευῆς.

Ἕνα γὰρ πλάσας ὁ Θεὸς ἄνθρωπον, ἐξ αὐτοῦ πάντας προσέταξε γενέσθαι, ἵνα πάντες ἀλλήλους ὡς ἕνα νομίζωμεν, καὶ ἐν ἀγάπῃ πρὸς ἀλλήλους διάγειν σπουδάζωμεν. Ἔπειτα καὶ διὰ τῆς τῶν συναλλαγμάτων ἐπιμιξίας σοφῶς ἡμῖν τὸ φιλάλληλον ἐπραγματεύσατο· καὶ πῶς, ἄκουε. Πολλῶν πλήσας τὴν οἰκουμένην ἀγαθῶν, ἔδωκεν ἑκάστῃ χώρᾳ πάλιν ἰδιάζουσαν ἐπιτηδειότητα καρπῶν, ἵνα διὰ τὸ τῆς χρείας ἀναγκαῖον πρὸς ἀλλήλους βαδίζοντες, καὶ τῶν περιττευόντων μεταδιδόντες, καὶ τῶν λειπόντων ἡμῖν ἀντιλαμβάνοντες, ἀγαπῶμεν τὸ ὁμόφυλον. Τοῦτο καὶ ἐφ᾽ ἑκάστου πεποίηκεν ἀνθρώπου.

Οὐ γὰρ πάντα πᾶσιν ἔδωκεν εἰδέναι, ἀλλὰ τῷ μὲν ἰατρικὴν, τῷ δὲ τεκτονικὴν, καὶ ἄλλῳ ἄλλην, ἵνα χρῄζοντες ἀλλήλων, ἀγαπῶμεν ἀλλήλους. Καὶ ἐν τοῖς πνευματικοῖς δὲ πάλιν τὸ αὐτὸ γινόμενον ἴδοι τις ἂν, ὥς φησιν ὁ Παῦλος, ὅτι Τῷ μὲν δίδοται λόγος σοφίας, τῷ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ἀλλ᾽ οὐδὲν τῆς ἀγάπης ἀνώτερον· διὸ καὶ πάντων αὐτὴν προέθηκεν, οὕτως εἰπών· Ἐὰν δὲ ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ τὸν ὑπὲρ εὐσεβείας θάνατον οὐδὲν ἔχειν ἀποφαίνεται κέρδος, μὴ προσούσης ἀγάπης. Οὐ μάτην δὲ τοσαῦτα περὶ αὐτῆς εἴρηκεν· ᾔδει γὰρ, ᾔδει σαφῶς, ἅτε γεωργὸς τῶν ἐντολῶν τοῦ Θεοῦ, ὅτι, ταύτης ἐῤῥιζωμένης ἀσφαλῶς, ὁ τῶν ἀγαθῶν ἁπάντων βλαστάνει καρπός. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

Καὶ τί χρὴ τὰ μικρὰ λέγειν, τὰ μεγάλα σιωπῶντας; Δι᾽ ἀγάπην κατῆλθε πρὸς ἡμᾶς ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, καὶ ὁμόσκηνος καὶ ὁμοδίαιτος τοῖς ἀνθρώποις γέγονεν, ἵνα τὴν πολύθεον καταλύσας πλάνην, καὶ τὴν ἀληθῆ καταγγείλας θεογνωσίαν, τὴν πρὸς ἀλλήλους ἀγάπην διδάξῃ τοὺς ἀνθρώπους, καθὼς Ἰωάννης μαρτυρεῖ λέγων· Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Ὑπὸ ταύτης ἐκκαιόμενος ὁ Παῦλος τὴν οὐράνιον ἀφῆκε φωνὴν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; λέγων· θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καταφρονήσας δὲ τούτων ὡς εὐτελῶν, καὶ τὰ πολλῷ τούτων μείζονα τέθεικε· φησὶ γὰρ, Ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐντεῦθεν οὐδὲν ἠδύνατο χωρίσαι τὸν μακάριον ἐκεῖνον ὑπὸ τῆς ἀγάπης πυρπολούμενον, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάλασσα, οὐ τὰ ἐν τοῖς οὐρανοῖς βασίλεια, οὐ τὰ ἐν ᾅδου κολαστήρια· πάντων γὰρ ὑπερεώρα διὰ τὸν Χριστόν. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐξετάσαιμεν ἁγίους, πάντας εὑρήσομεν δι᾽ ἀγάπην εὐαρεστήσαντας.

