Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς προκοπῆς τοῦ εὐαγγελίου

Ἰωάννης ὁ Χρυσόστομος

Η προκοπή του Ευαγγελίου διά των δεσμών

Εξήγηση της παράδοξης προκοπής του Ευαγγελίου μέσα από τα δεσμά του Αποστόλου, τα οποία ενέπνευσαν παρρησία στους πιστούς και συνέβαλαν στη διάδοση του κηρύγματος ακόμη και από τους εχθρούς του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

ζʹ. Καὶ τότε τοίνυν ἐν δεσμοῖς ὢν γράφει τοῖς Φιλιππησίοις λέγων· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, τοὺς μαθητὰς ἀδελφοὺς καλῶν. Τοιοῦτον γὰρ ἡ ἀγάπη· πᾶσαν ἀνωμαλίαν ἐκβάλλει, καὶ ὑπεροχὴν καὶ ἀξίαν οὐκ οἶδεν, ἀλλὰ κἂν ἁπάντων ὑψηλότερος ᾖ τις, πρὸς τὸν πάντων κάτεισι ταπεινότερον· ὅπερ καὶ Παῦλος ἐποίει. Ἀλλ᾽ ἀκούσωμεν τί βούλεται γινώσκειν αὐτούς· Ὅτι τὰ κατ᾽ ἐμὲ, φησὶ, μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν. Εἰπέ μοι, πῶς καὶ τίνι τρόπῳ; Ἆρα τῶν δεσμῶν ἀφέθης; ἆρα ἀπέθου τὴν ἅλυσιν, καὶ μετὰ ἀδείας κηρύττεις ἐν τῇ πόλει; ἆρα εἰς ἐκκλησίαν εἰσελθὼν, μακροὺς καὶ πολλοὺς κατέτεινας λόγους περὶ τῆς πίστεως, καὶ πολλοὺς λαβὼν μαθητὰς ἀπῆλθες; ἆρα νεκροὺς ἤγειρας, καὶ ἐθαυμαστώθης; ἆρα λεπροὺς ἐκάθηρας, καὶ ἐξεπλάγησαν ἅπαντες; ἆρα δαίμονας ἀπήλασας, καὶ ἀνυψώθης;

Οὐδὲν τούτων, φησί. Πῶς οὖν ἡ προκοπὴ γέγονε τοῦ Εὐαγγελίου; εἰπέ. Ὥστε τοὺς δεσμούς μου, φησὶ, φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσι. Τί λέγεις; τοῦτο ἄρα, τοῦτο ἡ προκοπή; τοῦτο ἡ ἐπίδοσις; τοῦτο ἡ αὔξησις τοῦ κηρύγματος, ὅτι πάντες ἔμαθον ὅτι δέδεσαι; Ναὶ, φησίν. Ἄκουσον γοῦν τῶν ἑξῆς, ἵνα μάθῃς ὅτι τὰ δεσμὰ οὐ μόνον οὐκ ἐγίνετο κώλυμα, ἀλλὰ καὶ ὑπόθεσις πλείονος παῤῥησίας· Ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Τί λέγεις, ὦ Παῦλε; οὐκ ἀγωνίαν ἀνέβαλεν, ἀλλὰ θάρσος τὰ δεσμά; οὐ φόβον, ἀλλὰ πόθον; Οὐκ ἔχει τὰ λεγόμενα ἀκολουθίαν. Οἶδα κἀγώ. Οὐδὲ γὰρ κατὰ ἀνθρωπίνων πραγμάτων ἀκολουθίαν ταῦτα συνέβαινε, φησίν· ἀλλ᾽ ὑπὲρ φύσιν ἦν τὰ γινόμενα, καὶ θείας χάριτος τὰ κατορθώματα. Διὰ τοῦτο ὃ τοῖς ἄλλοις ἀγωνίαν ἐποίει, τοῦτο ἐπ᾽ ἐκείνῳ θάρσος παρεῖχε.

Καὶ γὰρ στρατηγὸν ἐὰν λαβών τις καὶ καθείρξας ποιήσῃ φανερὸν τοῦτο, εἰς φυγὴν ἐμβάλλει τὸ στρατόπεδον ἅπαν· καὶ ποιμένα δὲ ἐάν τις τῆς ποίμνης ἀπαγάγῃ, μετὰ πολλῆς τῆς ἀδείας ἀπελαύνει τὰ πρόβατα. Ἀλλ᾽ οὐκ ἐπὶ Παύλου οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν. Ὁ στρατηγὸς γὰρ ἐδέδετο, καὶ οἱ στρατιῶται προθυμότεροι ἐγίνοντο, καὶ μετὰ πλείονος τῆς παῤῥησίας τοῖς ἐναντίοις ἐπεπήδων· ὁ ποιμὴν καθεῖρκτο, καὶ τὰ πρόβατα οὐκ ἀνηλοῦτο, οὐδὲ ἐσκορπίζετο.

