Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τελείας ἀγάπης
Η τελική κρίση και η μνήμη της κολάσεως
Περιγραφή του φοβερού βήματος του Χριστού, της απροσωπόληπτης αποκάλυψης των έργων, της φύσης των αιώνιων βασανιστηρίων και της ωφέλειας από τη μνήμη τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η τελική κρίση και η μνήμη της κολάσεως
Περιγραφή του φοβερού βήματος του Χριστού, της απροσωπόληπτης αποκάλυψης των έργων, της φύσης των αιώνιων βασανιστηρίων και της ωφέλειας από τη μνήμη τους.
δʹ. Ταῦτ᾽ οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὰ τούτων πλείονα (πολλὰ γὰρ ἔστι καὶ ἄλλα περὶ τούτων εἰπεῖν, ἀλλὰ τοῖς συνετωτέροις ἀρκεῖ ταῦτα), φύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα δείξωμεν διὰ τῶν πραγμάτων, ὅτι αὐτεξούσιον ἔχομεν πρὸς τὰ δοκοῦντα τὴν γνώμην, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς τῶν ἔργων ἀποκαλύψεως. Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, καθώς φησιν ὁ Παῦλος, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Λάβωμεν, παρακαλῶ, κατὰ νοῦν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσω, μὲν αὐτὸ παρεῖναι νῦν, καὶ τὸν κριτὴν καθέζεσθαι, καὶ τὰ πάντα ἀνακαλύπτεσθαι, καὶ εἰς μέσον ἄγεσθαι. Οὐ γὰρ ἁπλῶς παραστῆναι δεῖ, ἀλλὰ καὶ φανερωθῆναι ἡμᾶς.
Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐφρίξατε; ἆρα οὐχ αἱρούμεθα πολλάκις ἀποθανεῖν, ἢ ἐπὶ φίλων αἰδεσίμων πταῖσμα κρυπτὸν ἡμῶν φανερωθῆναι; Πῶς οὖν τότε διακεισόμεθα, ἐπὶ πάντων ἀγγέλων καὶ πάντων ἀνθρώπων φανερουμένων τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἱσταμένων; Ἐλέγξω σε γὰρ, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Εἰ δὲ μήπω τοῦ πράγματος παρόντος, ἀλλὰ καθ᾽ ὑπόθεσιν δοθέντος, καὶ λόγῳ διαγραφέντος, ἀπολλύμεθα ὑπὸ τοῦ συνειδότος, τί ποιήσομεν ὅταν παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἀρχαὶ καὶ ἐξουσίαι, ὅταν σάλπιγγες ἠχῶσιν αἱ συνεχεῖς καὶ ἐπάλληλοι, καὶ ἁρπαγὴ τῶν δικαίων ἐπὶ νεφελῶν, καὶ πολὺς τῶν ἡμαρτηκότων ὁ κλαυθμός; Ποῖος ἄρα φόβος ἕξει τότε τοὺς ἐπὶ τῆς γῆς ἀπομένοντας; Μία γὰρ, φησὶν, ἁρπάζεται, καὶ μία ἀφίεται· καὶ εἷς παραλαμβάνεται, καὶ εἷς καταλιμπάνεται.
Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς μὲν ὁρῶσιν ἀπαγομένους μετὰ τιμῆς μεγάλης, ἑαυτοὺς δὲ ἀφιεμένους μετὰ πολλῆς αἰσχύνης; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος. Εἴδετέ ποτε τοὺς ἀπαγομένους ἐπὶ θάνατον; Ποίαν αὐτοῖς νομίζετε εἶναι τὴν ψυχὴν τὴν μέχρι τῆς πύλης ὁδὸν βαδίζουσι; Τί οὐκ ἂν εἵλοντο καὶ ποιῆσαι καὶ παθεῖν, ὥστε ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης; Ἐγὼ πολλῶν ἤκουσα λεγόντων τῶν φιλανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω ἀνακληθέντων, ὅτι οὐδὲ ἀνθρώπους ἑώρων τοὺς ἀνθρώπους, τεθορυβημένης τῆς ψυχῆς καὶ ἐκπεπληγμένης.
