Τί δὲ τοῦτό ἐστιν; Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ᾽ ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ᾽ αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ᾽ αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ταῦτα οὐ μυρίων στεφάνων λαμπρότερα; ὅτι ἡγιάσθημεν; ὅτι ἐδικαιώθημεν; ὅτι διὰ πίστεως; ὅτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ἐξ οὐρανῶν κατελθόντος ὑπὲρ ἡμῶν;