Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς ἁγίας τριάδος
Το μυστήριο της ενσαρκώσεως και ομολογία πίστεως
Θεμελίωση της προσκύνησης της θεωθείσης σαρκός, ανακεφαλαιωτική ομολογία της ορθοδόξου πίστεως, αναθεματισμός των αιρέσεων και τελική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο της ενσαρκώσεως και ομολογία πίστεως
Θεμελίωση της προσκύνησης της θεωθείσης σαρκός, ανακεφαλαιωτική ομολογία της ορθοδόξου πίστεως, αναθεματισμός των αιρέσεων και τελική δοξολογία.
Εἰ γὰρ μικρὸς Θεὸς ὁ Υἱὸς, ψεύδεται Παῦλος λέγων· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὃν οὖν Παῦλος καλεῖ μέγαν Θεὸν, σὺ μὴ κάλει μικρόν· ἐν γὰρ Θεῷ πάντα τέλεια. Καὶ πάλιν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Μήτε κτιστὸν Θεὸν ὀνομάσῃς ποτέ· ἀσεβὴς γὰρ ὁ κτίσμα προσκυνῶν.
Τί οὖν; οὐ λέγεις τὸ σῶμα τοῦ Κυρίου κτιστόν; Ἴδε οὖν, καὶ σὺ κτίσμα προσκυνεῖς, ἀνόητε. Οὐδεὶς λέγει βασιλεῖ, Ἔκδυσαι τὴν πορφυρίδα σου, ἢ, ἔγειραι ἐκ τοῦ θρόνου σου, ἵνα σοι ψιλῷ προσκυνήσω, ἀλλὰ προσκυνεῖ βασιλεῖ ἐπὶ θρόνου καθημένῳ, καὶ ἐν πορφυρίδι ὄντι. Ηὐδόκησε γὰρ ὁ Θεὸς Λόγος τὴν κτιστὴν σάρκα τὴν ἐξ ἡμῶν ἀκηλιδώτως ἑνῶσαι ἑαυτῷ· προσκυνητὴ οὖν ἐστι σὺν τῷ Θεῷ Λόγω, καθὼς καὶ ἀπεθέωσεν αὐτήν. Καὶ τοῦτο σημαίνων ὁ θεσπέσιος Δαυῒδ βοᾷ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. *** Ἐν ἄλλῳ ῥητῷ λέγων· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.
Τῇ γῇ ἡμᾶς κελεύεις προσκυνεῖν, ὦ μακάριε Δαυΐδ; καὶ πῶς Μωϋσῆς νομοθετεῖ, μήτε τῷ οὐρανῷ, μήτε τῇ γῇ, μήτε τοῖς ἐν αὐτοῖς προσκυνεῖν; Ὁρᾶτε μυστήριον. Ἐπειδὴ ἤμελλε χωρὶς ἁμαρτίας τὴν ἡμετέραν σάρκα ἑνοῦν ἑαυτῷ εἰς μίαν προσκύνησιν, ἡ δὲ σὰρξ ἡμῶν ἐκ τοῦ Ἀδὰμ, ἐκ τῆς γῆς· κατὰ τοῦτο λέγει, Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ἡμεῖς τῇ γῇ οὐ προσκυνοῦμεν, ἀλλὰ τῷ Θεῷ Λόγῳ τῷ ἑνώσαντι ἑαυτῷ χωρὶς ἁμαρτίας τὴν ἐκ τῆς γῆς πλασθεῖσαν τοῦ Ἀδὰμ σάρκα. Μηκέτι οὖν λέγε κτιστὸν Θεὸν τὸν Υἱόν· εἰπὲ γὰρ, ποῦ εἶπεν ὁ Πατὴρ, Ἔκτισά μοι υἱόν· ἢ ὁ Υἱὸς, ἔκτισέ με ὁ Πατήρ;
Μηδὲ τὰς ἀνθρωπίνας φωνὰς τοῦ Χριστοῦ εἰς ἐλάττωσιν αὐτοῦ λάμβανε. Εἰ γὰρ τούτων λεχθέντων, καὶ τῶν ἀνθρωπίνων ἐπ᾽ αὐτῷ δειχθέντων, ἐτόλμησάν τινες λέγειν, δοκήσει καὶ φαντασίᾳ αὐτὸν σεσαρκῶσθαι· εἰ μὴ ταῦτα ἐγεγόνει, ποῦ οὐκ εἶχον ἐξοκεῖλαι ἀσεβείας; Πᾶς οὖν ὁ ταῖς ἁγίαις Γραφαῖς πιστεύων, προσκυνείτω Τριάδα ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, παντοδύναμον, συνάναρχον, συναΐδιον καὶ ὁμοούσιον, Πατέρα, καὶ Υἱὸν, τὸν πρώην μὲν ἄσαρκον, ἐπὶ τέλει δὲ βουλήσει ἰδίᾳ ἐνανθρωπήσαντα τελείως, χωρὶς ἁμαρτίας, ἀτρέπτως καὶ ἀναλλοιώτως· γεγονὼς γὰρ ἄνθρωπος ἔμεινε τὸ εἶναι Θεός· οὐ γὰρ ἐτράπη τῆς αὐτοῦ δόξης καὶ ἀξίας· καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Τοὺς δὲ λέγοντας τρεπτὸν τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, ἢ ἀλλοιωτὸν, ἢ ἐξ ἑτέρας οὐσίας, ἢ ἐξ οὐκ ὄντων γεγονότα, ἢ ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν, ἀναθεματιζέτω αὐτοὺς ἡ καθολικὴ Ἐκκλησία. Ἐπαρκεῖ δὲ ταῦτα τῷ βουλομένῳ, κἂν ὀλίγα ὦσιν· ἅπαντα γὰρ διεξελθεῖν ἀδύνατον· ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐδὲ αὐτὸν γὰρ οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἡμεῖς δὲ οἱ ἀνάξιοι, οἱ καταξιωθέντες ὠφεληθῆναι ἐκ τῶν θείων Γραφῶν, προσκυνῶμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.