βʹ. Ἡ ἀγάπη δείκνυσί σοι τὸν πλησίον ὡς σεαυτὸν, καὶ χαίρειν σε διδάσκει ἐπὶ τοῖς ἐκείνου καλοῖς, ὥσπερ ἐπὶ τοῖς σοῖς, καὶ φέρειν αὐτοῦ τὰ ἐλαττώματα, ὥσπερ καὶ τὰ σά. Ἡ ἀγάπη ἓν σῶμα τοὺς πολλοὺς ἀπεργάζεται, καὶ Πνεύματος ἁγίου δοχεῖα τὰς τούτων κατασκευάζει ψυχάς· οὐ γὰρ διῃρημένοις ἀλλήλων, ἡνωμένοις δὲ κατὰ ψυχὴν τὸ τῆς εἰρήνης ἐπαναπαύσεται Πνεῦμα. Ἡ ἀγάπη κοινὰ ποιεῖ πᾶσι τὰ ἑκάστου ὑπάρχοντα, καθώς φησιν ἡ βίβλος τῶν Πράξεων· Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε. Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίᾳ λίθων εὐμεγεθῶν ὠχυρωμένον, ἀπόρθητον γίνεται ταῖς τῶν ἐχθρῶν ἐφόδοις, ὡς τὸ σύστημα τῶν ἀλλήλους ἀγαπώντων, καὶ ἐν ὁμοφροσύνῃ περιεσφιγμένων; Καὶ αὐτὰς τοῦ διαβόλου προσβολὰς ἀποκρούεται· καὶ μάλα εἰκότως. Οἱ γὰρ μετ᾽ ἀλλήλων κατ᾽ ἐκείνου παρατασσόμενοι, καὶ μὴ μετ᾽ ἐκείνου κατ᾽ ἀλλήλων ἱστάμενοι, ἀήττητοι γίνονται τοῖς αὐτοῦ μηχανήμασι, τὰ λαμπρὰ τῆς ἀγάπης ἐγείροντες τρόπαια. Καὶ καθάπερ αἱ τῆς λύρας νευραὶ, πολλαὶ μὲν οὖσαι, εἰς μίαν δὲ νεύουσαι συμφωνίαν, τερπνότατόν τι μέλος ἠχοῦσιν· οὕτως οἱ πρὸς μίαν συγκεκραμένοι γνώμην, εὔηχον ἀνακρούονται τῆς ἀγάπης τὸν φθόγγον.

Διὰ τοῦτο συμβουλεύει ὁ Παῦλος τὸ αὐτὸ φρονεῖν, καὶ λέγειν, καὶ ἀλλήλους ἡγεῖσθαι ὑπερέχοντας ἑαυτῶν, ὥστε μὴ τῇ φιλοτιμίᾳ διαλύεσθαι τὴν ἀγάπην, ἀλλὰ τὴν τιμὴν ἀντιπαραχωροῦντας ἀλλήλοις, ἐν ὁμονοίᾳ διάγειν. Καὶ πάλιν φησί· Δι᾽ ἀγάπης δουλεύετε ἀλλήλοις. Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ ἀγαπῶν οὐκ ἐπιτάττειν βούλεται μόνον, ἀλλὰ καὶ ἐπιτάττεσθαι· καὶ χαίρει μᾶλλον ἐπιταττόμενος, ἤπερ ἐπιτάττων. Ὁ ἀγαπῶν χαρίζεσθαι βούλεται μᾶλλον, ἢ χάριν λαμβάνειν· θέλει γὰρ ὀφειλέτην ἔχειν τὸν φίλον, ἤπερ αὐτὸς ὀφείλειν ἐκείνῳ. Ὁ ἀγαπῶν καὶ βούλεται χαρίζεσθαι τῷ ἀγαπωμένῳ, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι, καὶ ἄρχειν αὐτὸς εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν εὐεργεσίας. Τάχα τινὲς ἀγνοοῦσι τὸ λεχθέν· οὐκοῦν δι᾽ ὑποδείγματος αὐτὸ ποιήσω σαφές.

Ἔμελλεν ὁ φιλάνθρωπος Δεσπότης τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡμῶν· ἀλλ᾽ ἵνα μὴ δόξῃ χαρίζεσθαι, ἀλλ᾽ ὀφειλὴν ἀποδιδόναι, προσέταξε τῷ Ἀβραὰμ δοῦναι τὸν υἱὸν αὐτοῦ, ἵνα τοῦτο καὶ αὐτὸς ποιῶν, μὴ ὡς χάριν διδοὺς, ἀλλ᾽ ὡς χρέος ἀποδιδοὺς εὑρεθῇ διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος. Οἶδα ὅτι ξένον φαίνεται τοῖς πολλοῖς τὸ λεχθέν. Τὸ δὲ αἴτιον, ὅτι περὶ πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσπερ γὰρ εἰ ἔλεγον περί τινος φυτοῦ ἐν Ἰνδίᾳ τικτομένου, καὶ οὗ μηδεὶς πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν μυρία περὶ αὐτοῦ ἔλεγον· οὕτω καὶ νῦν ὅσα ἂν εἴπω, μάτην ἐρῶ· οὐ γὰρ συνιοῦσί τινες τὰ λεγόμενα. Ἐν οὐρανῷ γὰρ, ὡς ἔφην, τοῦτο πεφύτευται τὸ φυτόν. Ἀλλ᾽ ἐὰν θέλωμεν, καὶ παρ᾽ ἡμῖν αὐτὸ φυτευθῆναι δυνατόν. Διὰ τοῦτο γὰρ ἐδιδάχθημεν λέγειν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· Γενηθήτω τὸ θέλημά σου ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.