Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς μελλούσης ζωῆς τρυφῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η αληθινή ελευθερία και η παιδαγωγική φθαρτότητα των παρόντων

Η κυριαρχία επί των παθών ως γνήσια ελευθερία, η αφθονία του πνευματικού πλούτου έναντι του υλικού και η φυσική φθορά των εγκοσμίων ως μέσο αποτροπής και προσδοκίας του μέλλοντος αιώνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Μὴ γάρ μοι τὸν ἐπ᾽ ὀχήματος εἴπῃς καθήμενον, καὶ τὰς ὀφρῦς ἀνασπῶντα, καὶ πολλοὺς ἔχοντα δορυφόρους, μήτε τὴν ζώνην καὶ τὴν τοῦ κήρυκος φωνήν· μὴ ἐντεῦθέν μοι τὸν ἄρχοντα χαρακτηρίσῃς, ἀλλ᾽ ἀπὸ τῆς καταστάσεως τῆς κατὰ ψυχὴν, εἰ τῶν ἑαυτοῦ παθῶν ἄρχει, εἰ τῶν νοσημάτων περιγίνεται· οἷον, εἰ χρημάτων ἐπιθυμίας κρατεῖ, εἰ σωμάτων ἀκόρεστον ἔρωτα ὑπέταξεν, εἰ μὴ τήκεται φθόνῳ, εἰ μὴ σύρεται τῷ χαλεπῷ τῆς κενοδοξίας πάθει, εἰ μὴ δέδοικε καὶ τρέμει πενίαν, εἰ μὴ τὴν ἐπὶ τὸ σκυθρωπότερον μεταβολὴν, εἰ μὴ ἀποτέθνηκε τῷ δέει τούτῳ. Τοιοῦτόν μοι δεῖξον τὸν ἄρχοντα· τοῦτο γὰρ ἀρχή.

Εἰ δὲ κρατεῖ μὲν ἀνθρώπων, δουλεύει δὲ πάθεσι, πάντων ἀνθρώπων δουλικώτερον τὸν τοιοῦτον εἴποιμι ἂν ἔγωγε Καὶ καθάπερ τὸν ἐν τῷ βάθει τὸν πυρετὸν ἔχοντα κατακλειόμενον, κἂν μηδὲν τοιοῦτον ἡ ἐπιφάνεια τοῦ σώματος ἐνδείκνυται, πάντως μάλιστα φαῖεν ἂν πυρέττειν οἱ τῶν ἰατρῶν παῖδες, κἂν οἱ ἰδιῶται ἀγνοῶσιν· οὕτω δὴ κἀγὼ τὸν ψυχὴν ἔχοντα δούλην, καὶ τῶν παθῶν αἰχμάλωτον, κἂν μή τι τοιοῦτον ἡ ἔξωθεν ἐπιδείκνυται ὄψις, ἀλλὰ τοὐναντίον, ἁπάντων δουλικώτερον φαίην ἂν τὸν ἐν τῷ βάθει τὸν πυρετὸν τῶν κακῶν ἔχοντα, καὶ τὴν τυραννίδα τῶν παθῶν ἐν αὐτῇ ἱδρυμένην τῇ ψυχῇ· ἄρχοντα δὲ καὶ ἐλεύθερον, καὶ βασιλέων βασιλικώτερον, κἂν ῥάκια περιβεβλημένος ᾖ, κἂν δεσμωτήριον οἰκῇ, κἂν ἅλυσιν περικέηται, τὸν ταύτην ἀποδυσάμενον τὴν τυραννίδα, καὶ οὔτε ταῖς πονηραῖς ἐπιθυμίαις κατεχόμενον, οὔτε ἄλογον δέος πενίας καὶ ἀτιμίας, αὐτῶν τῶν δοκούντων εἶναι λυπηρῶν ἐν τῷ παρόντι βίῳ, δεδοικότα καὶ τρέμοντα.

βʹ. Αὗται αἱ ἀρχαὶ οὐκ εἰσὶ χρημάτων ὠνηταὶ, οὐδὲ τοὺς φθονοῦντας ἔχουσι· ταύτην οὐκ οἶδε κατηγόρου γλῶττα, οὔτε βασκάνων ὀφθαλμὸς, οὐδὲ ἐπιβούλων μηχανήματα, ἀλλ᾽ ὥσπερ ἐν ἀσύλῳ χωρίῳ τινὶ τῷ τῆς φιλοσοφίας ἐνδιαιτωμένη, μένει διηνεκῶς ἀχείρωτος, οὐ μόνον ταῖς ἄλλαις τῶν πραγμάτων περιστάσεσιν, ἀλλ᾽ οὐδὲ αὐτῇ εἴκουσα τῇ τελευτῇ.

