Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς κατὰ θεὸν ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Οι πνευματικοί καρποί της αγάπης και η εκκλησιαστική ενότητα

Τα πρακτικά γνωρίσματα της αγάπης ως βάση της ειρηνικής πολιτείας, η καταπολέμηση των δαιμονικών μεθοδειών και η μίμηση των αποστολικών προτύπων προς επίτευξη της ομόνοιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὑπηρέτις οὖσα τοῦ Κυρίου καὶ τοῦ Πνεύματος ὑπουργὸς ἡ θεία ἀγάπη, τὰ διεστῶτα συνάγει, τὰ ἀπηλλοτριωμένα οἰκειοῖ. Ὢ Χριστοῦ θαυμάσιον ἔργον, ἡ ἀγάπη! ὢ κόσμου σωτηρίας μυστήριον! Δι᾽ ἀγάπην ἀποστέλλει ὁ Πατὴρ καὶ Θεὸς εἰς τὸν κόσμον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· Ὁ Χριστὸς γὰρ, φησὶν, ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· ἀγάπη τοὺς ὑπὲρ τοῦ πλησίον πόνους ἡδέως φέρει, δι᾽ ἀγάπην δοῦλοι ἀλλήλων εἶναι κελευόμεθα· Διὰ γὰρ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· ἀγάπη τὰς ἰδίας ἑνὸς ἑκάστου κτήσεις κοινὰς ἁπάντων ἐργάζεται· ἀγάπη δεικνύει σοι τὸν πλησίον, ὡς ἑαυτὸν, καὶ φέρει ἁμαρτήματα, ὡς καὶ τὰ ἑαυτοῦ. Ὀλίγα μὲν ὀργισθήσῃ, πλεῖστα δὲ μακροθυμήσεις. Δι᾽ ἀγάπην αὐξάνεται ἡ ποίμνη τοῦ Χριστοῦ· ἀγάπη φονικοὺς πραΰνει θυμοὺς, ὅπλα πολεμίων ἀμβλύνει, καὶ λήθην πολεμίων ἐντίθησιν ἁπάντων, καὶ τὴν εἰρηνικὴν πολιτείαν Χριστοῦ τῷ κόσμῳ εἰσάγει. Οὐ λήψεται γὰρ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Διὰ τοῦτο, Ἀνατελεῖ, φησὶν, ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη· Λαμπρὸς δὲ καὶ ὁ τύπος τῆς εἰρηνικῆς πολιτείας. Ὢ τῆς μακαρίας εἰρήνης ἀρχηγὸς ἀγάπη!

ἡ τὸν ἐχθρὸν καὶ πολέμιον ἐν ἀνθρώποις ἀπελαύνουσα δαίμονα, δι᾽ ἧς στένει μὲν ὁ διάβολος ἐπ᾽ ἀνθρώποις εἰρηνικοῖς, συνήδονται δὲ ἄγγελοι τῆς ἑαυτῶν εἰρήνης εἰκόνα ἐν ἀνθρώποις ὁρῶντες, φαιδροὶ πρὸς ἀλλήλους ἡμεῖς ἐσμεν, καὶ πάσης εὐθυμίας μεῖζον ἀδελφὸς ὀφθεὶς ἀδελφῷ.

Παρακαλεῖσθαι γοῦν ἐπὶ ταῖς θλίψεσι φησὶν ὁ Παῦλος ἐπὶ τῇ παρουσίᾳ Τίτου· ὅτε δὲ οὐ πάρεστιν, οὐκ ἔχει ἄνεσιν τῷ πνεύματι. Ἀγάπη Θεοῦ, καὶ ἀδελφῶν ἀγάπη, δύο ἀχώριστα. Καὶ ταύτην, φησὶν ὁ Ἰωάννης, ἐντολὴν ἔχομεν παρὰ τοῦ Θεοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Τοῦτο γὰρ εἶπε καὶ τῷ Πέτρῳ· Εἰ ἀγαπᾷς με, βόσκε τὰ πρόβατά μου. Τουτέστι, Δεῖξον τὴν πρὸς τὸν ποιμένα ἀγάπην, τῶν προβάτων διὰ σπουδῆς προνοούμενος. Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίαις λίθων εὐμεγεθῶν ὠχυρωμένον, καὶ πολεμίων ἀποτρέπον ἐφόδους, οἷον ἁγίων σύστημα ἡρμοσμένον τοῖς τῆς ἀγάπης δεσμοῖς, καὶ τὰς τοῦ διαβόλου πείρας (sic); τίς δὲ φυτῶν εὐπρέπεια τοιαύτη κατὰ στίχον πεφυτευμένων, ἢ στρατιᾶς εὐάρμοστος σύνταξις ἐν κόσμῳ καὶ τάξει εὐπρεπεῖ προϊοῦσα; Ταῦτα γὰρ παρέχει τέρψιν· τερπνότερον δὲ καὶ ἡδύτερον πάντων, τῶν ἐν ἀγάπῃ συνηρμοσμένων ἀλλήλοις ἡ κατὰ τὴν φυσικὴν ἁρμονίαν εὐπρέπεια; αὕτη γὰρ ἐν ὀφθαλμοῖς Κυρίου σεμνὴ καὶ ἔντιμος φαίνεται. Ἄκουε τοῦ Δαυῒδ, μᾶλλον δὲ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος· Ἰδοὺ τί, φησι, τί καλὸν, ἢ τί τερπνόν; οὐδὲν ἕτερον, οὐδὲν ἄλλο τῶν ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό· ὡς μύρον ἐκκενωθὲν ἐπὶ κεφαλήν. Ἄγγελοι τοὺς ἡμετέρους χοροὺς περιχορεύουσι, καὶ εὐφραίνονται ἐφ᾽ ἡμῖν, ὅτι τὴν αὐτῶν διαγωγὴν μιμούμεθα.