Καὶ τί λέγω περὶ τῶν ἀπαγομένων; Ὄχλος περιέστηκε τότε, οἱ πλείους οὐκ εἰδότες αὐτούς. Εἴ τις ἑνὸς τότε ἑκάστου τὴν ψυχὴν περιεσκόπησεν, οὐδεὶς οὕτως ὠμὸς, οὐδεὶς οὕτω θρασὺς, οὐδεὶς οὕτω γενναῖος, ὃν οὐ καταπεπτωκυῖαν αὐτὴν ἔχοντα εὕροι καὶ παρειμένην ὑπὸ τοῦ φόβου καὶ τῆς ἀθυμίας. Εἰ δὲ ἑτέρων ἀναιρουμένων οἱ μηδὲν αὐτοῖς κοινωνοῦντες οὕτω διατίθενται, ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπέσωμεν, τίνες ἄρα ἐσόμεθα, τῆς μὲν ἀῤῥήτου χαρᾶς ἐκείνης ἀποπεμπόμενοι, εἰς αἰωνίαν δὲ τιμωρίαν παραπεμπόμενοι; Εἰ γὰρ καὶ γέεννα μὴ ἦν, τὸ ἐκ τοσαύτης λαμπρότητος ἀπωσθῆναι, καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος, θεωροῦντες πολλοὶ, καὶ τὴν ἑαυτῶν πενίαν ἐννοοῦντες, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνουσιν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένουσι, τί τότε ἔσται; Ἢ μικρὰν εἶναι νομίζετε κόλασιν τὸ μὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ; τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης; τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι;
Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλίψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν, καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ· ποῦ τάξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον;
εʹ. Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλίψιν· ὅταν ἀπαγώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ᾽ ἀπὸ πυρός εἰσιν οὐδέποτε σβεννυμένου, οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ᾽ ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίσαμεν ὀργιζόμενοι.
Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα. Κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παραστῆναι, καὶ χεῖρα ὀρέξαι. Καὶ γὰρ τὴν ἐκ φύσεως συμπάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει Ἐπειδὴ γὰρ εὑρίσκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν (οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ γνώμης τὰ κακὰ), ὥστε καθαρὰν αὐτοῖς εἶναι τὴν εὐφροσύνην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαι τότε ἐστὶ, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δεσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ καὶ νῦν τινες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι, καὶ τῆς συγγενείας ἀποτέμνουσι, πολλῷ μᾶλλον ἐν τῇ κρίσει τοῦτο γενήσεται. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω, χρηστὰ μὴ ἐργασάμενος, τὶ χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ἕκαστος γὰρ κομίσεται, φησὶ, τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ἀκούσωμεν, παρακαλῶ, καὶ σωφρονῶμεν.
Ἂν πῦρ ἔχῃς ἐπιθυμίας πονηρᾶς, ἐννόησον τῆς κολάσεως ἐκείνης τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν οἴχεται. Ἂν βουληθῇς φθέγξασθαί τι τῶν ἀτόπων, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι φόβος. Ἂν ἁρπάσαι θελήσῃς, ἄκουσον τοῦ δικαστοῦ λέγοντος, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν. Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν διὰ τὸ μὴ ἔχειν ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος.
Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος τῆς αἰτήσεως, καὶ ταχέως ἀποστήσῃ τοῦ πάθους. Καὶ τὰ ἄλλα δὲ πάντα τούτῳ κατορθώσεις τῷ τρόπῳ· οὐδὲν γὰρ φορτικὸν ἐπέταξεν ὁ Θεός. Πόθεν οὖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας. Ὥσπερ γὰρ, ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα βαρέα κοῦφα ἔσται καὶ ῥᾴδια, οὕτως, ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ φανεῖται δύσκολα ἡμῖν. Ἅπερ ἅπαντα λογισάμενοι, μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ τὸ τέλος αὐτῶν ἐννοῶμεν. Ἐνταῦθα μὲν γὰρ κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ. Μὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα φροντίδες καὶ πόνοι, ἐκεῖ δεσμὰ ἄλυτα καὶ σκότος ἐξώτερον. Μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα δουλεία καὶ εἰρωνεία, ἐκεῖ ζημία πολλὴ καὶ τὸ διηνεκὲς ἐμπυρίζεσθαι. Ἂν οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς ἐπᾴδωμεν ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ κακίαν ἐκφύγωμεν, καὶ ἀρετὴν κατορθώσομεν, καὶ τὸν τῶν παρόντων ἔρωτα σβέσομεν, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Τί γὰρ ἔχει τὰ παρόντα βέβαιον, ἢ τί ξένον καὶ παράδοξον, ὅτι πᾶσαν τὴν σπουδὴν εἰς αὐτὰ ἀναλίσκωμεν;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.