Καὶ δεικνύουσι ταῦτα οἱ μάρτυρες, ὧν τὰ σώματα μὲν διελύθη καὶ κόνις γέγονε καὶ τέφρα, ἡ δὲ ἀρχὴ καθ᾽ ἑκάστην ζῇ τὴν ἡμέραν καὶ ἐνεργεῖ, δαίμονας ἀπελαύνουσα, καὶ νοσήματα δραπετεύειν παρασκευάζουσα, καὶ πόλεις ὁλοκλήρους ἀναπτεροῦσα, καὶ δήμους ἐνταῦθα ἄγουσα. Τοσαύτη τῆς ἀρχῆς ταύτης ἡ δύναμις, οὐχὶ ζώντων τῶν ἀρχόντων μόνον, ἀλλὰ καὶ τελευτησάντων, ὡς ἀνάγκῃ μὲν μηδένα, γνώμῃ δὲ καὶ πόθῳ πάντας ἐνταῦθα ἐλθεῖν, καὶ μηδενὶ μαραίνεσθαι χρόνῳ. Ὁρᾶτε ὡς οὐ μάτην τουτὶ τὸ θέατρον σεμνότερον ἔφην εἶναι τῶν βασιλικῶν αὐλῶν; Τὰ μὲν γὰρ ἐκεῖ φύλλοις ἔοικε μαραινομένοις, καὶ σκιαῖς παρατρεχούσαις· τὰ δὲ ἐνταῦθα διδόμενα τὸν ἀδάμαντα μιμεῖται, μᾶλλον δὲ κἀκείνου στεῤῥότερα, ἅτε ἀθάνατα ὄντα καὶ ἀκίνητα καὶ οὐδεμιᾷ εἴκοντά ποτε μεταβολῇ, καὶ τοῖς ἐρῶσιν αὐτῶν ἀδεῶς ἐπιόντα, μάχης ἀπηλλαγμένα καὶ φιλονεικίας, καὶ φθόνου καὶ δικαστηρίων, καὶ ἐπιβούλων καὶ συκοφαντίας.

Τὰ μὲν γὰρ βιωτικὰ πολλοὺς ἔχει τοὺς φθονοῦντας· τὰ δὲ πνευματικὰ, ὅσον ἂν εἰς πλείονας ἔλθῃ, τοσοῦτον μᾶλλον τὴν εὐπορίαν ἐνδείκνυται τὴν ἑαυτῶν. Καὶ τοῦτο ἔξεστιν ὑμῖν ἐκ τοῦ λόγου τούτου μαθεῖν. Τὸν γὰρ λόγον, ὃν εἰς πάντας ἐκχέω, ἂν μὲν οἴκοι κατάσχω παρ᾽ ἐμαυτῷ, ἀπορώτερος γίνομαι· ἂν δὲ εἰς πάντας ἐκχέω, ὥσπερ εἰς ἄρουραν καθαρὰν βάλλων τὰ σπέρματα, ἐπιτείνω μου τὴν εὐπορίαν, πλείονα ποιῶ τὸν πλοῦτον, ἅπαντας ὑμᾶς εὐπορωτέρους ἐργαζόμενος, αὐτὸς δὲ οὐδὲν ἐν ταύτῃ πενέστερος γινόμενος, ἀλλὰ καὶ πλουσιώτερος μειζόνως· ὅπερ ἐπὶ χρημάτων οὐκ ἔνι, ἀλλὰ τοὐναντίον ἅπαν.

