Ἀλλ᾽ οὐχ, ὅτε ὁ Δεσπότης παρεγένετο, οὕτως ἐγίνετο, οὐδὲ ὁ πρῶτος καταβαίνων εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων τοῦ βαπτίσματος ἐθεραπεύετο μόνος, ἀλλὰ καὶ ὁ πρῶτος, καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ δέκατος, καὶ ὁ εἰκοστός· κἂν μυρίους εἴπῃς, κἂν δὶς τοσούτους, κἂν τρὶς, κἂν ἀπείρους τῷ πλήθει, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὴν κολυμβήθραν τῶν ὑδάτων, οὐδὲ κατὰ μικρὸν ἐλαττοῦται ἡ χάρις, ἀλλ᾽ ἡ αὐτὴ μένει, πάντας ἐκείνους καθαίρουσα. Τοσοῦτον τὸ μέσον δουλικῆς δυνάμεως, καὶ δεσποτικῆς αὐθεντίας. Ἐκεῖνος ἕνα ἐθεράπευσεν, οὗτος τὴν οἰκουμένην ἅπασαν· ἐκεῖνος διὰ τοῦ ἐνιαυτοῦ ἕνα, οὗτος καθ᾽ ἑκάστην ἡμέραν, εἰ βούλει μυρίους ἐμβαλεῖν, ἅπαντας ὑγιαίνοντας ἀποδίδωσιν· ἐκεῖνος καταβαίνων καὶ ταράσσων τὸ ὕδωρ, οὗτος οὐχ οὕτως, ἀλλ᾽ ἀρκεῖ ψιλὴν αὐτοῦ καλέσαι τὴν προσηγορίαν ἐπὶ τῶν ὑδάτων μόνον, καὶ πᾶσαν αὐτοῖς ἐναποθέσθαι θεραπείας ὑπόθεσιν. Κἀκεῖνος μὲν σωμάτων πήρωσιν ἰᾶτο, οὗτος δὲ ψυχῆς κακίαν διορθοῦται. Ὁρᾷς πῶς διὰ πάντων πολὺ τὸ μέσον καὶ ἄπειρον φαίνεται;