Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς προκοπῆς τοῦ εὐαγγελίου

Ἰωάννης ὁ Χρυσόστομος

Η ταπεινοφροσύνη ως θεμέλιο των αρετών

Ανάλυση της παραβολής του τελώνη και του Φαρισαίου, όπου καταδεικνύεται η πνευματική φθορά της αλαζονείας και η αναγκαιότητα της ταπεινοφροσύνης για την πνευματική προκοπή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΠΡΟΣ ΤΟΥΣ Οὐκ εἰς δέον χρωμένους τῷ ἀποστολικῷ ῥητῷ τῷ λέγοντι, «Εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται» καὶ περὶ ταπεινοφροσύνης. αʹ. Τοῦ Φαρισαίου καὶ τοῦ τελώνου μνημονεύσαντες πρώην, καὶ ἅρματα δύο τῷ λόγῳ ζεύξαντες ἐξ ἀρετῆς καὶ κακίας, ἑκάτερον ἐδείξαμεν, ὅσον μὲν τῆς ταπεινοφροσύνης τὸ κέρδος, ὅσον δὲ τῆς ἀπονοίας τὸ βλάβος. Αὕτη μὲν γὰρ καὶ δικαιοσύνῃ συμβεβλημένη καὶ νηστείαις καὶ δεκάταις, ὑστέρησεν· ἐκείνη δὲ καὶ μετὰ ἁμαρτίας ζευχθεῖσα προέλαβε τὸ τοῦ Φαρισαίου ζεῦγος, καίτοι καὶ τὸν ἡνίοχον ἔχουσα φαῦλον.

Τί γὰρ τελώνου χεῖρον; Ἀλλ᾽ ὅμως ἐπειδὴ συνέτριψεν αὐτοῦ τὴν ψυχὴν, καὶ ἁμαρτωλὸν ἑαυτὸν ἐκάλεσεν, ὅπερ ἦν, ὑπερέβη τὸν Φαρισαῖον καὶ νηστείας ἔχοντα εἰπεῖν καὶ δεκάτας, καὶ κακίας πάσης ἀπηλλαγμένον.

Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι εἰ καὶ πλεονεξίας καὶ ἁρπαγῆς ἀπήλλακτο, τὴν μητέρα τῶν κακῶν πάντων κενοδοξίαν τε καὶ ἀπόνοιαν εἶχεν ἐῤῥιζωμένην ἐπὶ τῆς ψυχῆς. Διὰ τοῦτο καὶ ὁ Παῦλος παρακαλεῖ καὶ λέγει· Ἕκαστος τὸ ἑαυτοῦ ἔργον δοκιμαζέτω, καὶ τότε εἰς ἑαυτὸν τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ἐκεῖνος δὲ τῆς οἰκουμένης ἁπάσης παρῆλθεν εἰς μέσον κατήγορος, καὶ πάντων τῶν ὄντων ἀνθρώπων ἑαυτὸν ἔφησεν εἶναι βελτίω.

Καίτοι καὶ εἰ δέκα μόνον, καὶ εἰ πέντε, καὶ εἰ δύο, καὶ εἰ ἑνὸς ἑαυτὸν προὔθηκεν, οὐδὲ τοῦτο ἀνεκτὸν ἦν· νυνὶ δὲ οὐχὶ προὔθηκεν ἑαυτὸν μόνον τῆς οἰκουμένης, ἀλλὰ καὶ κατηγόρησεν ἁπάντων. Διὰ τοῦτο ὑστέρησε κατὰ τὸν δρόμον. Καὶ καθάπερ ναῦς μυρία διαδραμοῦσα κύματα, καὶ πολλοὺς ἐκφυγοῦσα χειμῶνας, εἶτα ἐν αὐτῷ τῷ στόματι τοῦ λιμένος σκοπέλῳ τινὶ προσαράξασα πάντα τὸν ἐναποκείμενον ἀπόλλυσι θησαυρόν· οὕτω δὴ καὶ ὁ Φαρισαῖοις οὗτος, τοὺς πόνους τῆς νηστείας ὑπομείνας καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης, ἐπειδὴ γλώττης οὐκ ἐκράτησεν, ἐν αὐτῷ τῷ λιμένι τὸ φορτικὸν ναυάγιον ὑπέμεινε. Τὸ γὰρ ἐξ εὐχῆς, ὅθεν κερδαίνειν ἔδει, τοσαῦτα βλαβέντα μᾶλλον ἀπελθεῖν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐν λιμένι ναυάγιον ὑπομεῖναι.