Εἰ γὰρ ἔχων χρυσίον ἀποκείμενον, εἰς πάντας αὐτὸ διανεῖμαι ἑλοίμην, οὐκέτι ἂν δυναίμην ἔχειν τὴν προτέραν εὐπορίαν, τῇ διαιρέσει ταύτης ἐλαττουμένης. γʹ. Ἐπεὶ οὖν τοσαῦτα τῶν πνευματικῶν τὰ ἐξαίρετα, καὶ πολλὴν ἔχει τὴν εὐκολίαν, ἅτε πᾶσι τοῖς βουλομένοις δωρεὰν παραγινόμενα, τούτων μᾶλλον ἐρῶμεν, τὰς σκιὰς ἀφέντες, καὶ μὴ τοὺς κρημνοὺς καὶ τοὺς σκοπέλους διώκοντες. Καὶ γὰρ ἵνα τοῦτον τὸν ἔρωτα ὁ Θεὸς ἐπιτείνῃ, καὶ πρὸ τῆς τελευτῆς τοῦ κεκτημένου ταῦτα ἀνθρώπου θάνατον αὐτοῖς συνεκλήρωσεν.

Οἷόν τι λέγω· οὐχ ὅταν ὁ κεκτημένος ταῦτα τελευτήσῃ, τότε καὶ αὐτὰ τελευτᾷ, ἀλλὰ καὶ ζῶντος ἔτι μαραίνεται ταῦτα καὶ ἀποθνήσκει, ἵνα τὸ ἐπίκηρον αὐτῶν καὶ τοὺς σφόδρα αὐτῶν ἐρῶντας καὶ περὶ αὐτὰ μεμηνότας τῆς χαλεπῆς ταύτης ἀπαγάγῃ λύττης, παιδεύοντα αὐτῶν τὴν φύσιν, καὶ διδάσκοντα διὰ τῆς πείρας, ὅτι σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ταύτῃ τὸν ἔρωτα καταλύοντα. Οἷον ὡς ἐπὶ παραδείγματος· ὁ πλοῦτος οὐχὶ τοῦ πλουτοῦντος μόνον τελευτῶντος καταλύεται, ἀλλὰ καὶ ζῶντος μᾶλλον ἀπέστη.

Ἡ νεότης τὸν ἔχοντα οὐχὶ τελευτήσαντα μόνον, ἀλλὰ καὶ ἐμπνέοντα ἔτι ἀπολιποῦσα οἴχεται, ἐν τῇ τῆς ἡλικίας ὁδῷ καταλύουσα, καὶ τῷ γήρᾳ παραχωροῦσα. Τὸ κάλλος ὁμοῦ καὶ ἡ εὐμορφία, ἔτι ζώσης τῆς γυναικὸς, ἐτελεύτησε, καὶ πρὸς ἀμορφίαν μετέστη· αἱ δόξαι, αἱ δυναστεῖαι πάλιν ὁμοίως· αἱ τιμαὶ, αἱ ἀρχαὶ, ἐφήμεροι καὶ πρόσκαιροι, καὶ τῶν ἐχόντων αὐτὰ ἀνθρώπων θνητότεραι· καὶ ὥσπερ σωμάτων θανάτους ἔστι καθημερινοὺς ὁρᾷν, οὕτω καὶ πραγμάτων.

Τοῦτο δὲ γέγονεν, ἵνα τῶν παρόντων ὑπερορῶντες, τῶν μελλόντων ἐχώμεθα, καὶ τῆς ἐκείνων ἐκκρεμώμεθα ἀπολαύσεως, καὶ ἐν τῇ γῇ βαδίζοντες, τῷ πόθῳ ἐν οὐρανοῖς διατρίβωμεν. Καὶ γὰρ δύο τούτους αἰῶνας ἐποίησεν ὁ Θεὸς, τὸν μὲν παρόντα, τὸν δὲ μέλλοντα· τὸν μὲν ὁρατὸν, τὸν δὲ ἀόρατον· τὸν μὲν αἰσθητὸν, τὸν δὲ νοητόν· τὸν μὲν σωματικὴν ἔχοντα ἀνάπαυσιν, τὸν δὲ ἀσώματον· τὸν μὲν ἐν πείρᾳ, τὸν δὲ ἐν πίστει· τὸν μὲν ἐν χερσὶ, τὸν δὲ ἐν ἐλπίσι· καὶ τὸν μὲν εἶναι στάδιον ἐκέλευσε, τὸν δὲ βραβεῖον· καὶ τούτῳ μὲν σκάμματα καὶ πόνους καὶ ἱδρῶτας συνεκλήρωσεν, ἐκείνῳ δὲ στεφάνους καὶ ἔπαθλα καὶ ἀμοιβάς· τὸν μὲν πέλαγος, τὸν δὲ λιμένα κατεσκεύασε· καὶ τὸν μὲν βραχὺν, τὸν δὲ ἀγήρω καὶ ἀθάνατον.