ηʹ. Τίς εἶδε, τίς ἤκουσεν ἐν τοῖς τῶν διδασκάλων δεινοῖς πλείονα παράκλησιν λαμβάνοντας τοὺς μαθητάς; Πῶς οὐκ ἔδεισαν; πῶς οὐκ ἐφοβήθησαν; πῶς οὐκ εἶπον πρὸς τὸν Παῦλον, Ἰατρὲ, θεράπευσον σεαυτόν; ἀπάλλαξον σεαυτὸν τῶν πολυπλόκων δεινῶν, καὶ τότε ἡμῖν τὰ μυρία προξενήσεις ἀγαθά. Πῶς ταῦτα οὐκ εἶπον; Πῶς; ὅτι πεπαιδευμένοι ἦσαν παρὰ τῆς τοῦ Πνεύματος χάριτος, ὅτι ταῦτα οὐκ ἐξ ἀσθενείας ἐγίνετο, ἀλλ᾽ ἐκ τῆς τοῦ Χριστοῦ συγχωρήσεως, ἵνα μειζόνως ἡ ἀλήθεια διαλάμπῃ, διὰ δεσμῶν καὶ φυλακῶν καὶ θλίψεων καὶ στενοχωριῶν αὐξανομένη καὶ πρὸς μεῖζον αἰρομένη μέγεθος. Οὕτως ἡ δύναμις τοῦ Χριστοῦ ἐν ἀσθενείᾳ τελειοῦται.

Εἰ μὲν γὰρ ὑπεσκέλισε τὸν Παῦλον τὰ δεσμὰ, καὶ δειλότερον ἐποίησεν, ἢ αὐτὸν, ἢ τοὺς ἐκείνῳ προσήκοντας ἔδει διαπορεῖν· εἰ δὲ μᾶλλον θαῤῥεῖν παρεσκεύασε καὶ εἰς πλείονα δόξαν ἤγαγεν, ἐκπλήττεσθαι δεῖ καὶ θαυμάζειν, πῶς διὰ πράγματος ἀτιμίαν ἔχοντος δόξα τῷ μαθητῇ προεξενεῖτο, διὰ πράγματος δειλίαν ἐμβάλλοντος θάρσος καὶ παράκλησις πᾶσιν ἐκείνοις ἐγένετο. Τίς γὰρ αὐτὸν οὐκ ἐξεπλήττετο τότε, ὁρῶν ἅλυσιν περικείμενον; Τότε δαίμονες ἐδραπέτευον μᾶλλον, ὅτε ἑώρων αὐτὸν ἐν δεσμωτηρίῳ διατρίβοντα. Οὐ γὰρ οὕτω βασιλικὴν κεφαλὴν λαμπρὰν τὸ διάδημα ποιεῖ, ὡς τὰς ἐκείνου χεῖρας ἡ ἅλυσις, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀπανθοῦσαν αὐταῖς χάριν. Διὰ τοῦτο πολλὴ παράκλησις ἐγίνετο τοῖς μαθηταῖς. Καὶ γὰρ ἑώρων τὸ μὲν σῶμα δεδεμένον, τὴν δὲ γλῶτταν οὐ δεδεμένην· τὰς μὲν χεῖρας ἐσφιγμένας, τὸν δὲ λόγον λελυμένον, καὶ τῆς ἀκτῖνος τῆς ἡλιακῆς ταχύτερον τὴν οἰκουμένην ἐπιτρέχοντα πᾶσαν. Καὶ τοῦτο αὐτοῖς παράκλησις ἐγίνετο διὰ τῶν ἔργων μανθάνουσιν, ὅτι οὐδὲν τῶν παρόντων δεινόν.

