Εἰ οὖν ἀσθένειαν καταγγέλλει Πατρὸς, τὰ ὁμοούσια φεύγων, ἀναγκασθήσῃ ἐκ τῆς ἀληθείας σὺν ἡμῖν ὁμολογεῖν Τριάδα ἄκτιστον καὶ ὁμοούσιον καὶ παντοδύναμον. Ἀλλ᾽ ἐρεῖς μοι περὶ τοῦ Πατρὸς, ὅτι γέγραπται, Σὲ τὸν μόνον ἀληθινὸν Θεόν. Ἀλλὰ καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ πῶς οὖν ἴσος τῷ Πατρί; τὸ γὰρ εἰπεῖν περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ἔδειξε τὸν Υἱὸν οὐ φυσικὸν, ἀλλὰ θετὸν Θεόν. Τί οὖν, ὁ πολεμῶν τὴν ἑαυτοῦ σωτηρίαν; ἐπειδὴ γέγραπται, καθὼς λέγει Ἰωάννης περὶ τοῦ Πατρὸς, ὅτι Ὁ Θεὸς φῶς ἐστι, περὶ δὲ τοῦ Υἱοῦ, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινὸν, παρὰ τοῦτο τολμᾷς ἐλάττω λέγειν τὸν Πατέρα, διὰ τὸ μὴ προσκεῖσθαι τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ περὶ Υἱοῦ μόνον, Ἦν τὸ φῶς ἀληθινόν; Ὥσπερ οὖν οὐ τολμᾷς σμικρῦναι τὸν Πατέρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, ἀληθινόν· οὕτως ἀκούων περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, περὶ δὲ τοῦ Υἱοῦ, τὸ Θεὸς μόνον, μὴ τολμήσῃς σμικρῦναι τὸν Υἱὸν, ἀντιπαρακειμένων ἀλλήλοις τῶν ὀνομάτων, τῷ Πατρὶ τὸ Θεὸς ἀληθινὸς, τῷ Υἱῷ τὸ, Θεός· ἀνάπαλιν δὲ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τῷ Υἱῷ, τῷ δὲ Πατρὶ τὸ φῶς μόνον. Ὡς οὖν οὐ τολμητέον εἰπεῖν περὶ Πατρὸς, ὅτι οὐκ ἔστι φῶς ἀληθινὸν, καὶ περὶ τοῦ Υἱοῦ, Θεὸς ἀληθινός· αὐτὸς γὰρ εἶπεν, Ἐγώ εἰμι ἡ ἀλήθεια· οὕτω καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Πνεῦμα τῆς ἀληθείας.