Κωκυτοὺς γάρ φασί τινας καὶ Πυριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς ἑτέρους κολάσεως τρόπους· καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακάρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολλὴν, καὶ αὔραν λεπτὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον. Μὴ τοίνυν ἀπιστῶμεν τῇ γεέννῃ, ἵνα μὴ ἐμπέσωμεν εἰς αὐτήν· ὁ γὰρ ἀπιστῶν, ῥᾳθυμότερος γίνεται· ὁ δὲ ῥᾳθυμῶν, εἰς αὐτὴν ἀπελεύσεται πάντως· ἀλλὰ καὶ πιστεύωμεν ἀνενδοιάστως, καὶ διαλεγώμεθα περὶ αὐτῆς συνεχῶς, καὶ οὐ ταχέως ἁμαρτησόμεθα. Τῶν γὰρ τοιούτων λόγων ἡ μνήμη, καθάπερ τι φάρμακον πικρὸν, πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, διαπαντὸς ἡμῶν ἐνιζάνουσα τῇ ψυχῇ. Χρησώμεθα τοίνυν αὐτῷ, ἵνα καθαρθέντες καλῶς, ἀξιωθῶμεν ἰδεῖν τὸν Θεὸν, ὡς ἀνθρώποις ἰδεῖν δυνατὸν, καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.