Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς προσκυνήσεως τοῦ τιμίου σταυροῦ

Ἰωάννης ὁ Χρυσόστομος

Πνευματικός εξοπλισμός, ομολογία πίστεως και δοξολογία

Αναφορά στον σταυρό ως πνευματικό όπλο, προσκύνηση των οργάνων του πάθους και κατακλείδα με σύντομη ομολογία πίστεως και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Καθάπερ γὰρ πολλοὶ τῶν στρατιωτῶν, χωρὶς ὅπλων οὔτε ἀριστοποιοῦνται, οὔτε καθεύδουσιν· οὕτω καὶ νῦν ἀντὶ μαχαίρας ἐπὶ κλίνης κρεμάσωμεν, ἀντὶ μοχλοῦ ἐπὶ θύρας διαγράψωμεν, ἀντὶ τείχους τῇ οἰκίᾳ πάσῃ περιβάλωμεν· τὰ ἔσω καὶ τὰ ἔξω τούτῳ περιφράξωμεν. Τοῦτο γὰρ θάνατον κατέλυσεν, οὐρανοὺς ἀνέῳξε, γῆν ἐκάθηρε, τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τὸν θρόνον ἀνήγαγε τὸν βασιλικὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε. Τοῦτο τὸ εἶδος διπλοῦν· τὸ μὲν ἐξ ὕλης ἢ χρυσοῦ ἢ μαργαριτῶν ἢ λίθων τιμίων, ὃ καὶ ἀφαιρεῖται πολλάκις ὑπὸ βαρβάρων ἢ κλεπτῶν· τὸ δὲ ἄϋλον· οὐ γὰρ ἐξ ὕλης αὐτοῦ ἡ ὑπόστασις, ἀλλ᾽ ἀπὸ πίστεως ἡ οὐσία, ἀπὸ διαθέσεως τοῦ ποιοῦντος ἡ ὕλη. Τοῦτο καθεύδοντας τηρεῖ, τοῦτο ἐγρηγορότας ἀσφαλίζεται, τοῦτο κινδυνεύοντας διασώζει· διὰ τούτου πόλεμος καταλύεται, καὶ εἰρήνη συνίσταται, Ὑμνῶ σου τοιγαροῦν τὸ μακρόθυμον καὶ ἀνεξίκακον τῆς περὶ ἐμὲ οἰκονομίας μυστήριον, Κύριε· προσκυνῶ τὸν τίμιον καὶ ζωοποιόν σου σταυρὸν, Δέσποτα· περιπτύσσομαι τὰ πάθη, φιλῶ τοὺς ἥλους, καὶ τὰς διατρήσεις τῶν μελῶν ἀσπάζομαι· τόν τε κάλαμον καὶ τὴν λόγχην καὶ τὸν σπόγγον ὑπεράγαμαι· ὡς βασίλειον διάδημα, τὸν ἀκανθῶν περιτίθεμαι στέφανον, καὶ ὡς διαυγέσι λίθοις, τοῖς ἐμπτυσμοῖς ἐγκαλλωπίζομαι, ὡς λαμπροτάτῳ κόσμῳ τοῖς ῥαπισμοῖς ἐνσεμνύνομαι.

Καὶ σὲ ὁμολογῶ ἀληθινὸν Θεὸν τὸν ἕνα τῆς ἁγίας Τριάδος Χριστὸν Ἰησοῦν, τὸν ὑπὲρ ἐμοῦ τὸ πάθος καταδεξάμενον, εἰληθέντα τε ἐν σινδόνι, καὶ ὑπὸ τῶν παρανόμων Ἰουδαίων μυκτηρισθέντα, τέλος ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Σοῦ γάρ ἐστιν ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.