Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς στενῆς πύλης καὶ εἰς τὴν κυριακὴν προσευχήν

Ἰωάννης ὁ Χρυσόστομος

Κατακλείδα και τελική δοξολογία

Η επισήμανση της αδυναμίας του πονηρού και η καταληκτήρια δοξολογία για την αιώνια δύναμη και βασιλεία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ὁ δὲ κατὰ χοίρων ἐξουσίαν οὐκ ἔχων, πῶς ἀνθρώπων ἐγρηγορότων καὶ νηφόντων, καὶ ὑπὸ Θεοῦ φυλαττομένων, καὶ βασιλέα οἰκεῖον ἡγουμένων αὐτὸν κρατῆσαι δυνήσεται; Διὰ τοῦτο καὶ τῷ τέλει τῆς προσευχῆς, τοῦ Θεοῦ τὴν βασιλείαν καὶ τὴν δύναμιν καὶ τὴν δόξαν ὑπέδειξεν, εἰπών· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Ταῦτα γὰρ, φησὶν, αἰτῶ παρὰ σοῦ, ὅτι οἶδά σε βασιλέα πάντων, αἰώνιον κεκτημένον κράτος, καὶ πάντα δυνάμενον ὅσαπερ ἂν θέλῃς, καὶ δόξαν κεκτημένον ἀναφαίρετον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ τοσούτων ἡμᾶς ἀξιώσαντι ἀγαθῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.