Καὶ γὰρ ὅταν ὑπὸ θείου πόθου καὶ ἔρωτος ἡ ψυχὴ βαφεῖσα τύχῃ γνησίως, πρὸς οὐδὲν ἐπιστρέφεται τῶν παρόντων· ἀλλ᾽ ὥσπερ οἱ μαινόμενοι καὶ πυρὸς καὶ σιδήρου καὶ θηρίων καὶ πελάγους καὶ πάντων κατατολμῶσιν, οὕτω καὶ οὗτοι μανίαν τινὰ καλλίστην καὶ πνευματικωτάτην μανέντες, μανίαν ἀπὸ σωφροσύνης γινομένην, πάντων κατεγέλων τῶν ὁρωμένων. Διὰ τοῦτο δεδεμένον ὁρῶντες τὸν διδάσκαλον, μᾶλλον ἐσκίρτων, μᾶλλον ἠγάλλοντο, διὰ τῶν ἔργων τοῖς ἐναντίοις δόντες ἀπόδειξιν, ὅτι πάντοθέν εἰσιν ἀνάλωτοι καὶ ἀχείρωτοι.

θʹ. Τότε τοίνυν, ὅτε ἐν τούτοις τὰ πράγματα ἦν, τινὲς τῶν ἐχθρῶν τῶν Παύλου βουλόμενοι τὸν πόλεμον ἀναῤῥιπίσαι χαλεπώτερον, καὶ μείζονα τοῦ τυράννου ποιῆσαι τὴν πρὸς αὐτὸν ἀπέχθειαν, προσεποιοῦντο καὶ αὐτοὶ κηρύττειν, καὶ ἐκήρυττον τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ὑπὲρ τοῦ τὸ δόγμα ἐπιδοῦναι μειζόνως· τοῦτο δὲ ἐποίουν, οὐχὶ τὴν πίστιν σπεῖραι βουλόμενοι, ἀλλ᾽ ἵνα μαθὼν ὁ Νέρων, ὅτι τὸ κήρυγμα αὔξεται καὶ τὸ δόγμα ἐπιδίδωσι, ταχύτερον τὸν Παῦλον ἐπὶ τὸ βάραθρον ἀπαγάγῃ. Δύο τοίνυν ἦν διδασκαλεῖα, τῶν Παύλου μαθητῶν, καὶ τῶν ἐχθρῶν τῶν τοῦ Παύλου· τῶν μὲν ἐξ ἀληθείας κηρυττόντων, τῶν δὲ ἀπὸ φιλονεικίας καὶ τῆς πρὸς τὸν Παῦλον ἀπεχθείας. Καὶ ταῦτα δηλῶν ἔλεγε· Τινὲς μὲν διὰ φθόνον καὶ ἔριν τὸν Χριστὸν κηρύττουσιν, ἐκείνους ἐμφαίνων τοὺς ἐχθρούς· Τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν, περὶ τῶν ἑαυτοῦ μαθητῶν τοῦτο λέγων. Εἶπε πάλιν περὶ ἐκείνων, Οἱ μὲν ἐξ ἐριθείας, οἱ ἐχθροί· οὐχ ἁγνῶς, οὐχ ὑγιῶς, ἀλλ᾽ Οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης· πάλιν τοῦτο περὶ τῶν ἀδελφῶν τῶν ἑαυτοῦ· Εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι. Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Ὥστε μάτην καὶ εἰκῆ ἐπὶ τῶν αἱρέσεων τοῦτο τὸ ῥῆμα παραλαμβάνεται.

Οἱ γὰρ τότε κηρύττοντες οὐχὶ δόγμα διεφθαρμένον ἐκήρυττον, ἀλλὰ πίστιν ὑγιῆ καὶ ὀρθήν. Εἰ γὰρ δόγμα διεφθαρμένον ἐκήρυττον, καὶ ἕτερα παρὰ τὸν Παῦλον ἐδίδασκον, οὐκ ἔμελλεν αὐτοῖς προχωρεῖν, ὅπερ ἐβούλοντο. Τί δὲ ἐβούλοντο; Τῆς πίστεως αὐξηθείσης καὶ πολλῶν γενομένων τῶν Παύλου μαθητῶν, εἰς μείζονα πόλεμον τὸν Νέρωνα διεγεῖραι.