βʹ. Ταῦτ᾽ οὖν εἰδότες, ἀγαπητοὶ, κἂν εἰς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνέλθωμεν, πάντων ἑαυτοὺς ἐσχάτους νομίζωμεν, μαθόντες ὅτι καὶ ἐξ αὐτῶν τῶν οὐρανῶν ἀπόνοια δύναται κατενεγκεῖν τὸν μὴ προσέχοντα, καὶ ἐξ αὐτῆς τῆς ἀβύσσου τῶν ἁμαρτημάτων ἀνενεγκεῖν εἰς ὕψος ταπεινοφροσύνη τὸν μετριάζειν εἰδότα. Αὕτη γὰρ πρὸ τοῦ Φαρισαίου τὸν τελώνην ἔστησεν· ἐκείνη δὲ, ἡ ἀπόνοια λέγω, καὶ ἡ ὑπερηφανία, καὶ ἀσωμάτου περιεγένετο δυνάμεως τοῦ διαβόλου· ἡ δὲ ταπεινοφροσύνη καὶ τῶν οἰκείων ἁμαρτημάτων ἡ ἐπίγνωσις εἰς παράδεισον τὸν λῃστὴν εἰσήγαγε πρὸ τῶν ἀποστόλων. Εἰ δὲ οἱ τὰ οἰκεῖα ὁμολογοῦντες ἁμαρτήματα, τοσαύτην ἑαυτοῖς προξενοῦσι τὴν παῤῥησίαν, οἱ πολλὰ μὲν ἑαυτοῖς συνειδότες ἀγαθὰ, ταπεινοῦντες δὲ ἑαυτῶν τὴν ψυχὴν, πόσων οὐκ ἐπιτεύξονται στεφάνων; Ὅταν γὰρ ἁμαρτία συμβεβλημένη ᾖ τῇ ταπεινοφροσύνῃ, οὕτω τρέχει μετ᾽ εὐκολίας, ὡς δικαιοσύνην μετ᾽ ἀπονοίας οὖσαν ὑπερβῆναι καὶ προλαβεῖν. Ἂν τοίνυν μετὰ δικαιοσύνης αὐτὴν συνάψῃς, ποῦ οὐκ ἀφίξεται; πόσους οὐ διαβήσεται οὐρανούς; Παρ᾽ αὐτὸν πάντως στήσεται τοῦ Θεοῦ τὸν θρόνον ἀνὰ μέσον τῶν ἀγγέλων μετὰ παῤῥησίας πολλῆς. Πάλιν εἰ μετὰ δικαιοσύνης ἡ ἀπόνοια ζευχθεῖσα, τῇ τῆς οἰκείας κακίας ὑπερβολῇ καὶ βαρύτητι καθελκύσαι τὴν ἐκείνης παῤῥησίαν ἴσχυσεν, ἂν μετὰ ἁμαρτίας ᾖ συμβεβλημένη, εἰς πόσην οὐ κατακρημνίσαι δυνήσεται τὸν ἔχοντα αὐτὴν γέενναν;

Ταῦτα λέγω, οὐχ ἵνα ἀμελῶμεν δικαιοσύνης, ἀλλ᾽ ἵνα φύγωμεν ἀπόνοιαν· οὐχ ἵνα ἁμαρτάνωμεν ἀλλ᾽ ἵνα μετριάζωμεν. Θεμέλιος γάρ ἐστι τῆς καθ᾽ ἡμᾶς φιλοσοφίας ἡ ταπεινοφροσύνη. Κἂν μυρία ἄνωθεν οἰκοδομήσῃς, κἂν ἐλεημοσύνην, κἂν εὐχὰς, κἂν νηστείαν, κἂν πᾶσαν ἀρετὴν, ταύτης μὴ προκαταβληθείσης, πάντα εἰκῆ καὶ μάτην ἐποικοδομηθήσεται, καὶ καταπεσεῖται ῥᾳδίως κατὰ τὴν οἰκοδομὴν ἐκείνην τὴν ἐπὶ τῆς ψάμμου τεθεῖσαν. Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ οὐ ταύτης δεῖται· οὐδέν ἐστιν, ὃ χωρὶς ταύτης στῆναι δυνήσεται.

Ἀλλὰ κἂν σωφροσύνην εἴπῃς, κἂν παρθενίαν, κἂν χρημάτων ὑπεροψίαν, κἂν ὁτιοῦν, πάντα ἀκάθαρτα καὶ ἐναγῆ καὶ βδελυρὰ ταπεινοφροσύνης ἀπούσης. Πανταχοῦ τοίνυν αὐτὴν παραλαμβάνωμεν, ἐν ῥήμασιν, ἐν πράγμασιν, ἐν ἐνθυμήμασι, καὶ μετὰ ταύτης ταῦτα οἰκοδομῶμεν.