Εἰ γὰρ ἐφ᾽ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ ἐν οὐρανῷ γίνεται, κατὰ τὸν τοῦ Κυρίου λόγον, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει σωζομένων. Ἡ γὰρ τοῦ μέλλοντος αἰῶνος εὐφροσύνη ἀπεντεῦθεν φαίνεται, τῷ μὲν διαβόλῳ πένθος, δαιμόνων λικμητήριον, ὅτε χοροὺς συνεστήκαμεν ἀλλήλοις, ἐν μιᾷ ψυχῇ καὶ μιᾷ γνώμῃ πρὸς ὑμνῳδίαν Θεοῦ τὴν παναρμόνιον τῶν Χερουβεὶμ καὶ μεγαλόδοξον μιμούμεθα μελῳδίαν. Ὥσπερ γὰρ ἐκεῖνα ἐκ διαδοχῆς ἓν τοῦ ἑνὸς παραλαμβάνοντα, τὸν τρισάγιον ᾄδουσιν ὕμνον· οὕτω καὶ ἡμεῖς εἰς τὸν ἐκείνων τύπον δύο χοροὺς συστησάμενοι, καὶ ἀντιφωνοῦντες ἀλλήλοις, τὴν πνευματικὴν ᾄδομεν μελῳδίαν. Θαῦμα τοῖς ἔξωθεν, ἐπιθυμητὸν τοῖς ὁρῶσι, καὶ πόθος τοῖς ἀκούουσιν ἐγγίνεται, καὶ θεία ἐνεργὴς αἴσθησις ἐν ἡμῖν εὑρίσκεται, δι᾽ ἧς αἰσθανόμεθα ἐκριζουμένων ἐξ ἡμῶν πάντων τῶν κακοτροπίας καὶ διαιρέσεως αἰτιῶν. Πάντες δι᾽ ἡμᾶς δοξάσουσι τὸν Θεὸν, πολιτείαν ἐπὶ γῆς ὁρῶντες οὐράνιον. Διὰ τοῦτο πάντας ἡμᾶς ἓν φρονεῖν καὶ τὸ αὐτὸ λέγειν ὁ Παῦλος ἐδίδασκε· διὰ τοῦτο Χριστὸς ἀποστέλλων συνδύο πέμπει τοὺς ἀποστόλους· μέχρι καὶ γυναικῶν εἰσηγεῖται τὴν ὁμοφροσύνην, ἵνα μηδὲ τὸν τῶν παρθένων σύλλογον ἄμοιρον ταύτης τῆς ἀγγελικῆς μιμήσεως καταστήσῃ.

Διὰ τοῦτο λέγει. Εὐοδίαν παρακαλῶ καὶ Συντύχην τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Ἀλλήλους ὑπερέχοντας ἡγεῖσθαι κελεύει, πρὸς τὸ μὴ διαλύεσθαι τῇ φιλοτιμίᾳ, μᾶλλον δὲ τῇ κενοδοξίᾳ, ἀλλὰ τὴν τιμὴν παραχωροῦντες τῷ πλησίον ἑνοῦσθαι, καὶ συγκρίνεσθαι. Σεμνὰ μὲν οὖν τὰ καθ᾽ ἡμᾶς, καὶ ὡς ἀληθῶς ἐπικόσμια τὰ τῆς ἱερᾶς καὶ θείας ἀγάπης. Ἴδωμεν δὲ καὶ τὰς ἐν τῷ νόμῳ διδασκαλίας.