Εἰ δὲ ἕτερα δόγματα ἐκήρυττον, οὐκ ἂν πολλοὺς ἐποίησαν τοὺς Παύλου μαθητάς· μὴ ποιοῦντες δὲ, οὐκ ἂν παρώξυναν τὸν τύραννον. Οὐ τοίνυν τοῦτό φησιν, ὅτι διεφθαρμένα δόγματα εἰσῆγον, ἀλλ᾽ ὅτι ἡ αἰτία, ἀφ᾽ ἧς ἐκήρυττον, αὕτη ἦν διεφθαρμένη. Ἕτερον γάρ ἐστι λαλεῖν τὴν πρόφασιν τοῦ κηρύγματος, καὶ ἕτερον αὐτὸ τὸ κήρυγμα μὴ εἶναι ὑγιές. Τὸ μὲν γὰρ κήρυγμα οὐ γίνεται ὑγιὲς, ὅταν τὰ δόγματα ᾖ πλάνης γέμοντα· ἡ πρόφασις δὲ οὐ γίνεται ὑγιὴς, ὅταν τὸ μὲν κήρυγμα ὑγιὲς ᾖ, οἱ δὲ κηρύττοντες μὴ διὰ τὸν Θεὸν κηρύττωσιν, ἀλλ᾽ ἢ πρὸς ἔχθραν, ἢ πρὸς χάριν ἑτέρων.

ιʹ. Οὐ τοίνυν τοῦτό φησιν, ὅτι αἱρέσεις εἰσῆγον, ἀλλ᾽ ὅτι οὐκ ἀπὸ προφάσεως ὀρθῆς, οὐδὲ δι᾽ εὐλάβειαν ἐκήρυττον, ὅπερ ἐκήρυττον. Οὐ γὰρ ἵνα τὸ Εὐαγγέλιον αὐξήσωσι, τοῦτο ἐποίουν, ἀλλ᾽ ἵνα αὐτὸ πολεμήσωσι, καὶ εἰς μείζονα αὐτὸν ἐμβάλωσι κίνδυνον· διὰ τοῦτο αὐτοῖς ἐγκαλεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας αὐτὸ τέθεικεν· Οἰόμενοι θλίψιν, φησὶν, ἐπιφέρειν τοῖς δεσμοῖς μου. Οὐκ εἶπεν, ἐπιφέροντες, ἀλλ᾽, Οἰόμενοι ἐπιφέρειν, τουτέστι, νομίζοντες· δεικνὺς ὅτι εἰ καὶ ἐκεῖνοι νομίζουσιν, ἀλλ᾽ οὐκ αὐτὸς οὕτω διάκειται, ἀλλὰ καὶ χαίρει διὰ τὴν τοῦ κηρύγματος ἐπίδοσιν. Ἐπήγαγεν οὖν λέγων· Ἀλλὰ καὶ ἐν τούτῳ χαίρω καὶ χαρήσομαι· εἰ δὲ πλάνην τὰ δόγματα εἶχε, καὶ αἱρέσεις εἰσῆγον ἐκεῖνοι, οὐκ ἠδύνατο χαίρειν ὁ Παῦλος. Ἐπειδὴ δὲ ὑγιὲς καὶ ἀνόθευτον τὸ δόγμα, διὰ τοῦτό φησι, Χαίρω καὶ χαρήσομαι. Τί γὰρ, εἰ ἑαυτοὺς ἀπολλύουσιν ἐκεῖνοι, ἐξ ἀπεχθείας τοῦτο ποιοῦντες; Ἀλλὰ τὰ ἐμὰ καὶ ἄκοντες αὔξουσιν.

Εἶδες πόση τοῦ Παύλου ἡ δύναμις; πῶς οὐδενὶ τῶν τοῦ διαβόλου μηχανημάτων ἁλίσκεται; Καὶ οὐ μόνον οὐχ ἁλίσκεται, ἀλλὰ καὶ αὐτοῖς τούτοις αὐτὸν χειροῦται. Πολλὴ μὲν γὰρ οὖν καὶ ἡ τοῦ διαβόλου κακουργία, καὶ τῶν ἐκείνῳ διακονούντων ἡ πονηρία· ἐν προσχήματι γὰρ τοῦ τὰ αὐτὰ φρονεῖν, σβέσαι τὸ κήρυγμα ἐβούλοντο. Ἀλλ᾽ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, οὐ συνεχώρει τοῦτο γενέσθαι τότε. Τοῦτο γοῦν αὐτὸ ἐμφαίνων ὁ Παῦλος ἔλεγε· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ἡμᾶς, καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Ἐκεῖνοι μὲν γὰρ τῆς παρούσης με ζωῆς ἐκβαλεῖν ἐπιθυμοῦσι, καὶ πάντα διὰ τοῦτο ὑπομένουσιν· ὁ δὲ Θεὸς οὐκ ἀφίησι δι᾽ ὑμᾶς.