Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Εἶδες πῶς καθώπλισε τὸν ἑπόμενον αὐτῷ στρατιώτην ὁ τῶν οὐρανῶν βασιλεύς; Οὐ θυρεὸν ἔδωκεν, οὐ κράνος, οὐ τόξον, οὐ θώρακα, οὐ κνημῖδα, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ᾽ ὃ πάντων τούτων ἐστὶν ἰσχυρότερον, τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ σταυροῦ, τὸ σύμβολον τῆς κατὰ τῶν δαιμόνων νίκης. Τοῦτο μάχαιρα, τοῦτο ἀσπὶς, τοῦτο θώραξ, τοῦτο κράνος, τοῦτο κνημὶς, τοῦτο φρούριον ἀσφαλὲς, τοῦτο λιμὴν, τοῦτο καταφυγὴ, τοῦτο στέφανος, τοῦτο ἔπαθλον, τοῦτο τῶν ἀγαθῶν ἁπάντων θησαυρὸς, καὶ τῶν νῦν καὶ τῶν ἐσομένων ποτέ. Καθάπερ γάρ τις ὅπλον ἰσχυρὸν λαβὼν, καὶ τοῖς αὑτοῦ δίδωσι στρατιώταις, οὕτω καὶ ὁ Χριστός. Ἴδετε, φησὶ, τὸν ἐμὸν σταυρὸν ὅσα ἤνυσε· ποιήσατε καὶ ὑμεῖς τοιαῦτα, καὶ ἀνύσατε τοιαῦτα ὅσα βούλεσθε. Καίτοι γε καὶ ἀλλαχοῦ καὶ μείζονα τούτων ἐπηγγείλατο λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Τί δέ ἐστιν αὐτὸ τὸ ῥητὸν, τὸ, Ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι; Ἆρα ἵνα τὸ ξύλον βαστάζωμεν ἕκαστος; Οὐδαμῶς· ποία γὰρ ἀρετὴ τοῦτο; Ἀλλ᾽ ἵνα πρὸς τοὺς κινδύνους ὦμεν παρατεταγμένοι, τὸ αἷμα ἡμῶν ἐν ταῖς ψυχαῖς περιφέροντες, πρὸς σφαγὴν καὶ θάνατον ἕτοιμοι καθημερινὸν, οὕτως ἅπαντα πράττοντες, ὡς μηδέπω προσδοκᾷν μέχρι τῆς ἑσπέρας τὴν ἡμετέραν διαρκέσαι ζωὴν, ὡς ἀποθανούμενοι πάντως.