Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς κατὰ θεὸν ἀγάπης

Ἰωάννης ὁ Χρυσόστομος

Η αγάπη ως διηνεκές όφλημα και ακροτελεύτια δοξολογία

Προτροπή στην αδιάλειπτη άσκηση της αγάπης, εσχατολογική προοπτική των αιωνίων αγαθών εν Χριστώ και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Χρέως ἔστω παρ᾽ ὑμῖν τὸ ἀγαπᾷν ἀλλήλους μηδέποτε πληρούμενον· φησὶ γὰρ ὁ Παῦλος, Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ὥσπερ γὰρ τὰς τροφὰς καθ᾽ ἑκάστην ἐπιζητοῦμεν τὴν ἡμέραν, καὶ οὐχὶ ἡ προλαβοῦσα χορτασία ἀποστήσει ἡμᾶς τοῦ μὴ καθ᾽ ἑκάστην ἐπιζητεῖν τροφὰς, ἀλλὰ τοῦτο ἀπὸ τῆς φύσεως ἀπαιτούμενοι ὡς χρέως ὀφείλομεν· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης τὸν αὐτὸν τύπον φυλάξωμεν. Οὐ πλησθήσεται, φησὶν, ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὖς τοῦ ἀκούειν. Γλυκὺ τοῖς ὀφθαλμοῖς τὸ φῶς, καὶ οὐδεὶς ἔκαμεν ὁρῶν τῷ ὀφθαλμῷ, καὶ οὐδεὶς ἔκαμεν ἀκούων τοῖς ὠσίν· οὕτω καὶ τὸ τῆς ἀγάπης ἐράσμιον ἔργον ἀόκνως ἐπιτελεῖν ὀφείλομεν, καὶ οὐδέποτε κορέννυσθαι. Ὕδωρ γὰρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην· Μένει γὰρ, φησὶ, τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγάπη. Ὥσπερ γὰρ ἦν ἀπ᾽ ἀρχῆς, οὕτω καὶ εἰς αἰῶνα φυλαχθήσεται· ᾗ ἐξακολουθοῦντας ἡμᾶς γένοιτο τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.