Γυναῖκα γὰρ ἐπέραστον οὐκ εὐμορφία ποιεῖ σώματος, ἀλλὰ ψυχῆς ἀρετὴ, οὐκ ἐπιτρίμματα καὶ ὑπογραφαὶ, οὐδὲ χρυσίον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ σωφροσύνη καὶ ἐπιείκεια καὶ φόβος ἐρειδόμενος πρὸς Θεόν. Καὶ τὸ νοητὸν κάλλος οὐκ ἔστιν ἀλλαχοῦ πρὸς ἀκρίβειαν ἀσκηθῆναι, ἀλλ᾽ ἢ ἐν τῷ. θαυμαστῷ καὶ θείῳ τούτῳ χωρίῳ, τῶν ἀποστόλων, τῶν προφητῶν ἀποσμηχόντων, καλλωπιζόντων, ἀποξυόντων τῆς ἁμαρτίας τὸ γῆρας, ἐπαγόντων τῆς νεότητος τὴν ἀκμὴν, πᾶσαν κηλῖδα, πᾶσαν ῥυτίδα, πᾶν σπῖλον ἐκβαλλόντων τῆς ψυχῆς τῆς ἡμετέρας. Τοῦτο τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες σπουδάσωμεν ἑαυτοῖς ἐγκατοικίσαι τὸ κάλλος. Τὸ μὲν γὰρ τοῦ σώματος καὶ νόσος ἐμάρανε, καὶ πλῆθος χρόνου διέφθειρε, καὶ γῆρας ἔσβεσε, καὶ θάνατος ἐπελθὼν ἀνεῖλεν ἅπαν· τὸ δὲ τῆς ψυχῆς οὐ χρόνος, οὐ νόσος, οὐ γῆρας, οὐ θάνατος, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων λυμήνασθαι δύναται, ἀλλὰ μένει διηνεκῶς ἀνθοῦν. Καὶ τὸ μὲν τοῦ σώματος τοὺς ὁρῶντας εἰς ἀκολασίαν ἐκκαλεῖται πολλάκις, τὸ δὲ τῆς ψυχῆς κάλλος αὐτὸν τὸν Θεὸν πρὸς τὸν ἔρωτα ἐπισπᾶται τὸν οἰκῖον· καθάπερ καὶ ὁ Προφήτης φησὶ, πρὸς τὴν Ἐκκλησίαν διαλεγόμενος· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.